Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸν δὲ θεὸν ὁμολογῶν εἶναι ἀίδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν, καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις οὕτω καλουμένοις ὑπ᾿ [*](2—4 vgl. Dox. 587, 19. 014, 10ff — 4—7 vgl. ν. Arnim, Stoic. fr. fr. 598 — 7—9 vgl. v. Arnim. Stoic. fr. II p. 152 fr. 469 — 10—S. 27 excerpiert Cedr. 282, 19—283, 14 — 15—17 Epicurea ed. Ueener p. 191 — 17—S. 27, 3 Epicm-ea p. 240, 30—241) [*](1 ψυχὴν] σελήνην Cedr. ἀθάνατον εἶναι HSS Cedr.: μένειν μετὰ θάνατον Roeper ἀθάνατον εἶναι σῶμα δέ, καὶ Diels σῶμα δὲ λέγουσι Cedr.) 3 καὶ] + μὴ Τ 4 ἐμπύρωσιν Ο καθάρσιον HSS, verb. Roeper 8 μὴ χωρεῖν HSS, verb. Gö. ἀντιπαρέκτασιν (nach Alexander De mixtione S. 210, 29. 217, 9 Dox. 403, 24; Diog. Laert. VII 151) wohl richtig Diels, ἀνάκλασιν Ritter, ἀντίστασιν Salvinius, ἀντίτασιν Usener, ἀποκατάστασιν ν. Arnim 9 καινόν Τ 11 τὸν τόπον Cedr. 12 δὲ 1 > Cedr. 13 συνελθουσῶν Cedr. (Roeper): HSS στοιχεῖα καὶ Cedr.: στοιχεῖα Τ, στοιχεῖα πάντα καὶ HSS στοιχεῖα καὶ τοὺς κόσμους καὶ τὰ ἐν αὐτοῖς πάντα Roeper. 13f καὶ πάντα τὰ ἐν αὐτοῖς Cedr. 14 καὶ ζῷα καὶ ἄλλα > Cedr. μήτε 1 Cedr.: > HSS γενέσθαι Cedr. ἑστάναι Cedr. 15 εἴη] ἦν Cedr. 15 f ἀτόμους δὲ λέγουσι τὸ λεπτομερέστερον καὶ μεθ’ ὦν Cedr. τὰ λεπτομερέστατα σώμαθ’ ὦν (s. Cedr.) οὐκ Usener: τὸ λεπτομερέστατον καὶ μεθ’ οὗ HSS (Roeper setzt nur ἐφ’ oder καθ’ statt μεθ᾿ ein) 16 οὐδὲν > Usener 19 αὐτοματισμὸν κατ᾿ > Τ, 20 καθεῖσθαι ΒΟ καλουμένοις Cedr. (Gronov): καλουμένου L, καλούμενον BOT)

27
αὐτοῦ — ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τὰ μετακόσμια — ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸν πράγματα ἔχειν οὔτε ἄλλοις παρέχειν.

οἶς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ τὴν κατὰ τὰς θνητὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν.

τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων λύεσθαι ἄμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται· αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἣ τραπέντος ἀπόλλυσθαι ὅλον ἄνθρωπον· ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἶναι ἐν Ἅιδου μήτε δικαστήρια, ὡς ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον εἶναι παντελῶς. οὕτως οὐν καὶ ὁ Ἐπίκουρος.