Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ Ποικίλῃ στοᾷ. ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς, Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου. ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὐν καὶ ὁ Ἀριστοτέλης.

Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὄροις περιέλαβον ὁμόδοξοι γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ.

καὶ αὐτοὶ δὲ τὸ καθ’ εἱμαρμένην εἶναι πάντα διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾐ ἐξηρτημένος κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται, ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης οἷον τῆς εἱμαρμένης· ἐὰν δὲ μὴ βούληται ἔπεσθαι, πάντως ἀναγκασθήσεται· τὸ αὐτὸ δή που καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως· εἰς τὸ πεπρωμένον εἰσελθεῖν.