Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δ' ἦν τὸ γένος ἀόριστος), ἀφ’ ὦν ὁ τέλειος αύτοῖς ἀριθμός, ἡ δεκάς· τὸ γὰρ ὲν δύο τρία τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ’ οὐσίαν τὸ οἰκεῖον ὄνομα.

ταύτην ὁ Πυθαγόρας ἴφη ἱερὰν τετρακτύν, πηγὴν ἀεννάου φύσεως [ὡς] ῥιζώματα ἔχουσαν« ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν· ὁ γὰρ ἔνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἶναι ἐκ τοῦ δέκα μετέχουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

ὡς καὶ ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἁριθμοὸν ἀποτελοῦσαι· ὄταν γὰρ δύναμις αὐτὴ ἐφ' ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὂταν δὲ δύναμις ἐπὶ κύβον, <γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὦν ἡ τῶν γινομένων γένεσις γίνεται, ἑπτά· ἀριθμόν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον.

οὑτος καὶ ψυχὴν ἀθάνατον εἶπε καὶ μετενσωμάτωσιν· διὸ ἔλεγεν ἑυατὸν πρὸ μὲν τῶν Τρωϊκῶν Αἱθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊ- [*](10 die pythagoreischen Verse (Diels, Vorsokr. I S. 349, 36 und Archiv ür Gesch. der Philos. ITI 457) lauten: οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τερρακτύν παγὰν ἀενάου φύσεως ῥἴξωμά τ’ ἔχουσαν. — 22-S. 7, 2 Cedrenus Ι 275, 4-8 — 23-S. 7, 6 s. Vorsokr. | S. 30; Porphyrios, V. Pyth. 45 S. 41, 17–20 Ν. (aus Antonius Diogenes)) [*](2 ἀριθμητικῶν Η Wolf: ἀριθμῶν HSS 4 ἐφ’ ἅπασι Η 6 ἀπὸ] + τοῦ Η 7 ἀόριστος Η: ἀόριστον HSS τέλειος] τρίτος Β 8 διὰ τοῦτο γὰρ καὶ δεκὰς εἴρηται οἱονεὶ δοχὰς ἡ δεχομένη πάντα ἀριιθμόν· ὑπὲρ γάρ τὴν δεκάδα ἔτερος οὐκ ἔστιν ἀριθμός, ἀλλ' ἀναδιπλασιάζονται ἀριθμοί Paraphrase in L a. R. 9 ὄνομα τὸ οἰκεῖον Η 10 τετρακτὴν Β Ο πηγὴν > Τ ἀένναον φύσιν Τ 10 f ῥιφώματ' ἔχουσα (ohne πηγήν) Η 11 ὡς > Η Wolf 11 f τοὺς πάντας ἀριθμοὺς Η 12 > Η 13 ἀπὸ τῶν δέκα λαμβάνουσι Η 14 μονάς, ἀριθμός war die richtige Stellung, die Hipp, selbst verkehrt hat, s. Η 15 οἷς ἐπιπλοκαὶ Η 16 ἐπιτελοῦσαι Η 17 αὐτὴ Η: αύτὴν HSS κυβιστῆ Ausgaben bis Delarue, κυβισθήσεται Η 18 ergänzt von Gö. aus Η (vgl. Roeper S. Gronov) 23 ἰθαλιδην Cedr. La Croze: θαλλίδην L, θαλλήδην Β, θαλλιδαν Ο)

7
κοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ’ ὅν Πύρρον Δήλιον, πέμπτον Πυθαγόραν.

Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον Χαλδαῖον Πυθαγόραν· τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναι ἀπ' ἀπχῆς τοῖς οὖσιν αἴται, πατέρα καὶ μητέρα· καὶ πατέρα μὲν φῶς, μητέρα δὲ σκότος, τοῦ δὲ φωτὸς μέρη θερμόν, ξηρόν, κοῦφον, ταχύ· τοῦ δὲ σκότους ψυχρόν ὑγρόν, βαρύ, βραδύ· ἐκ δὲ τούτων πáντα τὸν κόσμον συνεστάναι, ἐκ θηλείας καὶ ἄρρενος.

εἶναι δὲ τὸν κόσμον φησὶν κατὰ μουσικὴν ἁρμονίαν, διὸ καὶ τὸν ἤλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον. περὶ δἐ τῶν ἐκ γῆς καὶ κόσμου γινομένων τάδε φασὶ λέγειν τὸν Ζαράταν· δύο δαίμονας εἶναι, τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον· καὶ τὸν μὲν Χθόνιον ἀνιέναι τὴν γένεσιν ἐκ τῆς γῆς· εἶναι δὲ ὔδωρ, τὸν δὲ ούράνιον πῦρ μετέχον τοῦ ἀέρος, θερμὸν καὶ ψυχρόν· διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ μιαίνειν φησὶ τὴν ψυχήν· ἐστὶ γὰρ ταῦτα οὐσία τῶν πάντων.

κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν, αἰτίᾳ τοῦ τὸν Ζαράταν εἰρηκέναι κατὰ τὴν ἀρχὴν καὶ σύγκρισιν τῶν πάν- [*](2f Aristoxenos] das Fr. fehlt bei Müller, s. Yorsokr. 1 S. 31, 33 und u. Zaratas (= Zarathustra), Porph. 12 S. 23, 8 N. (aus Antonius Diogenes) — 3 vgl. Clem. Strom. I 69, 6. 70, 1 S. 44, 3ffSt. — 4f Plut. De animae procreatione in Timaeo 2 καὶ αράτας ὁ Πυθαγόρου διδάσκαλος ταύτην μὲν (sc. τὴν δυάδα) ἐκάλει τοῦ ἀριθμοῦ μητέρα, τὸ δ' ἔν πατέρα vgl. u. VI 23, 2 — 15 — S. 8, 10 aus derselben Quelle wie Porphyrios, Y. Pyth. 43. 44 S. 40. 20–41, 14 N. (vgl. S. 23, 8), stark verkürzt, wodurch 16 — 8, 1 unverständlich geworden ist, s. Porph. ἴσα παρᾐνει ἀπέχεσθαι καθάπερ ἀνθρωπίνων σαρκῶν. ἱστοροῦσι δ' αὐτὸν ἀπαγορεύειν τὸ τοιοῦτο, ὄτι τῆς πρώτης τῶν ὅλων ἀρχῆς καὶ γενέσεως ταραττομένης καὶ πολλῶν ἅμα συνηνεγμένων καὶ συσπειρομένων καὶ συσσηπομένων ἐν τῇ γῇ κατ’ ὀλίγον γένεσις καὶ διάκρισις συνέστη ζῴων τε ὁμοῦ γεννωμένων καὶ φυτῶν ἀναδιδομένων, τότε δὴ ἀπὸ τῆς αὐτῆς σηπεδόνος ἀνθρώπους συστῆναι καὶ κύαμον βλαστῆσαι. Was bei Porph. und bei Hipp. S. 8, 2 — 10 folgt, citiert Johannes Lydus De mens. IV 42 S. 99, 24ff W. unter dem Namen des Antonius Diogenes (E. Rohde, Romano 2 273 ff), auf den also auch Hipp, zurückgeht; vgl. Mewaldt, De Pythagoricis sententiis Berlin 1904 S. 3 und Clemens Strom. III 24 S. 206, 25 25—27 St.) [*](1 Εὔφορβον Cedr. Wolf: ἔφορβον L Ο, ἔφοιβον Β σάμειον Β 2 den unbekannten Diodor beseitigt Roeper Εὔδωρος ὁ Ἀλεξανδρεὺς) 3 ζαρέταν Β, ζαράτην Ο 7 πάντων HSS, verb. Roeper 8 τὴν κόσμου φὐσιν καὶ Roeper φησίν Gronov (L hat φύσιν) φύσιν HSS (auch Τ), φασίν Wolf. Unvermittelter Übergang von Zaratas zu Pyth. wie Z. 15 κατὰ Gö. (s. zu S. 5 9): καὶ 13 μετέχων Β θερμὸν τοῦ ψυχροῦ Roeper 14 οὐδὲν] οὐδὲ Β ἀναιρεῖ falsch Roeper)

8
των συνισταμένης τῆς γῆς ἔτι καὶ συνσεσημμένης γενέσθαι τὸν τούτου δὲ τεκμήριόν φησιν, εἴ τις καταμασησάμενος λεῖον τὸν κύαμον καταθείη πρὸς ἤλιον χρόνον τινά — τοῦτον γὰρ ἀντικλήψεσθαι — , προσφέρειν ἀνθρωπίνου γόνου ὀσμήν.

σαφέστερον δὲ εἶναι καὶ ἔτερον παράδειγμα λέγει· εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν καὶ μετ’ ὀλιγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμνεν <ἂν> αὐτὸ εἶδος ἔχον τὸ μὲν πρῶτον αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν.

Οὖτος ἐν Κρότωνι τῆς Ἰταλίας ἄμα τοῖς μαθηταῖς έμπτρισθεὶς διεφθάρη. ἔθος δὲ τοῦτο ἦν παρ’ αὐτῷ, ἐπειδὰν προσίῃ τις μαθητευθησόμενος, πιπράσκειν τὰ ὑπάρχοντα καὶ τὸ ἀργύριον κατατιθέναι ἐσφραγισμένον Παρὰ τῷ Πυθαγόρᾳ, καὶ ὑπέμενε σιωπῶν ὁτὲ μὲν ἔτη τρία, ὁτὲ δὲ πέντε καὶ μανθάνων· αὖθις δὲ Μεὶς ἐμισγετο τοῖς ἑτέροις καὶ παρέμενε μαθητὴς καὶ συνειστιᾶτο ἄμα, εἰ δ' οὔ, ἀπελάμβανε τὸ ἴδοιον καὶ ἀπεβάλλετο.

οἱ μὲν οὐν ἐσωτερικοὶ ἐκαλοῦντο Πυθαγόρειοι, οἱ δὲ ἒτεροι Πυθαγορισταί. τῶν δὲ μαθητῶν αὐτοῦ οἱ διαφυγόντες τὸν ἐμπρησμὸν Λῦσις ἦν καὶ Ἄρχιππος καὶ ὁ τοῦ Πυθαγόρου οἰκέτης οἰκέτης ὃς καὶ τοὺς παρὰ Κελτοῖς Δρυΐδας λέγεται διδάξαι φιλοσοφεῖν τὴν Πυθαγόρειον φιλοσοφίαν.

τοὺς δὲ ἀριθμοὺς καὶ τὰ μέτρα παρ’ Αἰγυπτίων φασὶ τὸν Πυθαγόραν μαθεῖν ὂς καταπλαγεὶς τῇ τῶν ἱερέων ἀξιοπίστῳ καὶ φαντασιώδε καὶ δυσχερῶς [*](19 vgl. Porph. 55 S. 48, 1. 2 Ν. Vorsotr. Ι S. 33, 19f — 20f Zamolxis] s. Porph. 14 (Herodot IV 95), Cic. De div. I 90, Caesar De bello Gallico VI 14, 5, unten K. 25 Berterman, De lamblichi Vitae Pythagoricae fontibus, Regimonti 1913 S. 17 — 22 Ägypten] Porph. 11) [*](1 συνεσταμένη Τ γενέσθαι] + τὸν ἄνθρωπον ὁμοῦ καὶ Sauppe handschriftich) 2 λοῖν Β Ο 3 κατεσθίη Β καταθείη auch Antonius Diogenes) 3 τοῦτο — 4 ἀντιλήψεται HSS, verb. Diels 4 προσφέρειν Τ: προσφέρει LBO γόνου] φόνου Porph. loh., so stand in Hippolyts Vorlage ὀδμὴν Wolf 6 τὸν κύαμον καὶ > Sauppe 7 ὀλίγας] ἐνενήκοντα Antonius Diogenes 8 Β + ἂν Cruize εὒροι ἄν Antonius Diogenes) 9 κατανοοῦμεν Usener, κατανοοῦμεν οἶον Sauppe, was die Wortstellung nicht empfiehlt 11 κρότονι Β 12 προσίῃ Cruize: προσείη Β, προσήει L Ο 12 f μαθητεσόμενος Ο 14 πυθαγόρη L ὑπέμεινε Β σιωπᾶν Ο 1 5 πάντι Β μανθάνειν HSS, verb. Wolf λυθὲν ἐμίσγετο τῷ τῶν ἑτέρων Τ 16 συνεστιᾶτο Β 17 ἀπεβάλετο Τ 19 λύσης L Ο 20 ζάμετος Β, ζάμαλτις L οἲ καὶ L Ο)

9
ἐξαγορευομένῃ σοφίᾳ, μιμησάμενος ὁμοίως καὶ αὐτὸς σιγᾶν προσέταττεν καὶ ἐν καταγείοις καταγείοις ἠρεμεῖν ἐποίει μανθάνοντα.