Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὑτος τοὺς μαθητὰς διεῖλε καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν· τοῖς μὲν γὰρ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα.

ἐφήψατο δὲ καὶ μαγικῆς, ὥς φασι, καὶ φυσιογνωμονικὴν αὐτὸς ἐξεῦρε.

Ἀριθμούς τε καὶ μέτρα ὑποθέμενος ἔλεγεν τὴν ἀρχὴν τῆς ἀριθμητικῆς <τὴν> φιλοσοφίαν κατὰ σύνθεσιν περιέχειν τόνδε τὸν ἀριθμὸς γέγονε πρῶτος ἀρχή, ὅπερ ἐστὶν ἒν] ἀόριστον, ἀκατάληπτον,

ἔχων έν ἑαυτῷ πάντας τοὺς ἐπ' ἄπειρον δυναμένους ἐλθεῖν ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶν μονὰς ἄρσην γεννῶσα πατρικῶς πάντας [*](1ff S. Diels, Dox. S. 145f — 18 Porplijrios, V. Pyth. 13 (aus Antonius Dio- genes) — S. 6, 21 -wiederholt IV 51, 4 — 8 (im Apparat als Η Über die Parallelen aus zahlensvmbolischer Literatur s. Borghorst, De Anatolii fontibus, Diss. Berlin 1905 S. 4ff; L. Cohn, Philonis lib. de opif. mundi, Vratislaviae 1889 p. 69 SS. — 23f vgl. Vorsokr. I S. 346, 17) [*](1 ἔτι Β0 3 Σάμιον HSS, verb. Roeper 6 φύσεως Β 7 + καὶ ἀριθμητικὴν (vgl. Ζ. 8) Wolf, Parallelen bei Diels und Roeper S. 520 οὐτος Roeper 9 καὶ καθ’ ἁρμονίαν Roeper (vgl. K. 2, 13 Diog. Laert. VIll 33; Sext. Hypot. III 155; Adv. dogm. IV 283) ἄστρων so auch Τ 10 ἀνήγαγεν Roeper 12 τὸν οἶκον Usener, τὸ ὁμακόειον? Diels 16 τοῖς] τοὺς Ο μὲν γὰρ] δὲ Delarue 18 φυσιογονικὴν L0 αὐτὸς (vgl. Κ. 4, 2. 24, 2) HSS: πρῶτος Roeper, πρῶτος αὐτὸς G";., 19 τε Usener: τινας HSS ἔλεγεν Usener: λέγων HSS 20 τὴν φιλοσοφίαν Diels (aus Η): φιλοσοφίας HSS τὸν > Β Ο 21 πρῶτος > Η ἀρχὴ ἓν > Η Roeper ἀόριστος ἀκατάληπτος HSS, verb. Gö. nach Η 23 πλῆθος > Usener ὑπόθεσιν verb. in ἀκατάληπτον L, ὑπόστασιν auch H)

6
τοὺς ἄλλους ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται.

τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὑτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐπὶ ἐπὶ πᾶσι τούτοις ἡ τετράς, θῆλυς θῆλυς ὁ δὲ αὐτὸς καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστιν.

Γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δ' ἦν τὸ γένος ἀόριστος), ἀφ’ ὦν ὁ τέλειος αύτοῖς ἀριθμός, ἡ δεκάς· τὸ γὰρ ὲν δύο τρία τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ’ οὐσίαν τὸ οἰκεῖον ὄνομα.

ταύτην ὁ Πυθαγόρας ἴφη ἱερὰν τετρακτύν, πηγὴν ἀεννάου φύσεως [ὡς] ῥιζώματα ἔχουσαν« ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν· ὁ γὰρ ἔνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἶναι ἐκ τοῦ δέκα μετέχουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

ὡς καὶ ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἁριθμοὸν ἀποτελοῦσαι· ὄταν γὰρ δύναμις αὐτὴ ἐφ' ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὂταν δὲ δύναμις ἐπὶ κύβον, <γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὦν ἡ τῶν γινομένων γένεσις γίνεται, ἑπτά· ἀριθμόν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον.