Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

σαφέστερον δὲ εἶναι καὶ ἔτερον παράδειγμα λέγει· εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν καὶ μετ’ ὀλιγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμνεν <ἂν> αὐτὸ εἶδος ἔχον τὸ μὲν πρῶτον αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν.

Οὖτος ἐν Κρότωνι τῆς Ἰταλίας ἄμα τοῖς μαθηταῖς έμπτρισθεὶς διεφθάρη. ἔθος δὲ τοῦτο ἦν παρ’ αὐτῷ, ἐπειδὰν προσίῃ τις μαθητευθησόμενος, πιπράσκειν τὰ ὑπάρχοντα καὶ τὸ ἀργύριον κατατιθέναι ἐσφραγισμένον Παρὰ τῷ Πυθαγόρᾳ, καὶ ὑπέμενε σιωπῶν ὁτὲ μὲν ἔτη τρία, ὁτὲ δὲ πέντε καὶ μανθάνων· αὖθις δὲ Μεὶς ἐμισγετο τοῖς ἑτέροις καὶ παρέμενε μαθητὴς καὶ συνειστιᾶτο ἄμα, εἰ δ' οὔ, ἀπελάμβανε τὸ ἴδοιον καὶ ἀπεβάλλετο.