Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. τὰς μὲν οὖν ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναί φησιν, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς, τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν. οἶον τέσσαράς φησιν εἶναι ἀρετάς, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν· τούτων ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ' ὑπερβολὴν καὶ μείωσιν, οἶον τῇ μὲν φρονήσει ἀφρο- σύνην κατὰ μείωσιν, πανουργίαν δὲ καθ' ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ’ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ’ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν κατὰ μείωσιν, θρασύτητα καθ’ ὑπερβολήν. ταύτας δὲ ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν.

τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὄταν τις ὄσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως. τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται.

λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. τὰς δὲ [*](6–9 Stob. II 55,11 — 13W.; Albinus 27 S. ISO, 8–11 ; vgl. Divisiones Aristoteleae S. 1 M.; Apul. II 10 –9 —12 Albinus 30 S. 184, 10–15; Apul. II 5; Frachter XLI 600, Quelle Ariet. Nik. Ethik II 6 p. 1107a, διὸ κατὰ μὲν τὴν οὐσίαν . . . μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότης — 11 fiF vgl. deu Αbriß peripatetischer Ethik bei Stob. Π 137, 24. 140, 18ff — 17f Albinus S. 183, 24 — 20–22 Theätet 176 B; Albinus 28 S. 181, 16–21; Stob. II 49, 9W. Albinus 29 S. 183, 14; Apul. II 5 S. 108, 5 imimodam 6 S. 108, 22 — 24–S. 23, 2 Albinus 30 S. 183, 22 — 24 ἀλλ’ οὐδὲ συνέπονται αἱ κακίαι ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν, vgl. Apul. Ι 6 S. 108, 20. 21 (Strache S. 97)) [*](1 αἰωνίοις Miller: αἰωνίαις L Β, αἰωνιαίως Ο 2 τὸν > Ο 6 τι) τι Τ 7 οὐκ ἔστι Τ 10 φασίν HSS, verb. Wolf 10 τιμ. — 11 ἀρετῆς nach Ζ. 10 φησίν Cruize 11 μὲν > Cruize 12 φασὶν HSS, verb. Roepcr Ι ἀφροσύνη LB 16 ἀκολασία Β 16 δικαιοσύνη — 17 τῇ δὲ > Β 16f δικαιοσύνῃ πλεονεξίαν Τ 18 θρασύτητα Β: σκαιότητα, θράσος übergeschr. L, θράσος Ο 21 ὄσιός τις L 23 ἀλλήλους Β 24 ἀλλήλοις Β)

23
κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις.

εἱμαρμένην φησὶν εἶναι, οὐ μὴν πάντα καθ᾿ εἱμαρμένην γίνεσθαι, ἀλλ’ εἶναί τι καὶ ἐφ᾿ ἡμῖν, ἐν οἷς φησιν· »αἰτία ἑλομένου, θεὸς ἀναίτιος‘, καὶ »θεσμός τε Ἀδραστείας ὅδε«. οὕτω τὸ καθ’ εἱμαρμένην οἶδε καὶ τὸ ἐφ’ ἡμῖν· ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα·

εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δὲ καὶ σφάλμα τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι.