Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·

εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. τὰς μὲν οὖν ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναί φησιν, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς, τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν. οἶον τέσσαράς φησιν εἶναι ἀρετάς, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν· τούτων ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ' ὑπερβολὴν καὶ μείωσιν, οἶον τῇ μὲν φρονήσει ἀφρο- σύνην κατὰ μείωσιν, πανουργίαν δὲ καθ' ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ’ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ’ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν κατὰ μείωσιν, θρασύτητα καθ’ ὑπερβολήν. ταύτας δὲ ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν.

τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὄταν τις ὄσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως. τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται.