Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός. οὑτος ἒως Κύρου διέμεινεν. οὖτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως·

  • εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών,
  • αὐτὸς ὂμως οὐκ οἶδε, δόκος δ' ἐπὶ πᾶσι τέτυκται.
  • λέγει δὲ ὄτι οὐδὲν γίνεται οὐδὲ φθείρεται ούδὲ κινεῖται καὶ ὄτι ἒν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φξσὶ δὲ κοὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἒνα καὶ ὂμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν.

    τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀροιζομένων γίνεσθαι καθ’ ἑκάστην ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ' ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς.

    οὑτος τὴν θάάσσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν·