Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Λεύκιππος δὲ Ζήνωνος ἑταῖρος οὐ τὴν αὐτὴν δ'πκξαν διετήρησεν, ἀλλά φησιν ἄπειρα εἶναι καὶ ἀεὶ κινούμενα καὶ κινοὐμενα καὶ μεταβολὴν συνεχῶς οὖσαν. στοιχεῖα δὲ λἐγει τὸ πλῆρες καὶ #x003E; κενόν. κόσμους δὲ γίνεσθαι λέγει· λέγει· ὂταν μέγα κενὸν ἐκ τοῦ περιέχοντος ἀθροισθῇ πολλὰ σώματα καὶ συρρυῇ, προσκρούοντα ἀλλήλοις συμπλέκεσθαι τὰ ὁμοιοσχήμονα καὶ παραπλήσια τὰς μορφάς, καὶ περιπλεχθέντων ἄστρα γίνεσθαι, αὒξειν δὲ καὶ φιὀνειν διὰ τὴν ἀνάγκην. τίς δ’ ἂν εἴη ἡ ἀνάγκη, οὐ διώρισεν.