Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

12a. Nicetas Thesaur. ebd., Folge des Citats aus Philostorgius [unmittelbar nach σταθηρότερος ob. S. 113, 33]: Ὁ μὲν οὖν Ἀπολινάριος καὶ ὁ Βασίλειος κατὰ τῆς ἀπολογίας ἡς Εὐνόμιος ἐξήνεγκεν ἐγραψάτην· τοῦ δὲ Γρηγορίου (καὶ τοῦτό τις εἰς συνέσεως ἀπόδειξιν οὐχ ἥκιστα λάβοι) διαγνόντος ὁπόσον αὐτῷ πρὸς ἐκεῖνον ἠν τὸ τῆς δυνάμεως μέσον καὶ τὴν ἡσυχίαν ἀσπασαμένου, μόνον δέ τινα τῶν Εὐνομίου κεφαλαίων ἐν τῷ Περὶ υἱοῦ λόγῳ ἀνατρέψαντος ὡς ἐν εἴδει τῆς πρὸς Ἀνομοίους ἀντιρρήσεως, ὁ δὲ Εὐνόμιος Ἀπολινάριον μὲν οὐδὲ ἀντιρρήσεως ἠξίωσε (καὶ γὰρ τῷ ὄντι πλαδαρὸς εἰς ταῦτα ἀπήντησε καὶ ἀουστρεφής), Βασιλείῳ δὲ ἀντεῖπεν ἐν πέντε λόγοις. ὦν τοὺς δύο τοὺς προεκδοθέντας δεξάμενος Βασίλειος ὑπὸ τῆς δυσθυμίας τὸν βίου ἀπέλιπε. κα περὶ μὲν Εὐνομίου τοσαῦτα.

[*](21 Gregor. Nazianz. Orat. XXIX f PG 36, 73 u. 104)[*](22 δὲ s. Register | 25 τῆσ V > LP)

12 b Photii Bibliotheca Cod. 40, ob. S. 3, 5 ff: ὑτος δὲ ὁ φιλοστόργιος, καίτοι κατὰ τῶν ὀρθοδόξων λυσσῶν, Γρηγορίου μὲν τοῦ θεολόγου καθάψασθαι οὐκ ἐτόλμησεν, ἀλλὰ καὶ τὴν παιδείαν καὶ ἄκων συνομολογεῖ. Βασιλείου δὲ τοῦ μεγάλου ἐπεχείρησεν ὑφᾶναι μῶμον, δι’ οὖ λαμπρότερον ἔδειξεν. τὴν μὲν γὰρ ἰσχὺν καὶ τὸ κάλλος τῆς ἐν ταῖς πανηγύρεσιν ὁμιλίας ὑπ' αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐβιάσθη συμφθέγξασθαι, θρασὺν δὲ αὐτὸν ὸ δείλαιος άποκαλεῖ καὶ ἀντιλογικῶν λόγων ἄπειρον, ὅτι, φησίν, άπετόλμησεν Εὐνομίου ταῖς συγγραφαῖς ἀντιτάξασθαι.

[*](31 f vgl. ob. S. 112, 11 ff f 33 ff vgl. ob. S. 113 | 35 θρασὺν wie Eunom. bei Gregor. Nyss. C. Eunom. 1 PG 45, 272 D 2; zu Ζ. 35 f vgl. auch ebd. 280 A)
115

περιφανῶς καὶ ἀναίδην καταψεύδεται· μὴ γὰρ λέγειν αὐτοὺς ἄνθρωτον [*](Phot.) γεγενῆσθαι τὸν υἱόν, ἀλλ’ ἐνοικῆσαι ἀνθρώπῳ, καὶ ταύτῃ διαζυγῆναι τὸν Ἀπολινάριον τῆς μοίρας αὐτῶν. αἰτιᾶται δὲ κἀκεῖνον, οὐκ ἐφ’ οἶς τοῖς εὐοεβἐσι παρέσχεν αἰτίαν, ἀλλ’ εἰς ἑτέραν αὐτὸν κατασύρειν εἰσάγει σπουδήν. λέγει δὲ μετὰ τῶν ἄλλων ὅτι καὶ τὴν τῶν σωμάτων ἀνάστασιν ἀπεκήρυξεν.

14. Ὅτι, φησίν, Ἀπολινάριος κατὰ Πορφυρίου γράψας ἐπὶ πολὺ κρατεῖ τῶν ἠγωνισμένων Εὐσεβίῳ κατ' αὐτοῦ, ἀλλὰ καὶ τῶν Μεθοδίου κατὰ τῆς αὐτῆς ὐποθέσεως σπουδασμάτων.