Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

3. Αὐτὸς δὲ ἐν Σερμίῳ παραγενόμενος διῆγεν.

[*](1—5 vgl. Ammian. Marcellin. XV 8. Zosim. III 1 f. Sozomen. IV 21, 6 u. V 2, 20. Socrat. III 1, 25. Theophylact. Bulgar. Passio XV Martyrum 9 PG 126 164 C. Chronic. Paschal. a. 355. Theophan. 45, 6. Synops. 56, 9)[*](* 1–5 Niceph. H. E. IX 32 PG 146, 356AB)[*](3 αὐτῶ Val. αὐτ(οῦ) B | 4 vgl. κατεγγυᾷ Zosim. III 2, 1 u. Sozom. V 2, 20 6 Σιρμίῳ ed.)

2a. Artemii Passio 15 [unmittelbar nach ἐτεθνήκει ob. S. 58, 26]: Ὁ δὲ Κωνστάντιος περὶ τοῖς πρόγμασι δείσας μὴ οὐχ οἷός τε ᾖ μόνος ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατής, ἄλλως τε καὶ τῶν Γαλατῶν ὀξύτατα δὴ καὶ ὁπότε προθυμηθεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων διά τε σώματος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετεμέλετό τε ἤδη τὸν Γάλλον ὑπεξελὼν καὶ λογισάμενος ὡς τὸ συγγενὲς του ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι μακρῷ πρὸς κοινωνίαν τῆς βασιλείας, Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος ἐν τῇ Μεδιολάνῳ Καίσαρα ἀνέδειξε· καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν ἑαυτοῦ Ἐλένην εἰς γάμον ἐκδοὺς καὶ τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξέπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας ἐσόμενον.

3 a. [ebd. Folge] Αὐτὸς δὲ εἰς Ἰλλυριοὺς ἀφικόμενος ἐν τῷ Σιρμίᾳ διῆγεν. § 16] ἀκούσας δὲ ὅτι οἱ Ἰστρου βάρβαροι μέλλουσιν ἐπιστρατεύειν τῇ τῶν Ῥωμαίων ἀρχῇ, ἀπάρας ἀπὸ τοῦ Σιρμίου, πρὸς τὸν Ἴστρον διέβη. καὶ πρὸς αὐτῇ τῇ ὄχθῃ χρόνον οὐκ ποιήσας, ποιήσας, ἐπεὶ τὰ τῶν βαρβάρων ἠρέμει συστήματα, πάλιν ἐπὶ τὴν Θρᾴκην ἤλαυνεν.

[*](17 μετέμελε τότε R τε 2> Τ Symeon | 18 ἤδη > R | Symeon, aber viell. Ζ. 19 εἶναι in ἐστι zu corrigieren | 19 ἀλλογενοῦσ MV Symeon ἀλλογενὲσ PRST | 21 μεδιολάνων T Symeon | 22 ἐλένην HSS, wieunt. Ζ. 39 | 26 διῆγεν — 29 ἤλαυνεν fehlt in S | nach δὲ + ταῦτα R, woher ταύτῃ Mendelssohn; ob ἐνταῦθα? | οἱ πέραντοι οἵστρου βάρβαροι R | 27 σερμίου T, Symeon wie im Text | πρὸς Mendelssohn | 28 ὄχθῃ] ὅχθη /////////////// P)

[zu 2 u. 2 a] Vgl. Zonar. XIII 10, 1: Κωνστάντιος δὲ μὴ οἶός τε ὢν τὴν ὅλην διευθύνειν μόνος ἀρχήν, τοσαύτην οὖσαν ὡς ἐξ ἄκρων σχεδὸν περάτων γῆς εἰς ἄκρα πέρατα καταντᾶν, ἐξ Ἀθηνῶν τὸν τοῦ Γάλλου ὁμαίμονα τὸν Ἰουλιανὸν μετακαλεσάμενος, Καίσαρά τε ἀνεῖπε καὶ Ἐλένην αὐτῷ τὴν οἰκείαν συνῴκισεν ἀδελφήν.

60
[*](Phot.)

Ἐν ῳ καὶ τὸν Ῥώμης ἐπίσκοπον Λιβέριον, ὑπὸ Ῥωμαίων ἐπιζητούμενον σφόδρα, τῆς φυγῆς κατάγει καὶ ἀποδίδωσι τοῖς αἰτησαμένοις. τηνικαῦτα δὲ οὑτός φησι καὶ Λιβέριον κατὰ τοῦ ὁμοουσίου καὶ μὴν καὶ κατά γε τοῦ Ἀθανασίου ὑπογράψαι, ὁμοίως δὲ καὶ τὸν ἐπίσκοπον Ὅσιον, συνόδου τινὸς ἐνταῦθα συστάσης καὶ εἰς ὁμοφωνίαν αὐτοὺς ὑποσπασαμένης· ἐπεὶ δὲ ὑπέγραψαν, τὸν μὲν Ὅσιον εἰς τὴν ἑαυτοῦ παροικίαν τὴν Κουδρούβην τῆς Ἰσπανίας ἐπανελθεῖν καὶ τοῦ θρόνου ἄρχειν, Λιβέριον δὲ τῆς Ῥωμαίων ἐκκλησίας. Φίληξ δέ, ὁ ἐν τῷ μεταξὺ χρόνῳ τῆς Ῥώμης ἐπίσκοπος καταστάς, εἰς ἑαυτὸν ἀπῄει, τὸ μὲν ἀξίωμα τῆς ἐπισκοπῆς φέρων, οὐ μήν γέ τινος ἐκκλησίας προϊσταμενος.

4. Ὅτι, Λεοντίου τοῦ Ἀντιοχείας ἐπισκόπου τελευτήσαντος, Εὐδόξιον, φησίν, ἐκ Γερμανικείας μεταστησάμενοι οἱ ὁμόδοξοι ἐπιβιβάζουσι τῷ θρόνῳ. ὁ δὲ τῆς Ἀρειανῆς μὲν δόξῆς ἦν, πλὴν ἐκ τῶν Ἀστερίου γραμμάτων εἰς τὸ κατ᾿ οὐσίαν ὅμοιον ὑπενήνεκτο. οἱ δὲ συναιρεσιῶται τοῦτον ἀναφέροντες πρὸς τὸ ἑτεροούσιον ἀνῆγον. ἐπιεικῆ δὲ τὸν Εὐδόξιον ὀ Φιλοστόργιος καὶ κόσμιον τὰ ἤθη καὶ τὰ ἄλλα δεξιὸν ἀναγράφων, εἰς δειλίαν ἐκτόπως διαβάλλει· καὶ Ἀραβισσὸν μὲν τῆς μικρᾶς Ἀρμενίας πόλιν πατρίδα λαχεῖν τὸν αὐτοῦ πατέρα Καισάριος ὄνομα αὐτῷ), μαρτυρικὸν δέ, καίτοι τῶν εἰς γυναῖ-

[*](1 — 8 vgl. Sozomen. IV 11 u. 15. Hieronym. Chronic, a. Abr. 2365 u. De viris illustr. 97. Libell. prec. praef. bei Epist. Avell. coli. I. Rufin H. E. X 28. Athanas. Apol. c. Arian. 89 u. Histor. Arian. 41 u. 45. Hilar. Fragm. bist. YI u. C. Constant. 11 — 3 vgl. die Anomöer bei Sozomen. IV 15, 3 — 4 ff vgl. Sozomen. IV 12, 6 u. 6, 13 — 9 vgl. Lib. pontifical. ed. Mommsen S. 78, 17 f. Acta Sanct. Aug. III 167 A 1. Theodoret H. E. II 17, 7 — ff vgl. Theodoret H. E. II 25 u. Haer. Fab. IV 2. Sozomen. IV 12, 3 f. Socrat. II 37, 7 f)[*](7 Ἱσπανίας ed. | 13 μεταστησάμενοι, οι aus ον corr., B | 13/14 ἐπιβιβάζονσι Μ ἐπιβάζουσι B | 19 ἁρμενίασ B)

3b. [zu Z. 4 f] Cod. von Cairo 86, Jhrdt XllI, f. 280 r [am Rand des Sokrates II 31, 4: Ἐπεὶ δὲ αὐτὸς (näml. ὁ Ὅσιος) παρῃτεῖτο πληγάς τε καὶ στρεβλώσεις τῷ πρεσβύτῃ προσέφερον· διὸ καὶ ἐξ ἀνάγκης ταῖς τότε (näml. ἐν τῷ Σιρμίῳ) ἐκδοθείσαις καὶ συνέθετο καὶ ὐπέγραψε]: ταὐτό φησι περὶ Ὁσίου καὶ Φιλοστόργιος, πλὴν τὴν ἀνάγκην καὶ τὰς πληγὰς οὐ προστίθησιν.

4a. Suidas s. v. Εὐδόξιος· ἐπίσκοπος Ἀντιοχείας, ἐξ Ἀραβισσοῦ τῆς μικρᾶς Ἀρμενίας. ὁ δὲ πατὴρ αὐτοῦ Καισάριος ἐπὶ Μαξιμιανοῦ

[*](36 — S. 61, 31 κατέθεσαν] εὐδόξιοσ ἐπίσκοποσ ἀντιοχείασ TU)
61

κας ἡττώμενον ἡδονῶν, ὅμως θάνατον διαθλῆσαι, καθάρσιόν τε τῶν [*](Phot.) μολυσμάτων καὶ πρός γε στεφάνους ἀθλητικοὺς ἐπιφέροντα.

5. Ὅτι Εὐδόξιος μέν, φησίν, εἰς διακονίαν Εὐνόμιον προχειρίζεται· ὁ δέ, πρὶν εἰς τὸ ἀκριβέστατον ἐκεῖνον τῆς δόξης ἀνελθεῖν, τὴν λειτουργίαν οὐ δέχεται.

6. Ὅτι, φησίν, Εὐδοξίου τὴν Ἀντιόχειαν ἐγχειρισθέντος, ὁ Ἀγκύρας Βασίλειος ἐδυσχέραινεν· αὐτὸς γὰρ ἐπ’ αὐτὴν εἶχεν τὸ βλέμμα τῇ γνώμῃ στηριζόμενον.

7. Ὅτι, φησί, τῆς Κωνσταντίου γυναικὸς τῷ τῆς μητρομανίας ἁλούσης πάθει, ἐξεκρέματο δὲ τοῖς ἱμέροις αὐτῆς ὁ Κωνστάντιος, εἰς ἀνάγκην ἧκε τὸν Θεόφιλον τῆς ὑπερορίας ἀνακαλέσασθαι· ἐφημίζετο γὰρ οὗτος παθῶν εἶναι θείᾳ δυνάμει θεραπευτής. παραγεγονότα δέ, καὶ συγγνώμην οἶς εἰς αὐτὸν ἥμαρτεν αἰτῆσαι κοὶ πρὸς τὴν τῆς γυναικὸς θεραπείαν ἐκλιπαρῆσαι, καὶ μὴ διαμαρτεῖν, ὡς οὑτος λέγει, τῆς αἰτήσεως. ἐπιθέντος γὰρ τὰς ἱλαστηρίους χεῖρας τοῦ Θεοφίλου, ἀπαλλαγῆναι τοῦ πάθους τὸ γύναιον.

8. Ὅτι, φησί, Βασίλειος, συλλαβὼν μεθ’ ἑαυτοῦ τόν τε τῆς Σε-

[*](9 f vgl. Cedren. I 529, 15 Zonar. XITI 11, 29 f — — S. 62, 24 vgl. Eunom. bei Gregor. Nyss. C.Eunom. I PG 45, 256 — 260 A u. 265 BC. Sozomen. IV 24, 4f — 17—18 S. 62, 15 vgl. Sozomen. TV 13 f. Theodoret H. E. II 25, 3 ff)[*](1 καθάρσιόν Gothofred. καθαρσίων B | 4 ἐκεῖνον τῆς] τῆς ἐκείνων Val., unrichtig; ἐκεῖνον = τὸν Εὐδόξιον; vgl. ob. S. 60, 14 — 16 | 6 ἀντιοχείαν 8 ob τῆς γνώμης? | 9 τῷ Val. τὸ B; vgl. Cedren.: τῷ τῆς μητρομανίας περιέπεσε πάθει; μητρομανίας auch bei Zonar. | 11 εὐφημίζετο ed.)

τὸν τοῦ μαρτυρίου στέρανον ἀνεδήσατο, Καίτοι πρότερον ἡδονῶν [*](Suid.) ἥττων φανείς. ἀλλ’ ἐβουλήθη τὰς πρώτας κηλῖδας διὰ τοῦ μαρτυρικοῦ αἵματος ἀπορρύψασθαι. ἥλους γὰρ μεγάλους ἑκατέρου τῶν ποδῶν ἓξ τὸν ἀριθμὸν αὐτῷ διαπερονήσαντες, πυρὶ παρέδοσαν· καὶ ἐπειδὴ αὐτίκα πρὸς τὴν φλόγα χανὼν ἀπέθανεν, ἡμίφλεκτον ἔτι καὶ σῶν οἱ προσήκοντες τὸν νεκρὸν ἀνελόμενοι ἔν τινι ἀγρῷ Σουβὶλ λεγομένῳ κατέθεσαν.

[*](25 ἀνεδύσατο SE | ἡδονῆσ SV | 26 ἀλλ’ — 27 ἀπορρίψασθαι > τοῦ BE > AR | 27 ob ἥλοις γὰρ μεγάλοις ἑκάτερον? | ἑκατέρου ἑκα τῶν ποδῶν nach 28 διαπερονήσαντες ~ SV | nach ποδῶν + αὐτοῦ E 28 τὸν ἀριθμὸν aus τῶν ἀριθμῶν corr. AS > E | αὐτῶ R αὐτοῦ ABs > καὶ ἐπειδὴ — 31 κατέθεσαν] ἐτάφη ἔν τινι τόπω σούβιλον λεγομένω SV | 29 Χανὼν] χωρῶν BE | σῶιν A σῶον BE | 30 σουβὶ AR)
62
[*](Phot.)

βαστείας Εὐστάθιον καὶ ἑτέρους ἐκκλησιῶν προεστῶτας, τόν τε Ἀέτιον μάλιστα εἶτα δὲ καὶ τὸν Εὐδόξιον πρὸς τὸν βασιλέα διασύρει, ἄλλα τε πλάττων περὶ αὐτῶν καὶ ὡς εἴησαν μύσται καὶ κοινωνοὶ τῆς κατὰ Γάλλον ἐπαναστάσεως, συμπεριλαβὼν ταῖς κατ’ ἐκείνων διαβολαῖς καὶ τὸν Θεόφιλον. ὁ δὲ πεισθείς, μάλιστα δὲ διὰ τῶν γυναικῶν ταύτας γὰρ οἱ περὶ Βασίλειον πρὸς τὴν ἑαυτοῦ γνώμην προκατειρrάσαντο), τῷ μὲν Θεοφίλῳ ζημίαν ἐπιβάλλει τὴν ἐν τῷ Πόντῳ Ἡράκλειαν οἰκεῖν ὑπερόριον, τὸν δὲ Εὐδόξιον τῆς Ἀντιοχείας ἀποστάντα διαμένειν οἴκοι, Ἀέτιον δὲ καὶ ἑτέρους τινὰς τῶν σὺν αὐτοῖς εἰς τὴν τῶν διαβαλλόντων διδωσιν ἐξουσίαν. ἐτύγχανον δὲ οἱ περὶ Βασίλειον καὶ κατὰ πρόσωπον τοῦ βασιλέως περὶ τῆς πίστεως διειλεγμένοι, έν οἷς τὸ μὲν ὄμοιον τῷ πατρὶ λέγειν κατὰ πάντα τὸν υἱὸν διετρανοῦτο, οὐσίας δὲ ὅλως οὐδὲ ὀνόματι μνήμη τοῖς ἄλλοις λόγοις συνεισήγετο. ταύτην δὲ τὴν δόξαν καὶ συνόδου κρίσει καὶ ὑπογραφαῖς βεβαιῶσαι διεσπούδασαν. μετ’ οὐ πολὺ δὲ καὶ Εὐνόμιος, τῆς φήμης τῶν ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἀψηφισμένα, ἁλίσκεται κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται, πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδόξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο.

9. Ὅτι οἱ ἀμφὶ Βασίλειον ταῦτα διαπραξάμενοι πάντα, πανταχοῦ φοιτῶντες, τὸ ὁμοούσιον συνεκρότουν· καὶ πολλῶν πειθομένων καὶ τὸν Κωνσταντινουπόλεως Μακεδόνιον, καίτοι τοῖς περὶ Εὐνόμιον προαποκεκλιμένον, εἰς τὴν ἑαυτῶν ὅμως ἐπεσπάσαντο δόξαν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους τῶν ἐπισκόπων, τοὺς μὲν ὑπάγοντες γόγοις, τοὺς δὲ τῇ πειθῷ συνεπικεραννύντες τὴν βίαν.

[*](3f vgl. Sozomen. V 5, 9 — 12 ff vgl. Socrat, II 37, 18 ff. Athanas. De synod. 8 — 20 f vgl. Theodoret Haer. Fab. IV 3 Anfang)[*](* 2–8 Niceph. H. E. IX 18 PG 146, 297 A)[*](3 περὶ M π(αρὰ) B | 6 ob ἑαυτῶν wie unt. Ζ. 28? | 13 μνήμη Lowth μνήμησ Β | 17 χειτονίαν Β | πρέσβυς GoVnohQA. πρέσβισ B | 19 Μιδαῖον ed. | φυγαδεύται B, corr. M | 22 ἁρμενίαν B | 23 ob <τῶν> περὶ τὁν? 30 τῆ πειθῶ B τὴν πειθὼ Val., ob τῇ πειθοῖ? | τὴν τὴν βίαν τῆ βία B)
63

Kirch engeschichte Π — 11 63 10 Ὅτι Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Νάρκισσον τὸν Εἰρηνουπόλεως Phot. καὶ ἑτέρους σὺν αὐτοῖς, ἐν Σιγγηδόνι τῆς Μυσίας παραγενομένους, τὸν Κωνστάντιόν φησιν ἀναδιδάξαι τὰ παρὰ του Βασιλείου δεδραματουργημένα· καὶ τὸν καταπλαγέντα καὶ ὑπεραλγήσαντα τῶν μὲν μεθορίων τοὺς κατεψηφισμένους ἀνεῖναι, συνόδους δὲ γενέσθαι προστάξαι δύο, τὴν μὲν ἐν Ἀριμήνῳ τοὺς ἀπὸ Δύσεως συναλίζουσαν, τὴν δὲ τοὺς ἐξ Ἑῴας καὶ Λιβύης καὶ Θρᾴκης ἐν Νικομηδείᾳ, αἳ τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα δοκιμασίαις ἔμελλον παραβάλλειν. ἀλλὰ τὴν μὲν ἐν Νικομηδείᾳ, ὡς οὗτος ὁ δυσσεβὴς δυσφημεῖ, τῶν πλειόνων πρὸς τὸ ὁμοούσιον νενευκότων, σεισμὸς ἀναστέλλει, ὃς τοῖς προκαταλαβοῦσιν, εἰς δεκαπέντε τὸν ἀριθμὸν ἀνηνεγμένοις, ἅμα τοῦ ταύτης ἐπισκόπου Κεκροπίου ἐπικατασείσας τὸν ναὸν ἐν ᾡ συνεδρίζον διαφθείρει. ἡ δὲ ἐν Ἀριμήνῳ | εἰς τριακοσίους ἄνδρας συνελθοῦσα τὸ μὲν τῆς οὐσίας ὄνομα εἰς τὸ παντελὲς διώσατο, ὅμοιον δὲ τὸν υἱὸν τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνακηρύξασα ὑπογραφαῖς ἰδίαις κατησφαλίσαντο. Ὅτι, τῆς Νικομηδείας σεισμῷ καὶ πυρὶ καὶ θαλάσσης ἐπικλύσει κατερειπωθείσης, ὡς οὗτος λέγει, καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἡ σύνοδος ἐν Σελευκείᾳ τὴν σύστασιν λαμβάνει· τῶν μὲν περὶ Βασίλειον τὴν Νίκαιαν παραιτησαμένων, τῶν δὲ ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀέτιον τὴν Ταρσὸν οὐ προσηκαμένων. οἱ δὲ περὶ Βασίλειον, μηχαναῖς τὴν σύνοδον διαστήσαντες καὶ καθ᾿ ἑαυτοὺς συνεδριάσαντες, κυροῦσι μὲν τὸ κατ’ οὐσίαν ὅμοιον, τοὺς δ’ ἀντιφερομένους καθαιροῦσιν, ἀποκηρύξαντες τὸ ἑτεροούσιον, καὶ χειροτονοῦσιν αὐτοὶ καθ ἑαυτοὺς ἐπίσκοπον τῆς Ἀντιοχείας Ἀνιανόν· πλήν γε καὶ οἱ περὶ Εὐδόξιον καὶ Ἀέτιον, τὸ ἑτεροούσιον ἐγγράφως κρατυνάμενοι, πανταχοῦ τὸν τόμον διαπέμπουσιν.

[*](5 ff vgl. Socrat. II 37, 1 ff — 9 ff u. —19 vgl. Sozomen. IT 16, 4. Chronic. Paschal. a. 359. Theophan. 45, 25. Socrat. II 39, 2. Ammian. Marcellin. XVII 7 — 13–16 vgl. Sozomen. IT 19, 9 ff. Hieronym. Adv. Luciferianos 18 — 19 ff Socrat. II 39, 3 f. Sozomen. IV 16, 1 f u. 16. Theodoret H. E. II 26, 1 — 2127 Sozomen. IV 22. Socrat. II 39, 5 ff. Theodoret H. E. II 26, 4 ff 1/2 Εἰρηνοπόλεως ed. | 2 συγγηδόνι, υ in ε corr., B Σεγγιδόνι M, ich corrigiere | 3 περαὶ B | 6. 13 u. immer Ἀριμίνῳ ed. | 11 τοὺς προκαταλαβόντας Lowth, aber s. Register ἐπικατασείω | ἀνηνεγμέν(ουσ) B, corr. Val. 20 Νικαίαν ed. | 24 ἑτεροούσιον, ἑτεροου auf Rasur, B)
64
[*](Phot.)

12. Ὁ δὲ βασιλεὺς ταῦτα μαθὼν προσέταξεν ἅπαντας εἰς τὴν Κωνσταντινούπολιν ἀπαντᾶν, καὶ δὴ συναθροίζονται ἔκ τε τῶν Ἑσπερίων καὶ τῆς Ἑῴας καὶ Λιβύης μικροῦ σύμπαντες. προειστήκεισαν δὲ τῶν μὲν κατ’ οὐσίαν ὅμοιον πρεσβευόντων Βασίλειός τε καὶ Εὐστάθιος· οἷς ἄλλοι τε καὶ Βασίλειος ἕτερος παρῆν συνασπίζων, διακόνων ἔτι τάξιν ἔχων, δυνάμει μὲν τοῦ λ·έγειν πολλῶν προφέρων, τῷ δὲ τῆς γνώμης ἀθαρσεῖ πρὸς τοὺς κοινοὺς ὑποστελλόμενος ἀγῶνας. τῶν δὲ τὸ ἑτεροούσιον Ἀέτιος μὲν καὶ Εὐνόμιος ὑπῆρχον, οἱ τὴν δύναμιν ἄκροι, διακόνων ἑκάτερος βαθμὸν ἀνέχων· ἐπίσκοποι δὲ δευτεραγωνιστῶν χορὸν ἐκπληροῦντες Μάρις τε καὶ Εὐδόξιος, ὁ τότε τῆ.ς Ἀντιοχείας ἐπισκοπήσας, ὕστερον δὲ καὶ τὸν Κωνσταντινουπόλεως ὑπελθὼν θρόνον, καὶ δὴ καὶ Ἀκάκιος ὁ τῆς Παλαιστίνων Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν ἐφ᾿ ᾡ τοὺς περὶ Βασίλειον ἀντιλυπῆσαι, διότι κἀκεῖνοι Κύριλλον, τῶν Ἱερσολύμων ὑπαὐτοῦ παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφερον. ἦν δὲ ὁ Ἀκάκιος μὲν θαρσαλέος μὲν ἐν τοῖς ἀγῶσι, διανοηθῆναί τε πράγματος φύσιν ὀξὺς καὶ λόγῳ δηλῶσαι τὸ γνωσθὲν ἱκανός. ἐξ οὑ καὶ τὰ ταύτης τῆς συνόδου γράμματα (πολλὰ δέ ἐστιν) οὑτος ἠν μόνος διατιθέμενος.

Εἰς ἅμιλλαν οὖν δογμάτων ἑκατέρας μοίρας καταστάσης, ὁ μὲν Βασίλειος τῶν τὸ ὁμοούσιον δοξαζόντων προηγόρει, οἱ δὲ τοῦ ἑτεροουσίου ὑπὲρ ἁπάντων λέγειν τὸν Ἀέτιον προὔστησαν, συνασπίζοντος αὐτῷ καὶ Εὐνομίου. ὡς δὲ εἶδον οἱ ἀμφὶ τὸν Βασίλειον προβεβλημένον αὐτοῖς εἰς ἀντιλογίαν τὸν Ἀέτιον, δείσαντες αὐτοῦ τὴν δύναμιν τῶν λόγων, οὐκ ἔφασαν δεῖν ἐπισκόπους ὄντας διακόνῳ περὶ δογμάτων εἰς λόγους καθίστασθαι. ἀντειπόντων δὲ τῶν διαφερο-

[*](1 ff vgl. Chronic. Paschal. a. 360. Sozomen. IV 23 f. Socrat. H 41. Theodoret H. E. II 26, 11 ff — 7 vgl. Eunom. bei Gregor. Nyss. C. Eunom. I PG 45, 273 — 276. 288 B 4 ff u. 289 D 4 ff)[*](4 ob <τὸ> κατ᾿ οὐσίαν? | 6 τῷ Val. τ(ῶν) Β | 7 ἀγῶνας wohl auch 1. 1. PG 45, 276, A 1, B 1 u. 9 usw. | 8 οἱ] οἳ ed. | 9 ἀνέχων] ἔχων M | 10 μάρησ B, ich corrigiere | ὁ τότε Val. ὅ, τε B | 16 μὲν1] Gothofred. | 25 περὶ M π(αρὰ) B)

12a. [zu Z. 15–17] Photii Bibliotheca Cod. 40 ob. S. 2, 28 ff: δὲ (näml. ὁ Φιλοστόργιος) Ἀκακίου μάλιστα τοῦ Καισαρείας κατἀ Παλαιστίνην ἐπισκοπήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν ἄμαχον, μεθ’ ὧν καὶ πάντων φησὶ κατισχῦσαι, τῶν τε ὁμοφρόνων δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάντων, καὶ τῶν τἀναντία θρησκευόντων.

[*](33–38 vgl. unt. S. 66, 18 ff)
65

μένων ὡς οὐκ ἀξίας νῦν ἐστι κρίσις ἀλλ᾿ ἀληθείας ἐπιζήτησις, [*](Phot.) δέχονται μὲν καὶ ἄκοντες οἱ περὶ Βασίλειον τὸν ἀγῶνα· καί, ὡς οὑτος λέγει, κατὰ κράτος τῇ τοῦ Ἀετίου γλώσσῃ ἡττήθησαν, ὡς μὴ μόνον ὁμολογῆσαι παρηλλάχθαι τὴν τοῦ γεννηθέντος οὐσίαν πρὸς τὴν τοῦ γειναμένου καὶ κατὰ μηδὲν κοινωνεῖν, ἀλλὰ καὶ χειρὶ οἰκείᾳ τὴν ὁμολογίαν, Ἀετίου τοῦτο προσαπαιτήσαντος, Βεβαιώσασθαι.

Μαθόντα δὲ ταῦτα τὸν βασιλέα καὶ ἣν πάλαι Βασίλειος κατὰ Ἀετίου διαβολὴν συνεσκευάκει κατὰ μέσης τῆς καρδίας ἀκμάζουσαν φέρονται τὸ συνενεχθὲν ἁρπάσαι πρὸς τὴν τῆς ὀργῆς ἐκπλήρωσιν. διόπερ ἄμφω μὲν εἰς θέαν παρίστησι, διαπυνθάνεται δὲ τοῦ Βασιλείου τίνα ἂν εἴη οἷς ἐπαιτιᾶται τὸν Ἀέτιον. ὁ δέ· ὡς ἀνόμοιον«, ἴφη, τῷ πατρὶ τὸν υἱὸν εἰσηγεῖται«. ἀμείψασθαι δὲ πρὸς ταῦτα τὸν Ἀέτιον τοσοῦτον ἐνδεῖν τῷ πατρὶ τὸν υἱὸν ἀνόμοιον εἰπεῖν ἢ δοξάσαι, ὥστε καὶ ἀπαραλλάκτως ὅμοιον αὐτὸν κηρύττειν. τῆς δὲ τοῦ ἀπαραλλάκτου φωνῆς ὑποδραξάμενος ὁ Κωνστάντιος, καὶ μηδ ἀνασχόμενος ὅλως ἔτι καταμαθεῖν καθ᾿ ὃν ἐκεῖνος τρόπον ἀνεφθέγξατο τὸ ἀπαράλλακτον, ἐκβληθῆναι μὲν κελεύει τῶν βασιλείων τὸν Αέτιον· ὕστερον δὲ τῇ συνδρομῇ Ἀκακίου καὶ καθαιρέσεως ὑποβληθῆναι ψήφοις, οὐ τῶν ὀρθοδοξούντων μόνων ὑποσημηναμένων τῇ καθαιρέσει, ἀλλὰ καὶ αὐτῶν τῶν εἰς τὰ μάλιστα τῷ φρονήματι κοινωνούντων, τῶν μὲν καὶ τὴν γωώμημ μεταβληθέντων, τῶν δὲ τὴν ἀκούσιον πρᾶξιν οἰκονομίας ῥήματι κατασχηματιζόντων. ὁ δὲ Κωνστάντιος, τὸν τῶν Ἑσπερίων τόμον προκομισάμενος, τούτῳ καὶ τῶν παρόντων τοὺς ἄλλους ὑποσημήνασθαι χειρὶ οἰκείᾳ διεκελεύσατο. περιείχετο δὲ τῷ τόμῳ ὅμοιον τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνομολογεῖν τὸν υἱόν. καὶ πάλιν ἐνταῦθα συνδρομῇ τοῦ Ἀκακίου, ὃς ἕτερος μὲν ἦν τὴν δόξαν, ἕτερος δὲ τὴν γλῶτταν, ὑπογράφουσι πάντες ὅσοι παρῆσαν, καὶ ὄσοι πρὶν ἐπρέσβευον τὸ ἑτεροούσιον.

[*](7 f s. ob. S. 61, 17 ff — 18–22 vgl. unt. S. 66, 14–18 — 25 f 30 De synod. 30. Socrat. II 41, 8 ff)[*](1 πιζήτησισ B | 19 τῶν Gothofred. τ(ὴν) B | μόνων aus μόνον corr. B 23 τούτῳ Bidez τούτων B τοῦτον Val. | 24 τοὺς ἄλλους > ed.)

12b [zu Z. 18 ff u. unt. S. 66, 14 ff] Photii Bibliotheca Cod. 40 ob. S. 2, 16 ff: Οὗτος δὲ ὁ Ἀέτιος παρ’ αὐτῶν μὲν τῶν συναιρεσιωτῶν διὰ τὸ κἀκείνους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος (näml. ὁ Φιλοστόργιος) καὶ μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη.

66
[*](Phot.)

1. Ὅτι, φησί, μετὰ ταῦτα Ἀκάκιος τοὺς περὶ Βασίλειον καὶ Εὐστάθιον, βασιλέα πείσας καὶ αἰτίαις ἄλλους ἄλλαις ὑποβαλών, καθαιρεῖ τῶν θρόνων. καθαιρεῖ δὲ καὶ Μακεδόνιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον. παυθέντος δὲ τοῦ Μακεδονίου, Εὐδόξιος ἐξ Ἀντιοχείας Κωνσταντίου γνώμῃ ἀντικαθιδρύεται τῷ θρόνῳ. ὑπερορίζονται δὲ καὶ οἱ καθαιρεθέντες, Βασίλειος μὲν εἰς Ἰλλυριούς, οἱ δὲ λοιποὶ ἄλλος ἀλλαχόσε· οἳ πρὸς τὴν ὑπερορίαν στελλόμενοι ἀθετοῦσι μὲν τὰς οἰκείας ὑπογραφάς, αἷς τὴν ἐν Ἀριμήωῳ πίστιν ὑπεσημήναντο· ἀνακηρύττουσι δὲ πάλιν οἱ μὲν τὸ ὁμοούσιον, οἱ δὲ τὸ ὁμοιοούσιον. καὶ ὁ Ἀέτιος δέ, καθαιρεθεὶς διότι τὸ ἀπαράλλακτον εἰσηγήσατο, ὅπερ αὐτοῦ ταῖς ἄλλαις ὁμιλίαις καὶ συγγραφαῖς διαρρήδην ἀπεμάχετο, ὑπερόριος εἰς Μοψουεστίαν τῆς Κιλικίας ἐκπέμπεται, ὐπογραψάντων κατ’ αὐτοῦ, οὐ μόνον δὲ ἀλλὰ κα κατὰ τῆς πίστεως ἣν ἐκήρυττεν, μικροῦ πάντων αὐτοῦ τῶν ἐνιστῶν καὶ ὁμοφρόνων, τῶν μὲν ἐκ μεταβολῆς τῶν πάλαι δεδογένων, τῶν δὲ τοῖς καιροῖς ἐνδόντων καὶ τὴν τοῦ βασιλέως γνώμην κρείττω τῆς παρὰ σφίσιν ἀληθείας ποιησαμένων. ὁ δὲ Ἀκάκιος, τοὺς περὶ Βασίλειον δι᾿ ἰδίαν ἔχθραν καὶ τὸν Ἀέτιον διὰ τὸ ἑτεροδοξεῖν καθελὼν καὶ ὑπερορίους ποιησάμενος, ἀνατρέχων ἐπὶ τὴν Καισάρειαν ταῖς χηρευούσαις ἐκκλησίαις ἀρχιερεῖς καθίστη τὸ ὁμοούσιον θρησκεύοντας. καὶ καθίστησι μὲν ἐν Νικομηδείᾳ ἀντὶ Κεκροπίου Ὀνήσιμον, ἀντὶ δὲ Βασιλείου τῇ Ἀγκύρᾳ Ἀθανάσιον, Ἀκάκιον δὲ ἕτερον ἀντὶ Σιλβανοῦ τῇ Ταρσῷ. ἐν δὲ τῇ Ἀντιοχείᾳ, ὅσοι μέν ποτε τῶν ἐν τῷ κλήρῳ συνέπραξαν Βασιλείῳ ἐν τοῖς κατὰ τοῦ Εὐδοξίου καὶ Ἀετίου τολμηθεῖσιν ἐρήμην [*](1– S. 67, 9 vgl. Sozomen. IV 24 f. Theodoret H. E. II 27, —29, 1. Socrat II 42 f. Basil. C. Eunom. I 2 PG 29, 505 — 4–6 vgl. Chronic, ’aschal. a.) [*](1 Titel rot geschrieben B | 3 αἰτίαισ M σἰτίοισ B | 8 ὑπερόριον ed. 11 ὁμοιούσιον ed. | 18 ποιησαμένων Gothofred. ποιησαμε B | 25 ἀετίου καὶ εὐδοξίου B)

67
ἠλαύνοντο· Μελέτιον δὲ τῆς Σεβαστείας τῶν Ἀρμενίων μεταπαεμψάμενος [*](Phot.) ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κωνσταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τῇ τοῦ βασιλέως ῥοπῇ θεραπεύων τὸ ἑτεροούσιον ὑπεκρίνετο καὶ τῷ τόμῳ τῶν Ἑσπερίων ὑπέγραψεν· τοῦ δὲ τῆς Ἀντιοχείας ἐπάρξας θρόνου, θερμὸς ἦν τοῦ ὁμοουσίου ὑπέρμαχος. χειροτονεῖ δὲ καὶ Πελάγιον ὁ Ἀκάκιος ἐν Λαοδικείᾳ· καὶ ἁπλῶς, ἔνθα ἂν ἡ δύναμις εἵπετο, τὴν βουλὴν ἐδίδου κατὰ τὸ κράτιστον ἀντὶ τῶν ἐξελασθέντων τοὺς τὸ ὁμοούσιον εἰς τὸ ἀπροφάσιστον τιμῶντας ἐγκαθιστάναι.

2. Ὅτι, φησίν, μαθὼν ὁ βασιλεὺς παρὰ Ἀκακίου ὡς ὁ Ἀέτιος ὑπὸ Αὐξεντίου τοῦ Μοψουεστίας ἐπισκόπου ἐς τὰ πάλιστα φιλοφροσύνης σύνης ἀξιοῦται, εἰς Ἄμβλαδα τοῦτον μεθορισθῆναι παρακελεύεται,

[*](1–6 vgl. Sozomen. IV 28, 3 ff. Epiphan. Haeres. 73, Τι f. Socrat. II 44. H. E. II 31. Hieronym. Chronic, a. Abr. 2376 — 12f vgl. Epiphan. Haeres. 76,2 u. 73,38)

1 ἁρμενίων B | 4 ὑπεκλίνετο Val., wohl richtig; vgl. ob. S. 17, 21 | 8 ἐξελαθέντων M, wie ob. S. 46, 35; 43, 22 u. oft | 9 ἐγκαθιστάνει B, corr. Gothofred. 10 μαθὼν > aber am Rand hinzugefügt mit Hinweisungszeichen nach φησὶν Β

2a. [zu Z. 10 — 12] Suidas s. v. Αὐξέντιος· Μοψονεστίας ἐπίσκοπος, ὃς ἦν τῶν ὁμολογητῶν ὀνομαζομένων. ἠν δὲ παρὰ τῶν ἐπιφανῶς τῷ βασιλεῖ Λικινίῳ στρατευσαμένων τῶν ὑπογραφεων τουτου γενόμενος, οὓς δὴ νοταρίους Ῥωμαῖοι καλοῦσι. τὸ δὲ τῆς ὁμολογίας τοιόνδε γέγονεν εἶδος· ἦν ἔν τινι τῆς βασιλικῆς ἑστιας αὐλῇ κρήνη τε ὕδατος καὶ ἐπ’ αὐτῇ Διονύσου ἄγαλμα, καὶ ἄμπελος μεγάλη περικειμένη καὶ σκιερὸν ἐπιεικῶς καὶ συνηρεφῆ τὸν ἅπαντα τόπον ἐργζομένη. ἐνταῦθα ὁ Λικίνιος κατὰ πρόφασιν ἀπαγωγῆς ἀφικόμενος, τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆς θεραπείας παρεπομένων, εἰς τὴν ἄμπελον ἀνιδών, ἐθεάσατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν κλημάτων ἀπαιωρούμενον. τοῦτον προσέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ αὐτίκα τὸ προσηρτημένον ταῖς ἀναξυρίσιν αὐτοῦ μαχαίριον ἀφελόμενος ἔτεμε μηδὲν ὑπεδόμενος. ὁ οὖν Λικί-

[*](* 25 ἐνταῦθα — 26 ἀφικόμενος wiederholt Suidas s. v. Ἀπαγωγάς)[*](18 μομψονεστίασ TUAR | 19 nach ἐπίσκοπος + στρατιώτησ (στρατιότησ ἐπιφανὴσ λικινίου λικιννίου · καὶ ὁμολογητὴσ · διὸ καὶ παρ’ αὐτοῦ διωχθεὶσ παρὰ τῶν ἐντοπίων προεχειρίσθη ἐπίσκοποσ SV | παρὰ] περὶ B 19/20 ἐπιφανῶν BE | 20 λικινίω V u. (λικινίω A.) Α2 λικιννίων S | 21 SV | 22 τοιόνδε] τοιοῦτον U | 23 αὐλὴ TUAR | 25 u. 30 | λικίννιοσ A 26 αὐτὸν SV | 28 καὶ μέγαν > BE | μέγα SV | 30 ὑπειδόμενοσ so HSS)
68
[*](Phot.)

ἐκεῖ κακῶς ἀπορρῆξαι τὸν βίον διὰ τὸ βάβαρον καὶ μισάνθρωπον τῶν ἐνοικούντων. αὐχμοῦ δὲ καὶ λοιμοῦ τὴν χώραν ἔχοντος ἀνυποστάτου, ὡς οὗτος ὁ δυσσεβὴς ψευδολογεῖ, τὸν Ἀέτιον ἐξιλεωσάμενον τὸ θεῖον λῦσαι μὲν τὰ δεινά, παμπόλλης δὲ τυχεῖν ὑπὸ τῶν ἐνοικούντων εὐνοίας τε καὶ σεβασμιότητος.

3. Ὅτι, τῶν περὶ Εὐστάθιον καὶ Εὐσέβιον καὶ Ἐλεύσιον καθαιρεθέντων, οἱ ἀμφὶ τὸν Μάριν καὶ Εὐδόξιον γνώμῃ Κωνσταντίου τῆς

[*](6 ff vgl. Sozomen. IV 25, 6. Theodoret H. E. 11 27, 21; 29, 2 u. Haer. Fab. IV 3 PG 83, 417 A. Basil. C. Eunom. I 2 PG 29, 505 AB u. Eunom. bei Gregor. Nyss. C. Eunom. I PG 45, 285 A. Socrat. IV 7)[*](2/3 ἀνυποίστου ed. | 3 ὡς] καὶ M | δυσεβὴσ B, corr. M | 4 παμπόλησ B, corr. Gothofred. | 6 περὶ M π(αρὰ) B | 7 μάρην B, corr. Reading)[*](Suid.)

νιος πρὸς αὐτόν· θὲς τοίνυν τὸν βότρυν‘, ἔφη, πρὸς τοῖς τοῦ Διονύσου ποσίν‘. ὁ δέ· »μή, ὦ βασιλεῦ‘, ἀπεκρίνατο, Χριστιανὸς γάρ εἰμι«. κἀκεῖνος· »οὐκοῦν ἐκ ποδῶν οἰχήσῃ τῆς στρατείας ἀποπαυσάμενος· θάτερον γὰρ τοῖν δυοῖν ἀνάγκη ποιεῖν‘. ὁ δὲ μηδὲν μελλήσας τήν τε ζώνην ἑαυτοῦ λύεται καὶ ἄσμενος ἐξεχώρησεν ὡς εἶχε τῶν βασιλείων. καὶ αὐτὸν οἱ ἔφοροι μετὰ τινα χρόνον ὕστερον ἐπίσκοπον ἐστήσαντο τῆς Μοψουεστίας. τούτου δὲ ἀδελφὸς νεώτερος Θεόδωρος ἦν, ἀνὴρ τῶν Ἀθήνησι παιδευθέντων. ὃς καὶ αὐτὸς χρόνω ὕστερον ἐπισκοπὴν τῆς Ταρσοῦ ἐκκλησίας ἔτυχε κληρωσάμενος.

Ὁ γὰρ δὴ Ἀέτιος τὰ πρότερα δι’ ἑαυτοῦ τόν τε Εὐδόξιον αὐτὸν καὶ ἄλλους τοὺς πλείστου λόγου ἀξίους διδάσκων, ἐπειδὴ τὸν Εὐνόμιον εἰς τὸ τῆς διδασκαλίας προὐβίβασεν ἔργον, τούτῳ ἤδη κατὰ τὸ πλεῖστον ἀνθ’ ἑαυτοῦ διδασκάλῳ ἐχρῆτο πρὸς τοὺς ἄλλους καὶ τοὺς μάλιστα τελεωτέρας μαθήσεως δεομένους. καὶ γὰρ ἐκεῖνος μὲν ἠν ἀρχὰς παρασχεῖν ἄριστος, οὗτος δὲ τὰς δοθείσας ἐργάσασθαι καὶ σαφῶς τε ἅμα καὶ μεγαλοπρεπῶς ἑρμηνεῦσαι παρὰ πολὺ δυνατώτερος.

[*](13/14 διον AV διὁνυσίου sie S | 14 παισίν Τ | 15 ἐκποδὼν TURB 16 πιεῖν A | μελήσασ TUSVBE | 17 αὐτοῦ BE | 19 μοψουεστίασ SVBE μοψουεστίασ A μο in μομ corr. Α2 μουψουεστίασ TUR | Θεόδωρος > 20 ἀνὴρ > SV | 21 θαρσοῦ SV | ἔτυχεν ἐκ ἐκκλησίας ~ SV | 22 vor ’O ücke, oder war diese Stelle [Z. 22 — 28] in anderem Zusammenhang bei vgl. unt. Vin 18 | ὐδόξιον] Εὐνόμιον Val.; nichts zu ändern; über des Eudoxius Beziehungen zu Aetius, s. Sozomen. IV 13, 2f; Theodoret H. E. II 27, 9 u. 13; Athanas. De synod. 38 PG 26, 761 A, u. ob. IV 4–5 | 23 τοῦ SV> BE | 26 ἦν μὲν ~ SV | 28 τε ἅμα καὶ μεγαλοπρεπῶς >)
69

Κυζίκου τὸν Εὐνόμιον ἐπίσκοπον χειροτονοῦσιν, οὐκ ἄλλως ἐκείνου [*](Phot.) τὴν χειροτονίαν ἀνασχομένου, εἰ μὴ παρ’ αὐτῶν ὑποσχέσεις λάβοι τὸν Ἀέτιον καὶ τῆς ὑπερορίας καὶ τῆς καθαιρέσεως ἀθωωθῆναι· καὶ χρόνος ἦν ὁ τῆς προθεσμίας εἰς τρεῖς ἀπαρτιζόμενος μῆνας.

4. Ὅτι, φησίν, εἰωθὼς Κωνστάντιος τῶν πολεμίων κρατεῖν, ἐπειδὴ ὁμογνίῳ λύθρῳ τὴν δεξιὰν ἐξεμίανεν κοὶ τοὺς ἀμφὶ Θεόφιλον καὶ Ἀέτιον καὶ Σέρραν, διαβολαῖς ἀναπεισθεὶς Βασιλείου, ὑπερορίους ἐποιήσατο, πρὸς Πέρσας συμπλακεὶς τὸ ἧττον ἤνεγκεν.

5. Ὅτι φησὶν οὗτος ὁ δυσσεβὴς τὸν Ἀντιοχείας Μελέτιον ὑπὸ τοῦ Κωνσταντίου καὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατρίωοντος ὑπερόριον εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Μελιτινὴν ἐκπεμφθῆναι, ὡς ἐπιορκίαις ἁλόντα καὶ ὅτι, τὸ ὁμοούσιον πρεσβεύων ἐκτόπως, τὸ ἑτεροούσιον κατεσχηματίζετο. μεταπέμπεται δὲ ἐξ Ἀλεξανδρείας τὸν συναιρεσιώτην Ἀρείου Ἀρειου καὶ τούτῳ χεῖρας ἐπιθεῖναι τοὺς ἐπισκόπους κελεύσας, ἐπίσκοπον Ἀντιοχείας ἀποκαθίστησιν.

[*](6 f vgl. Julian. Epist. ad Atheniens. 271 A — 9–15 vgl. Theodoret H. E. 31, 10. Sozomen. IV 28, 9 f. Socrat. II 44, 5. Epiphan. Haeres. 73, 34f. Joh. Chrys. De S. Meletio If. Chronic. Paschal. a. 362 S. 547, 23. Hieronym. Chronic, a. Abr. 2376)[*](6 ὁμογνίῳ λύθρῳ s. ob. S. 58 | 11 ἐς ed. | ἐκπεμφθῆναι Bidez ἐκπέμψαι B | ἐπιορκίας oder <ἐπ> ἐπιορκίαις Loofs | 12 τὸ1 > ed. nach ἐκτόπως interpungiert B)
70
[*](phot.)

1. Ὅτι τὸν Εὐνόμιόν τινες τῶν έν τῷ κλήρῳ Κυζίκου διαβάλλουσιν ὡς ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγούμενον, τὸ μὴ κατ’ οὐσίαν ὅμοιον εἰς κατηγορίαν ἀνομοιότητος πατρὸς πρὸς υἱὸν μετασκευάζοντες· καὶ τὰ παλαιὰ δὲ μετακινεῖν ἔθη, καὶ τοὺς μὴ συνασεβεῖν ἐθέλοντας διασκευάζειν. ἐπὶ τούτοις θόρυβος τὴν Κωνσταντινουπολιτῶν ἐκκλησίαν εἶχεν, ἀνακινοῦντος αὐτὴν ἐπίτηδές τινος τῶν έν αὐτῇ πρεσβυτέρου, Ἡσυχίου τοὔνομα. διὸ μετάπεμπτον ὁ Εὐδόξιος τὸν Εὐνόμιον ποιεῖται. παραγεγονὼς δὲ ὁ μὲν τῆς βραδυτῆτος καὶ ὀλιγωρίας τῶν ὑπεσχημένων τὸν Εὐδόξιον ᾐτιᾶτο· ὁ δὲ περὶ τούτων μὲν ὑπεκρίνατο μὴ ἂν ἀμελῆσαι, δεῖν δὲ πρὶν τὴν περὶ αὐτοῦ γεγενημένην διαλῦσαι στάσιν. ἐντεῦθεν εἰς ἀπολογίαν ὁ Εὐνόμιος τῷ Κωνσταντινουπόλεως κλήρῳ καταστάς, οὕτω τοὺς πρὶν θορυβοῦντας εἷλεν, ὡς μὴ μόνον εἰς τὴν ἐναντίαν μεταστῆσαι δίξαν, ἀλλὰ καὶ μάρτυρας αὐτοῦ θερμοὺς τῆς εὐσεβείας γενέσθαι. καὶ γὰρ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν οὐ μόνον οὐδαμῶς ἐν οἷς ἐδημηγόρησε δογματίζειν ἐφωράθη, ἀλλά γε καὶ ὅμοιον κατὰ τὰς γραφας ἀνακηρύττειν ἐπαρρησιάζετο. τὸ μέντοι ὅμοιον κατὰ τὴν οὐσίαν οὐ προσίετο, ἴσον εἰς βλασφημίαν λέγων εἶναι ὄμοιον κατ’ οὐσίαν τῷ πατρὶ τὸν υἱὸν καὶ μὴ ὁμοιότατον φρονεῖν κατὰ τοὺς μονογενεῖ θεῷ πρὸς τὸν ἀπαθῶς γεγεννηκότα πατέρα προσήκοντας λόγους. οὐ μόνον δὲ τὸν κλῆρον οὕτως διέθηκεν, ἀλλὰ καὶ πάδημον ὅλην ἐκκλησίαν, τὰ αὐτὰ διαλεχθείς, εἰς μέγα καὶ γλυκὺ θαῦμα καὶ σοφίας καὶ εὐσεβείας εἱλκύσατο. ἐξ οὗ καὶ τὸν Εὐδόξιον ὐπεραγασθέντα ἀναβοῆσαι· »ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη [*](1 ff vgl. Sozomen. VI 26, 5 ff. Theodoret H. E. U 29, 2 ff u. Haer. Fab. IV 3 PG 83, 417 f. Socrat. V 24, 1 — 19 ff u. S. 71, 7 f vgl. Albertz, Untersuch, über die Schriften des Eunom., Diss. Halle a. S. 1908 S. 45 f u. 53 — 25 f I Kor. 9, 3) [*](1 Titel rot geschrieben B | 11 περὶ 1 M π(αρὰ) B | ἀπεκρίνατο Val. 14 εἷλεν aus εἷλον corr. B | 15 καὶ1 > ed. | 16 ἐδημιούργησε B, corr. vgl. unt. S. 71, 4)

71
ἐστίν‘, καὶ κρότον ἀγεῖραι τῷ πλήθει, ὡς εὖ καὶ κατὰ καιρὸν τὴν Phot. ἱερὰν ἀνειπόντος χρῆσιν.

2. Ὅτι ὁ δυσσεβὴς οὑτος Εὐνόμιον τὸν θεοστυγῆ κατ᾿ ἐπιτροπὴν Εὐδοξίου δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾑ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι μετὰ τὴν ἄφραστον κυοφορίαν συνάπτειν οὐ πεφρίκασι τῇ παρθένῳ καὶ τὸν υἱὸν ἀναιδέστερον τοῦ πατρὸς δοῦλον καὶ ὑπηρέτην, καὶ δὴ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ φοβερὸν οὐδὲν ἡγοῦντο λέγειν.

Ἔστι δὲ καὶ αὐτοῖς ἡ φράσις ἐν τούτοις πανηγυρικῆς χάριτος ἀπηλλοτριωμένη, ἀσαφείᾳ δὲ καὶ περιττολογίᾳ καὶ ῥημάτων οὐ καθαρῶν παραχρήσει εἰς τὸ ἀτερπέστατον καὶ καταγέλαστον καὶ τεταραγμένον εἶδος ἀνοιδουμένη, καὶ τὸν τῆς ψυχῆς γνόφον καὶ σόλον καὶ τὸ θεοβλαβὲς ἐνδεικνυμένη.