Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

15. Ὅτι πατρὶς Ἀετίῳ ἡ ἐν κοίλῃ γέγονεν Συρίᾳ· τοῦ δὲ παρτὸς αὐτοῦ τῶν ἐν στρατείᾳ δυσπραγέστερον ἐνηνεγμένων καὶ τὸν βίον ἐν τούτοις ἀπολιπόντος, τὴν μὲν οὐσίαν τὸν τηνικάδε ἄρχοντά φησι δημοσιῶσαι· νέον δὲ τὸν Ἀέτιον ὄντα εἰς ἔσχατον σὺν τῇ μητρὶ πενίας ἐλάσαι, καὶ διὰ τοῦτο ἐπὶ τὸ χρυσοχοεῖν ὁρμῆσαι, ὡς ἀν ἀμωσγέπως αὐτός τε καὶ ἡ γεννησαμένη διαβιῴη.

[*](8 vgl. Socrat. II 35, 1 u. 5. Basil. C. Eunom. Ι 1 — 12 vgl. Gregor. Nyss. 15 C. Eunom. 16 PG 45, 260 C ff. Theodor. Mopsuest. bei Nicetas Thesaur. V 30 PG 139, 1389 B * 1—7 Niceph. H. E. IX 17 PG 146, 292 B 7 — 8— S. 46, 15 ebd. 289 B 4 7 καταστῆναι Nie. καταστῆσαι B καταστῆσαι + τὴν ed. | 8 <Ἀντιόχεια> ἡ ἐν wohl herzustellen | 9 στρατιᾷ verlangt Val., wie unt. Z. 30; s. Register | ob ἐνηνεγμένων <γενομένου> vgl. unt. Ζ. 30f | 11 δημοσιεῦσαι ed. | 12 ἐνάσαι Β, aber so ß ἐν dem ἐλ des Wortes ἐλάσαι sehr ähnlich aussieht, ἐλάσαντα Nie, woher ἐλάσαι Gothofred.; s. unt. Ζ. 32 | 13 διαβιῷ ed.)

15a. Nicetas Thesaur. V 30 PG 139, 1389 C: Ὅτι δὲ χρυσοχόος ὁ Ἀέτιος ἦν. μαρτυρεῖ καὶ Φιλοστόργιος ὁ τούτῳ σύμφρων ἐν τῷ τρίτῳ τῆς ἱστορίας λόγῳ· »χωρήσας γοῦν«, φησίν, »ἐπὶ χρυσοχοΐαν ὁ Ἀέτιος ἀκρότατος γέγονε χρυσοῦ χειρουργός‘. 26 ὁ > LP

15b. [zu Ζ. 8 — S. 47] Suidas s. v. Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτοῦ, τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφεία. αὐτὸς δέ, εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός

[*](15b fehlt in V; stark ürzte Fassung (ἀέτιοσ· διδάσκαλοσ εὐνομίου· ἐξ ἀντιοχείασ τὸ γένοσ παρτόσ εὐτελοῦσ στρατιώτου· χρυσοχοὸσ τὸ πρῶτον ἦν· εἶτα συγγενόμενοσ τῶ παυλίνω τῶ τυρίω πολὺσ ἐγένετο εἰσ ἀσέβειαν) in S 30 αὐτῶ ARB, ῶ in οῦ corr. Β2 | δυσπραγέστεροσ ΒΕ | 30/31 ἐνηωεγμένων AR ἐνειλεγμένων BE ἐνειλεγμένοσ TU | 32 ἀνεχώρησεν E)
45

Ἀποχρώντως <δὲ> τῇ τέχνῃ κεχρημένον διὰ ῥώμην φύσεως ἐπὶ τὰς λογικὰς ἐπιστραφῆναι μαθήσεις, καὶ Παυλίνου μὲν ἀκροάσασθαι πρότερον, ὃς ἐκ τῆς ἐφορείας Τύρου εἰς τὴν τῆς Αντιοχείας μετέστη· τῆς δὲ μητρὸς τὸν βίον λειπούσης, δι᾿ ἣν μᾶλλον καὶ ἡ ποικίλαις εἰδέαις τὸν χρυσὸν ἐπιμορφοῦσα τέχνη μετεχειρίζετο τῷ Ἀετίῳ, ἐκεῖθεν αὐτὸν ὅλον εἰς τὴν τῶν λογικῶν μαθημάτων μετατάξασθαι θεωρίαν, καὶ θᾶττον περὶ λόγων ἁμίλλαις τῶν πλειόνων ὁρᾶσθαι κρατοῦντα· καὶ φθόνον ἐκ τούτου <πὐ> μικρὸν

Ἀλλὰ μέχρι μὲν ὁ Παυλῖνος ἔζη, τὴν ἰσχὺν ὁ φθόνος παρῃρεῖτο ἐπεὶ δὲ ἐκεῖνος μετὰ μῆνας ἓξ ἀπεβίω, ἀντ᾿ αὐτοῦ δὲ Εὐλάλιος τὸ θρόνον ἔσχεν, εἰς τὴν αὐτοῦ δύναμιν ἐπανελθὼν ὁ φθόνος κινεῖ τὸν Εὐλάλιον τῆς Ἀντιοχείας τὸν Ἀέτιον ἀπελάσαι. ὁ δέ, εἰς τὴν τῆς Κιλικίας Ἀναβρζὸν ἀφικόμενος, τῇ τέχνῃ πάλιν πρὸς τὸ ζῆν ἀπεχρῆτο, οὐδὲ τῆς ἐν λόγοις ἀφιστάμενος πρὸς τοὺς ἐντυγχάνοτας ἁμίλλης. γραμματικοῦ δέ τινος τὴν φύσιν αὐτοῦ ἀγαμένου καὶ μεταδοῦναι τῆς τέχνης ὡρμημένου, ὁ Ἀέτιος παρ᾿ αὐτὸν εἰσοικισθεὶς ἐξήτευεν, τὰς οἰκετικὰς αὐτῷ τελῶν λειτουργίας. καὶ ὁ μὲν τὴν γραμματικὴν προθύμως αὐτὸν ἐδιδάξατο, ὁ δὲ τοῦ διδασκάλου δημοσίᾳ ποτὲ καταστὰς εἰς ἔλεγχον ὅτι μὴ τῶν θείων λογίων ὀρθὴν ἐποιεῖτο τὴν διήγησιν, καὶ πολλὴν αὐτοῦ τὴν τὴν ἐπ᾿ ἀμαθείᾳ τῶν τοιούτων αἰσχύνην καταχεάμενος, ἀντιμισθίαν εὐρεν τὴν ἀποκήρυξιν [*](7 vgl. Sozomen. III 15, 7 1 Ε; Nie. | 4 ob λιπούσης? | 7 π(ερὶ) λόγων ἁμίλλαισ B ἐπὶ λόγων ἅμιλλαν M ἐπὶ λόγων ἁμίλλαις Val.; vgl. unt. S. 46, 22 f; 64, 20 u. Sozomen.: τὰς ἔριδας τῶν λόγων | 8 Ε; Val., s. unt. Ζ. 32 | 11 εἶχεν ed. | 13 Ἀναζερβὸν ed. | 16 ὁρμημένου B, ich corrigiere | 20 ἀμαθεία aus ἀμαθειαν corr. B | τῶν >) τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέρετο μαθημάτων, Snid. πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησά- [*](29 τῆς > ΒΕ | so vor ἔτι interpungieren die besten HSS | 30 TUE κων B κωνσταντίου R κωνσταντίου A | 31 διαφορουμένουσ B 33 Εὐλαλίου Gaisford εὐλάλου HSS | 34 του] τῶν E | ἐλεγχόμενοι A)

46
[*](Phot.)τῆς εὐεργετούσης αὐτὸν οἰκίας. ἐκεῖθεν δὲ ἐλαθεὶς Ἀθανασίᾳ συγγίνεται, ὃς τῶν μὲν Λουκιανοῦ τοῦ μάρτυρος ὁμιλητῶν εἱς ἐγεγόνει, τὴν Ἀναβαρζὸν δ᾿ ἐσκόπει· παρ’ ᾧ τοὺς εὐαγγελιστὰς ἀναγνοὺς καὶ τοῖς καθ᾿ ἕκαστον αὐτὸν ἐπιστήσας, ἐπὶ τὴν Ταρσὸν παρὰ Ἀντώνιον ἀφικνεῖται. τῶν Λουκιανοῦ δὲ καὶ οὗτος ἦν γνωρίμων. ὑφ’ οὗ τὰς τοῦ ἀποστόλου ἀναδιδαχθεὶς ἐπιστολὰς ἱκανὸν αὐτῷ συνδιέτριβε χρόνον, τὴν τοῦ πρεσβυτέρου τάξιν πληροῦντι. ἐπεὶ δ᾿ ὁ Ἀντώνιος ἔφορος ἐγεγόνει καὶ οὐχ οἷός τε ἠν ἐνασχολεῖσθαι τῇ σοφιζούσῃ τὸν Ἀέτιον διδασκαλίᾳ, εἰς τὴν Ἀντιόχου πάλιν ὁ Ἀέτιος ἐπάνεισιν, ἀκροασόμενος Λεοντίου· πρεσβύτερος δὲ ἦν ὁ Λεόντιος κατ’ ἐκεῖνο καιροῦ, καὶ αὐτὸς τῶν μαθητῶν Λουκιανοῦ χρηματίσας. ὃς αὐτῷ καὶ τοὺς προφήτας ἐξηγήσατο καὶ μάλιστα τὸν Ἰεζεκιήλ.

Ἀλλὰ κἀκεῖθεν αὐτὸν ὁ φθόνος αὖθις, ὡς Φιλοστόργιος ληρεῖ, ὡς δ᾿ ἄν τις ἀληθεύων εἴποι, τῆς γλώσσης ἡ ἀκρασία καὶ τὸ τοῦ φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμβάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτην κατέστησεν ἡτταν. ἐξ᾿ ᾧ ἀθυμία τε κατεῖχεν καὶ τὸ ζῆν οὐκ ἀνεκτὸν ἡγεῖτο, ὁρῶν τὸ ψεῦδος τῆς ἀληθείας ἐπικρατέστερον. οὕτω δὲ τῷ Ἀετίῳ διακειμένῳ ὀπτασία τις, ὡς οὑτος τερατολογεῖ, ἐφίσταται λύουσα τὴν ἀθυμίαν, συμβόλοις παρεχομένη τὸ ἀνανταγώνιστον τῆς ἤδη παρεχομένης αὐτῷ σοφίας. κἀκεῖθεν παραγεγόνει τῷ Ἀετίῳ τὸ μηδενὸς ἐν συμπλοκαῖς ὑττᾶσθαι λόγων. μετ’ οὐ πολὺ γοῦν Ἀφθόνιός τις, τῆς Μανιχαίων λύσσης προεστὼς καὶ μεγάλην παρὰ πολλοῖς ἐπὶ σοφίᾳ καὶ δεινότητι λόγων φέρων τὴν δόξαν, έν τῇ κατ᾿ Αἴγυπτον αὐτῷ Ἀλεξανδρείᾳ συμπλέ- [*](21 ff vgl. Eunom. bei Gregor. Nyss. C. Eun. I PG 45, 256 D 2. Sozom. IV 23, 4 2 ὁμιλιτῶν B | 3 δ’ ἐσκόπει Holstein] διεσκόπει B δ’ ἐπεσκόπει Val. <δὲ> διεσκόπει Bochart Ι 4 αὐτὸν B st. αὑτὸν oder αὐτῶν? | 9 πάλιν B, ob πόλιν? I 12 ἱεζεκιὴλ B | 16 ὑΠὲρ Bchart ὑπὸ B | 20 ὡσ συτοσ (ὡσ wenig aus καὶ τοσ corr. B, vgl. unt. S. 47, 23 f u. oft | ἐφίσταται Migne ἐπίσταται B I 21 παρεχομένης] παρεσομένης Holstein, viell. Photius selbst corrigierend; vgl. z. B. die Wiederholung καταστὰς — κατέστη unt. S. 47, 22 ff; auch S. 33, 13 u. oft I αὐτῷ Bochart αὐτ(οῦ) B | 22 π(αρα)γεγόνει B, ob περιγεγόνει?) [*](Suid.) μενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς.

[*](35 τὴν > BE | 36 ἀνάζαρβον aus ἀνάβαρζον corr. U | ὁ δὲ] ὄ δὴ AR, aber ὅ in ὃσ corr. R | ἤδη > TU | 36/37 πιπλάμενοσ B | 37 διδομένων)
47

κεται. καὶ γὰρ ἧκε πρὸς αὐτὸν ἐξ Ἀντιοχείας ὁ Ἀέτιος, ὑπὸ τῆς Phot. περὶ αὐτὸν φήμης ἑλκόμενος. ὡς δ’ εἰς ἅμιλλαν ἀλλήλοις κατέστησαν, οὐδὲ πολλῆς καταναλωθείσης διελέγξεως, εἰς ἀφωνίαν συνελάσας ὁ Ἀέτιος τὸν Ἀφθόνιον ἐκ μεγάλης δόξης εἰς μεγάλην αἰσχύνην κατήνεγκεν. διὸ καὶ τῷ ἀπροσδοκήτῳ βαρυθυμήσας τῆς ἥττης, νόσον τε ἐπεσπάσατο χαλεπὴν καὶ τῇ νόσῳ πέρας ὁ θάνατος ἠν, οὐδὲ περαιτέρω τῶν ἑπτὰ ἡμερῶν διαρκέσαντος τοῦ σώματος ἀπὸ τῆς πληγῆς. Ἀέτιος δὲ διὰ πάντων ἐχώρει, τοῖς λόγοις τοὺς ἀντιπάλους κατὰ κράτος βάλλων καὶ τὴν νίκην λαμπρὰν ἀναδούμενος.

Τότε δὲ καὶ τῆς ἰατρικῆς ἐξῆπτο, ὡς ἂν μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων ἔχοι τὰς νόσους ἐᾶσθαι. Σώπολις δ᾿ ἠν αὐτῷ τοῦ μαθήματος ὁ διδάκαλος, ἀνὴρ ἐν τῇ τέχνῃ μηδενὸς ἔχων τὰ δεύτερα· ἀριστεύων δὲ ἐν ἰατρικῇ ὁ Ἀέτιος ἄμισθον παρεῖχεν τοῖς δεομένοις τὴν θεραπείαν. εἰ εἰ ποτε ἐδέησεν αὐτῷ τῶν ἀναγκαίων, παρά τινι τῶν ὁμοτέχνων νύκτωρ φοιτῶν, ἕνα μὴ δι᾿ ἡμέρας ἀπάγοιτο τῶν σπουδαιοτέρων, ὅσον τοῦ χρυσέου τεχνικωτέρας ἐδεῖτο χειρός, τοῦτο δὴ ἄρα ἐξεργαζόμενος θᾶττον, παρὰ τοῦ ὁμοτέχνου τὸν μισθὸν ἐκομίζετο καὶ τὸν ἑαυτοῦ βίον συνεῖχε. ταῦτα δὲ κατ ἐκείνους τοὺς καιροὺς Κωνσταντίου ἠν καθ᾿ οὓς καὶ ὁ Θεόφιλος ἐκ τῶν Ἰνδῶν ἐπανελθὼν διῆγεν ἐν Ἀντιοχείᾳ.

16. Ὅτι Ἀέτιος, φησί, τοῖς περὶ Βασίλειον τὸν Ἀγκύρας καὶ Εὐστάθιον τὸν Σεβαστείας εἰς τοὺς περὶ τοῦ ὁμοουσίου λόγους καταστάς, καὶ πάντων ἀνθρώπων αὐτοὺς διελέγξας ἀφωνοτάτους, ὡς οὗτος τερατολογεῖ, εἰς μῖσος αὐτοῖς ἄσπονδον κατέστη.

17. Ὅτι Λεόντιος, φησίν, ὃν ὁ ἔμπροσθεν λόγος πρεσβύτερόν τε [*](10–20 vgl. Gregor. Nyss. C. Eunom. I PG 45, 261 Β— 264 Α. Sozomen. III 15 * 10–18 Niceph. H. E. IX 17 PG 146, 292 A 4 — 25– S. 48, 8 ebd. 292 2 περὶ αὐτοῦ αὐτοῦ ed. | 3 πολλοῖς ed. | διελέγξεως Bidez διελέξεωσ B διαλέξεωσ M | 5 βαρυθμήσασ B, corr. Holstein | 15/16 ἀπάγοιτο Μ Nie. ἐπάγοιτο B | 17 δὴ Val. δὲ B | 19 τοὺς > ed. | τοῦ Κωνσταντίου ed. | 21 περὶ M π(αρὰ) oder π(ερὶ)? kaum deutlich B) ὁ δὲ οὐδὲν ἐπαύετο τοὺς μὲν διελέγχων, τοὺς δὲ παντοίως θεραπεύων, Suid. φαύλως δὲ ἀμπισχόμενος καὶ ὡς ἔτυχε ζῶν.

[*](32 ἐλέγχων UE in διελέγχων corr. Ec | τοὺσ δὲ παντοίωσ θεραπεύων TU > ARBE, vgl. ob. S. 45, 17 u. über Aetius' κολακεία, worauf Suidas' hier anzuspielen scheint, s. Gregor. Nyss. 1. 1. 264 B 2, Theodoret H. E. II 27, 9 u. Nicetas Thesaur. V 31 PG 139, 1391 A Ι 33 δὲ > AR)
48
[*](phot.)

καὶ διδάσκαλον Ἀετίου ὑπέδειξεν, ἐπίσκοπος Ἀντιοχείας καταστάς, εἰς διακονίαν τὸν μαθητὴν προχειρίζεται, καὶ διδάσκειν ἐν ἐκκλησίᾳ τὰ τῆς ἐκκλησίας ἐπιτρέπει δόγματα. ὁ δὲ πρὸς μὲν τὸ τῆς διακονίας ἔργον ὑπεστάλη, διδάσκειν δὲ ἀνεδέξατο· χρόνον δὲ διατρίψας ὅσον ἐνόμιξεν αὐτῷ εἰς τὴν τῶν θείων μαθημάτων ἐξαρκέσειν παραδοσιν, ἐπὶ τὴν Ἀλεξάνδρειαν αὖθις παραγίνεται. ἤδη γὰρ ἐν αὐτῇ ὁ Ἀθανάσιος πολὺς ἦν ὑπὲρ τοῦ ὁμοουσίου ῥέων, καὶ ἐχρῆν τὸν τὸν αντιπνεοντα.

18. Ὅτι φησὶ Φλαβιανὸν καὶ Παυλῖνον, οἳ καὶ μετὰ ταῦτα τὸν Ἀντιοχείας θρόνον εἶχον διανειμάμενοι, τούτους τὸν εἰρημένον Λεόντιον ἅτε δὴ μὴ ὁμοδοξοῦντας καθελεῖν· οὑτοι δὲ ἠσαν Εὐσταθίῳ συνακολουθήσαντες <ἐς> τὴν μεθόριον ἀπαγομένῳ. ὃς τῶν ἱερῶν τῆς Ἀντιοχείας φροντίδων, μᾶλλον δὲ τῆς ὅλης εὐσεβείας, οὐδὲν ἠνέσχετο τοῖς καιροῖς συγκαπηλεύσασθαι.

19. Ὅτι Σεκούνδου καὶ Σέρρα εἰς ἐπισκοπὴν τὸν Ἀέτιον προχειριζομένων, αὐτός, φησίν, οὐκ ἠνέσχετο, μὴ καθαρῶς αὐτοὺς ἱερᾶσθαι διὰ τὴν ἐπιμιξίαν πρὸς τοὺς τὸ ὁμοούσιον θρησκεύοντας ἀποφαινόμενος.

20. Ὅτι φησίν, Εὐνόμιος κατὰ πύστιν τῆς Ἀετίου σοφίας εἰς Ἀντιόχειαν ἐκ Καππαδοκίας ἀφικόμενος, τῷ Σεκούνδῳ συνέμιξεν. ὁ δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ τότε τῷ Ἀετίῳ διατρίβοντι συνέστησεν· καὶ συνήστην ἄμφω, ὁ μὲν διδάσκων, ὁ δὲ τοῖς ἱεροῖς μαθήμασι συνασκούμενος.

[*](1 ff vgl. Athanas. De Synod. .38. Nicetas Thesaur. V 31. Tbeodoret H. E. II 24, 6. Socrat. II 35, 5 u. 37, 7 — 6 vgl. Gregor. Nyss. C. Eunom. I PG 45 264 A — —14 vgl. Chronic. Pasclial. a. 350 S. 535, 14 ff * —14 Niceph. H. E. IX 16 PG 146, 281 B 4 — 15 f ebd. IX 17 PG 146 292 B 6 — —23 ebd. C2 5 ὅσον Val. ὃσ B ὃν Gothofred. | ἐξαρκέσειν Gothofred. ἐξαρέσκειν B | 7 ὑπὲρ Nie. ὑπὸ B ἐπὶ M | 12 <ἐς> Holstein | ὃς nämlich Λεόντιος; s. Chronic. Paschal. | 15/16 προχειριζομένων Holstein προχειριζομένω Β | 17 πρὸς τοὺς Val.] τῶν πρὸς B, vgl. S. 39, 12 u. 44, 1 — 7 | θρησκεύοντας Val. θρησκευόντων B I 20 συνέμιξεν aus ἀνέμιξεν corr. B | 21 συνέστηκε ed. | 22 συνέστη ed.)

20a. Photii Bibliotheca Cod. 40, ob. S. 2, 24 ff: Ἐξαίρει δὲ ärul. ὁ Φιλοστόργιος) ἐν μὲν λόγοις μάλιστα Ἀέτιον καὶ Εὐνόμιον, μόνους ἀνακαθᾶραι τὰ τῆς εὐσεβείας δόγματα τῷ χρόνῳ συκεχωσμένα τερατευομένος.

49

21. Ὅτι Εὐνομίου φησὶν οὗτος ὁ δυσσεβής, οὐκ αἰσχυνόμενος, Phot. ἐγκώμιον ἀνατάξασθαι.

22. Ὅτι φησὶ τὸν Κώνσταντα διὰ τὴν ὑπὲρ Ἀθανασίου σπουδὴν ὑπὸ τυραννίδι τῇ Μαγνεντίου τὴν ζωὴν καταστρέψασθαι. τελευτήσαντος δὲ αὐτοῦ καὶ τοῦ μὲν Κωνσταντίου κατὰ τὴν Ἔδεσαν τῆς Μεσοποταμίας διατρίβοντος (τοῦτο γὰρ ὁ Περσικὸς ἀπῄτει πόλεμος), ἡ πρεσβυτάτη τούτων ἀδελφὴ Κωνσταντία Ἀναβαλλιανοῦ δὲ ἦν κεχηρωμένη γυνή), δείσασα μὴ φθάσειεν ὁ τυραννήσας Μαγνέντιος τὸ πάντων ἀναρτήσασθαι κράτος, Οὐετερανίωνά τινα, τῶν στρατηγούντων ἴνα, καθίστησι Καίσαρα. εδόκει δὲ δύνασθαι τὴν πρᾶξιν, διότι ζῶν ὀ κοινὸς αὐτῶν πατὴρ διαδήματί τε αὐτὴν ἐταινίωσεν καὶ Αὐγοῦσταν ἐπωνόμασεν. ὁ δὲ Κωνστάντιος ταῦτα μαθὼν παραυτίκα μὲν Οὐετερανίωνι τὸ διάδημα πέμπει, συνεπικυρῶν αὐτῷ καὶ τὸ τῆς βασιλείας ἀξίωμα· ἔπειτα δὲ πρὸς Ἑσπερίους κατὰ Μαγνεντίου στρατευόμενος καὶ συμμῖξαι φιλίως τῷ Οὐετερανίωνι βουληθείς, ἐπείπερ [*](7— S. 50, 6 vgl. Chronic. Paschal. a. 350 S. 539, —540, 3. Theophan. 4445 7 f vgl. Ammian. Marcellin. XIV 1, 2. Anonym. Vales. 6, 35 — — S. 50, 6 vgl. Zonar. XIII 7, 15–28. Zosim. II 44. Sozomen. IV 4. Socrat. II 28, IG * 7–13 Niceph. H. E. IX 28 PG 146, 333 A 20 7 κωνσταντία, ία in ἴνα corr., B; s. Register | ἀναγαλλιανοῦ B, corr. M 11 ζῶν Bochart ζῆνων B | 13 αὐτῷ Gothofred. αὐτ(οῦ) B) 22a — 26a. Artemii Passio 10 [unmittelbar nach στησάμενος ob. S. 30, 28]: Οὐ πολὺς ἐν μέσῳ καιρὸς καὶ ὁ Κώνστας, εἰς κώμους καὶ μέθας ἐναποκλίνας καὶ ἀλλοκότους ἐρώτων διαγωγάς, ῥαθύμως τὴν ὅλην ἀρχὴν διεπέττευε, τὸ τῆς βασιλείας μέγεθος ἐξορχούμενος· ἐπιβουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν Μαγνεντίου καὶ μετὰ τῆς βασιλείας προσαπόλλυσι καὶ τὸ ζῆν. τούτου πεσόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ’ οὗ τῆς τυραννίδος συνεπελάβοντο Νεποτιανὸς καὶ Βρεττανίων. § 11] ταῦτα μαθῶν ὁ Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνα- [*](23–27 vgl. Zonar. unt. u. XIII 6, 11 — 15. Zosim. II 42. Aurel. Victor 41, 23 f u. Epit. 41, 22 f. Eutrop. X 9, 3 22a — 26a a fehlt in V | 23 nach πολὺς + δὲ S | 24 ἐναποκλίνας — S. 52, 33 fehlt in P | 25 ἐξερχόμενοσ R | 29 συνεπελάβοντο ] συναπελάβον τὸ R βρεταγανίων M) [*]([zu Ζ. 23 — 27] Vgl. Zonar. XIII 5, 15: Εἰτα κἀκεῖνος (näml. ὁ κώνστας,) ἀλλοκότους ἐκκυλισθεὶς ἐρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη καὶ ἀθλίως ἀπώλετο. Philostorgius 4)

50
[*](Phot.)ἐκεῖνος παρέσχεν ὑποψίαν ἐπαναστάσεως, χειροῦται μὲν τὸν Οὐετερανίωνα καὶ τῆς βασιλικῆς ἀποδύει στολῆς· μηδὲν δὲ κακὸν ἐπεργασάμενος ἄλλο, ἀλλὰ καὶ τραπέζης αὐτῷ κοινωνήσας, εἰς Προῦσαν τῆς Βιθυνίας ἐκπέμπει, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἀφορίσας αὐτῷ τὰς χορηγίας, μηδενὸς ὑστερεῖσθαι, ὧν ἀνθρώπου βίος ὡς ἐν ἰδιώταις εὐδαιμονεῖ, προνοησάμενος.

23. Ὅτι Σαπώρην τὸν βασιλέα Περσῶν ἀναγράφει στρατεῦσαι κατὰ τῆς Νισίβιδος καὶ εἰς πολιορκίαν αὐτῆς καταστῆναι· ἄπρακτον δὲ καὶ παρὰ δόξαν κατῃσχυμμένον ὑποστρέψαι, Ἰακώβου τοῦ τῆς πόλεως ἐπισκόπου τό τε πρακτέον τοῖς πολίταις εἰσηγουμένου καὶ τῇ πρὸς θεὸν παρρησίᾳ κατὰ τὸ ἀνυπέρβλητον τῆς πόλεως ὑπερμαχεσαμενου.

24. Ὅτι αἱ Ἀλπεις, αἱ τε Σούκεις καλούμεναι καὶ αἱ Ἰουλίαι, δίοδοί εἰσι στεναὶ μεγίστων ὀρῶν ἑκατέρωθεν καὶ ὑφ’ ἓν χωρίον ἐγγὺς τοῦ συμπτύσσεσθαι συγκλειομένων. ἐοίκασι δὲ αἱ δίοδοι αὑται τοῖς ἐν Θερμοπύλαις στενοῖς. ἀλλ’ αἱ μὲν ἱουλίαι Ἄλπεις τὰς Γαλλίας καὶ Ἰταλίας διορίζουσι τῶν ἱλλυριῶν· αἱ δὲ Σούκεις μεταξὺ τῆς Δακίας εἰσὶν καὶ τῆς Θρᾴκης, ἃς καὶ καταλαβεῖν ἐπειγόμενος Οὐετερανίων τὴν ὑπόνοιαν τῆς ἐπαναστάσεως παρέσχε Κωνσταντίῳ.