Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

11. Ὅτι φησὶν ἅπαν τὸ πρὸς ἀνίσχοντα ὅλιον καὶ περὶ τὴν μεσημβρίαν κλίμα, καίτοι πέρα τοῦ μέτρου θαλπόμενον, ὅμως τὰ κράτιστα καὶ μέγιστα φέρειν τῶν ὅσα τῆ καὶ θάλαττα δυνατὴ τρέφειν.

[*](1 Gen. 2, 11 — 17 f Gen. 2, 13. Vgl. Joseph. Antiqu. Jud. I 39. Euseb. Onomastic. S. 60, 3 — 18 vgl. Strabon I 2, 2, 22 u. 29. XV 1, 16. Arrian. Anab; V 6, 5> Ammian. Marcellin. XXII 15,3, u. oft — 28–S. 42, 30 vgl. Diodor. II 51 ff. Solin. 52, 33 1 Φεισὼν Nie. | 5 π(αρὰ) B | 1 οἱ ἐκείνῃ <οἰκοῦντες> Nie, nicht 10 ὑπὲρ Nie. ὑπὸ B | 12 περὶ Nie. παρὰ B | 13 λαύρῳ ed. | 14 ἀπηλλάττεται B, corr. Nie. | 15 Τίγρης Gothofred. τίγρισ B | ob Ε; Εὐφράτης wie ob. S. 37, 22? | 16 δύναται B, eorr. Nie. | 18 ob Αἴγυπτον? s. 11. 11. | 21 ob γὰρ <ἂν> | 25 ποιεῖν. οι aus ι corr., B | 26 ἀναροιβδουμένας)
40
[*](Phot.)

τά τε γὰρ κήτη τὰ ὑπερμεγέθη ταύτῃ ἐνεῖναι τῇ θαλάσσῃ· καὶ ἤδη ὤφθη πολλάκις ἐπιπολάσαντα τοῖς τὸν Ὠκεανὸν ἐκεῖνον ἥ τε γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ὡν τὸ μὲν γένος τὰ μὲν ἄλλα πάντα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας, καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος. καὶ γὰρ εἰς Ρωμαίους κομισθὲν τὸ ζῷον ἐθεασάμην, καὶ τὸ θέαμα γράφω. ἀλλὰ καὶ δράκοντες ἐν τούτοις εἰσί, πάχος μὲν δοκῶν οὐκ ἐλάττους, τὸ δὲ μῆκος εἰς δεκαπέντε παρατεινόμενον ὀργυίας· καὶ γὰρ καὶ τούτων τὰς δορὰς εἰς Ῥωμαίους ἀποκομισθείσας εἶδον. ὅ τε μονόκερως τὸ ζῷον παρ᾿ αὐτοῖς ἐστι, τὴν μὲν κεφαλὴν δράκοντος φέρων, κέρας δὲ σκολιὸν αὐτῷ πέφυκεν, οὔτι σφόδρα μέγα· ὁ δὲ ἀνθερεὼν αὐτῷ πώγωνος ὑποπίμπλαται ἅπας. μακρὸς δὲ ὁ τράχηλος εἰς ὕψος ἀνατεινόμενος, ὁλκῷ δράκοντος ἐγγύτατα παραπλήσιος. τὸ δὲ ἄλλο σῶμα ἐλάφῳ προσέοικε μᾶλλον, τοὺς δὲ πόδας λέοντος ἔχει· καὶ ἔστι γε αὐτοῦ τὸ ἐκτύπωμα ὁρᾶν ἐν Κωνσταντινουπόλει.

Καὶ δὴ καὶ ἡ καμηλοπάρδαλις τῆς ἐκείνῃ γέννημα χώρας. ἣ τὰ μὲν ἄλλα ἔλαφός ἐστιν μεγίστη· καμήλου δὲ τὸ ὕφος ἐνέδωκε τὸ σῶμα μιμεῖσθαι· τὸν μέντοι αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος φέρει εἰς ὕφος ἀνορθούμενον· ἀλλὰ καὶ τὴν δορὰν ὄπασαν ἀπὸ κεφαλῆς ἄκρας ἕως ἐσχάτων ποδῶν παρδάλει μάλιστα τῇ ποικιλίᾳ προσφερεστάτην ἔχει, καὶ τοὺς ἔμπροσθεν πόδας ὑψη- [*](1 vgl. Plin. N. H. ΙΧ 4ff — — S. 41, 12 vgl. Cedren. I 564, 17 — — S. 41, 17 vgl. Agatharchid. bei Geogr. graec. min. 1 159 f. Strabon XVI 4, 16 — 16 — S. 41, 1 vgl. Heliodor. Aethiop. X 27. Plin. N. H. VllI 69 * —7 Excerpt. Constantini de nat. animal. ed. Sp. Lambros [Suppl. Aristotel. I 1] S. 71, 28 = Const. — — S. 41, 1 ebd. S. 96, 1 = Const. 1 θαλάττῃ ed. | 3 ἤ τε γῆ] ὅτι ἠ τῶν Ἰνδῶν γῆ Const. | 4 nach ὑπερφυεστάτους + ὡς ἐκ τῶν ὀδόντων δῆλον τῶν ἐκεῖθεν κομιζομένων Const. | ταυρελέφαντας Const. ταρελέφαντασ B | ὧν τὸ μὲν γένος] ἔστι δὲ Const. | 5 ἐστι < Const. | 6 ἐλέφας] ἐλέφαντος ἔχει Const. | καὶ γὰρ — 7 γράφω] αὐτὸ γὰρ Ῥωμαίους κομισθὲν τὸ ζῷον θεασάμενος γράφω Const. | 8 ἐλλάττουσ B, corr. Nie. | 9 ὀργυιάς ed. | 16 Καὶ δὴ — 19 ἀλλὰ] ἡ καμηλοπάρδαλις παρ’ Ἰνδοῖς ἐστι μάλιστα γινομένη· ἔστι δὲ τὰ μὲν ἄλλα ἔλαφος μεγίστη <εἰς> καμήλου ἀφικνουμένη, διαφέρει δὲ τῷ τε ἄκερος (so HS) εἶναι καὶ τὸν αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος ἔχειν εἰς ὕψος ἀνορθούμενον ἀνορθουμένην HS) Const. | ἐκείνης ed. | 7 τὸ 1 > τ | 20 ποδῶν ἐσχάτων ~ Const. 21 τῇ ποικιλίᾳ Const. τὴν ποικιλίαν B | παρεμφερεστάτη Const. HS | ἔχει > Const. | 21 | ὑψηλοτέρους Const. ὑψηλοτάτουσ)

41
λοτέρους τῶν ὀπίσω. παρ᾿ αὐτοῖς δέ ἐστι καὶ ὁ λεγόμενος αἰγοπίθηκος, Phot. πίθηκός τις ὤν. μυρία γάρ ἐστι γένη πιθήκων· ἀρκοπίθηκοι γάρ εἰσιν ἐν αὐτοῖς καὶ λεοντοπίθηκοι καὶ κυνοκέφαλοι. καὶ ἄλλαις πολλῶν ζῴων εἰδέαις τῆς πιθηκείας μορφῆς ἐπιμιγνυμένης. καὶ δῆλον ταῦτά ἐστιν, πολλῶν εἰς ἡμᾶς κομιζομένων· οἷος δὴ καὶ ὁ πὰν ἐπικληθεὶς ὑπάρχει, ὃς τὴν κεφαλὴν αἰγοπρόσωπός ἐστι καὶ αἰγόκερως, καὶ ἐκ λαγόνων τὰ κάτω αἰγοσκελής, τὴν δὲ κοιλίαν καὶ τὸ στέρνον καὶ τὰς χεῖρας καθαρὸς πίθηκος, ὃν καὶ ὁ τῶν Ἰνδῶν βασιλεὺς Κωνσταντίῳ ἀπεστάλκει. τοῦτο δὲ τὸ ζῷον ἔζη μὲν φερόμενον ἄχρι τινός, ἔν τινι πλέγματι διὰ τὸ θηριῶδες εἰργμένον. ἐπεὶ δὲ ἐπέθανεν, ταριχεύσαντες αὐτὸ οἱ κομίζοντες, θεάματος παρασχεῖν ἀσυνήθους εἰκόνα, μέχρι τῆς κωνσταντίνου διεσώσαντο πόλεως. καί μοι δοκοῦσι τὸ ζῷον τοῦτο Ἕλληνες πάλαι ἰδεῖν καὶ ἐκπλαγέντες τῷ ξένῳ τῆς θέας θεὸν σφίσι νομίσαι, εἰθισμένον αὐτοῖς τὰ παράδοξα θεοποιεῖν, ὥσπερ καὶ τὸν σάτυρον ἔστι δὲ καὶ τοῦτο πίθηκος, ἐρυθρὸς τὸ πρόσωπον καὶ γοργὸς τὴν κίνησιν, καὶ οὐρὰν ἔχων.

Καὶ μὴν καὶ ἡ σφὶγξ γένος ἐστὶ πιθήκων· αὐτὸ γὰρ θεασάμενος γράφω. ἡς τὸ μὲν ἄλλο σῶμα λάσιόν ἐστιν ὡς τοῖς λοιποῖς πιθήκοις, τὸ δὲ στέρνον ἄχρι γε αὐτοῦ τοῦ τραχήλου ἐψίλωται μαζοὺς δὲ γυναικὸς ἔχει, ἐρυθροῦ τινος βραχέος κεγχροειδοῦς ἐπαναστήματος ἅπαν ἐν κύκλῳ τὸ γεγυμνωμένον τοῦ σώματος περιθένοτος, καὶ εἰς πολλήν τινα εὐπρέπειαν ἀνθρωποφανεῖ ὄντι τῷ έν μέσῳ χρώματι συναρμοζομένου· τό τε πρόσωπον ἐνεστρογγύλωται μᾶλλον καὶ εἰς γυναικείαν ἕλκει μορφήν· ἥ τε φωνὴ ἐπιεικῶς ἀνθρωπεία, πλὴν ὅσον οὐκ εἰς ἄρθρα διαιρουμένη, ἀλλά τινι ταχέως καὶ οἷον μετά τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυτέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, καὶ οὐδὲ ῥᾳδίως τιθασσευόμενον. ταύτης εἰς Θήβας μοι δοκῶ τὰς Βοιωτίας πάλαι κομισθείσης, καί τισιν ἴσως τῶν ἐπὶ θέᾳ συνερρυηκότων ἐφαλομένης καὶ τοῖς προσώποις λυμηναμένης, δεινὸν ποιησάμενος ὁ Οἰδίπους τὰς τῶν ὁμοφύλων λώβας, [*](5 ff vgl. Hieronym. Vita Pauli Thebaei 8 — 8f vgl. Euseb. V. C. IV 50 — 15 f vgl. Plin. N. H. Vll 24 u. VIII 216. Solin. 27, 60 — 17 ff vgl. Diodor. III 35, 4. Plin. N. H. VIII 72. Solin. 27, 59 1 τῶν ὀπίσω] τῶν ὀπισθίων, vor ὑψηλοτέρους ~, Const. | 2 ἀρκοπίθηκοι Cod. Nie. | 3 Ε; καὶ ἄλλαις Val. | 9 Κωνσταντίῳ s. Register | 11 ob <εἰςτὸ> θεάματος? vgl. S. 34, 4 | 26 ὑποφθεγγομένῃ Val. ὑποφθεγγομέν(ησ), kaum deutlich, B | 27 <ἢ> ὀξυνομένη Val., nicht besser | 29 τὰσ B τῆς 30 ἐφαλλομένησ B, ich corrigiere)

42
[*](Phot.)καταφονεῦσαι τὸ ζῷον καὶ ὄνομα λαμπρὸν ἐκεῖθενη λαβεῖν. καὶ αὐτὸν ὁ μῦθος εἰς ἀνδρείαν κοσμῶν, ὑπόπτερον μὲν τὸ θηρίον ἀναπλάττει διὰ τὸ ὀξέως ἐπιπηδᾶν, στέρνον δὲ γυναικὸς ἐφαρμόττει καὶ τὸ σῶμα λέοντος· γυναικὸς μέν, διὰ τὸ πρόχειρον τῆς γυμνώσεως καὶ πρὸς τὸ γυναικεῖον εἶδος ὁμοιώσεως· λέοντος δέ, διὰ τὸ θηριῶδες, καὶ ὅτι κατὰ τὸ πλεῖστον τοῖς τέσσαρσι τυγχάνει ποσὶν ἐρειδόμενον. λόγου δὲ τῷ θηρίῳ μετέδωκεν τὸ πλάσμα διὰ τὸ τῆς φωνῆς ἀνθρωποειδές· αἰνιγματώδους δέ, διὰ τὸ ἄσημα φθέγγεσθαι. καὶ θαυμαστὸν οὐδέν· πολλὰ γὰρ καὶ ἄλλα σύνηθες τοῖς Ἕλλησι πρὸς τὸ μυθῶδες διαπλάττειν.

Ἡ αὐτὴ δὲ χώρα καὶ ὄνους ἀγρίους μεγίστους τε τῷ μεγέθει φέρει καὶ τὴν δορὰν κατὰ τὸ ξενίζον πεποικιλμένους, λευκοῦ σφίσι καὶ μέλανος χρώματος οὐ κατὰ μικρὸν συμποικιλλομένου· ἀλλὰ ζῶναί τινές εἰσιν ἀπὸ τῆς ῥάχεως ἐπὶ τὰς πλευρὰς καὶ τὴν κοιλίαν καθήκουσαι· καὶ ἐνταῦθα δὴ σχιζόμεναι καὶ κατά τινας περιφερείας ἀλλήλαις ἐνελιττόμεναι, θαυμαστήν τινα καὶ ξένην ἀπεργάζονται πλοκὴν καὶ ποικιλίαν. ἀλλά γε δὴ καὶ ὁ φοῖνιξ, τὸ πολυθρύλητον πτηνόν, παρ᾿ αὐτοῖς τυγχάνει γινόμενος. καὶ μὲν δὴ καὶ τὴν σιτάκην ἐκεῖθεν ἴσμεν κομιζομένην, ὃ τῶν ὀρνέων ἐστὶν λαλίστατον καὶ τῆς ἀνθρωπίνης γλώττης μιμητικώτατον· καὶ τοὺς ποικίλους δὲ καὶ καταστιγεῖς ὄρνεις. οὓς γαράμαντας ἐπικαλοῦσί τινες, ἀπὸ τοῦ ἔθνους οὑ μάλιστα πλεῖστοι κομίζονται τὴν ἐπωνυμίαν θέμενοι. καὶ ἄλλα δὲ πλεῖστα διαφανῶς ὑπερφυέστατα φύεται, ὡν τὸ πλῆθος ἡ διήγησις ὑποστέλλεται.

Ἀλλὰ καὶ ὁ χρυσὸς ἐνταῦθα γεννᾶται καθαρώτατος, χρυσιτίδων οἱονεὶ τριχῶν αὐτοφυῶν τῆς ἐκείνῃ γῆς ἀναδιδομένων καὶ ἐπ᾿ ἀλλήλοις κειμένων καὶ ἐπίδηλον αὐτοῦ τὴν γένεσιν παρεχομένων· καὶ καρποὶ δὲ κάλλιστοί τε καὶ μέγιστοι, ὡν γνώριμα καὶ τὰ κάρυα. ἀλλὰ μὴν καὶ τὸ ἐπὶ τοῖς Ὁμηρίταις κλίμα πᾶν μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης δὶς τοῦ ἐνιαυτοῦ ἀναδίδωσι τοὺς καρπούς, ἐξ οὑ καὶ τὴν χώραν Ἀραβίαν εὐδαίμονα προσηγόρευσαν. καὶ ὅλως ἡ πρὸς ἀνίσχοντα ἥλιον ἅπασα γῆ μακρῷ τῆς ἄλλης ἐν πᾶσι διαφέρει, ὁ δὲ Παράδεισος ἁπάσης τῆς Ἑῴας τὸ κράτιστόν τε καὶ καθαρώτατον ὑπάρχων καὶ τοὺς ἀέρας ἀκραιφνεστάτους καὶ καλλίστους ἔχων καὶ τοῖς διαφανεστάτοις ὕδασι καταρδόμενος, δῆλον ὡς ἀπαραβλήτῳ ὑπεροχῇ τῆς ὑφ’ ἡλίῳ πάσης ἐν πᾶσι τὸ κρεῖττον φέρει, τῆς ἔξωθεν θαλάσσης κατ᾿ ἀνίσχοντα τὸν ἥλιον αὐτῷ παρακλυζομένης.

[*](17 ff vgl. Plin. N. H. X 117. Aelian. De nat. an. XVI 2 u. 15 — 23 vgl. Gen. 2, 12 6 τέτταρσι ed. | 7 τῷ θηρίῳ Nie. τὸ θηρίον B | 10 Ἡ] καὶ ed. | 14 δὴ σχιζόμεναι] ἐπισχιζόμεναι ed. | 16 πολυθρύλλητον ed. | 17 σιτάκην u. am Rand περὶ ψιττακοῦ B, s. Register σιτάκη | 18 ὄρνεων ed. | 24 ἐκείνῃ Nie. ἐκείνησ Β 25 αὐτῷ Nie. | 33 πᾶσι] πάσῃ ed. | 35 περικλυζομένης Nie.)
43

12. Ὅτι, φησίν, Ἀθανάσιος, πρὸς τὸν ἑσπέριον ἀφικόμενος βασιλέα Phot. καὶ δώρων τοὺς αὐτῷ παραδυναστεύοντας ὑπαγαγὼν ἀφθονίᾳ, μάλιστα δὲ Εὐστάθιον, ὃς κόμης ἦν τῶν λεγομένων πριουάτων καὶ τῷ βασιλεῖ πιθανώτατος, ἐπιστολὴν πρὸς Κωνστάντιον κομίζεται λέγουσαν ὧδε· >Ἀθανάσιος ἧκεν ὡς ἡμᾶς, ἑαυτῷ προσήκειν ἐπισκοπὴν τῆς Ἀλεξανδρείας ἀποδεικνύς. τυγχανέτω τοίνυν διὰ σοῦ ταύτης, ἐπεὶ τοῖς ἐμοῖς γε αὐτὴν ἀνακτήσηται ὅπλοις. δεξάμενον δὲ τὴν ἐπιστολὴν τὸν Κωνστάντιον καὶ τοὺς ἐπισκόπους ἐπὶ κοινωνίᾳ βουλῆς συγκαλέσαντα, γνώμην παρ’ αὐτῶν λαβεῖν ἄμεινον εἶναι μὴ πόλεμον ἀναρρῆξαι τῷ ἀδελφῷ ἢ τῆς Ἀθανασίου βαρύτητος τὴν Ἀλεξάνδρειαν ἀπαλλάξαι. διὸ καὶ ἐφιέναι αὐτῷ τὴν ἐπισκοπὴν ἀναλαβεῖν, καὶ τὸν Γεώργιον δι᾿ ἐπιστολῆς εἰς ἑαυτὸν μεταπέμψασθαι. ἀλλ’ ὁ μὲν εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφίκετο, κἀκεῖ διῆγεν τὰ καθ’ ἑαυτὸν ἐπισκοπούμενος. ὁ δὲ Ἀθανάσιος, μετὰ μείζονος ἤδη φρονήματος διιὼν τὰς πόλεις, καθ οὓς γίνσιτο τῶν ἐπισκόπων λόγοις αὐτοὺς ἐξεκαλεῖτο πρὸς τὸ ὀμοούσιον· καὶ τοὺς μὲν ἄλλους μὴ προδέχεσθαι, Ἀέτιον δὲ τὸν ἔφορον τῆς Παλαιστίνης, ἐπὶ πορνείᾳ καταγγλλόμενον καὶ βουληθέντα τῇ πρὸς Ἀθανάσιον ἐπιχωρήσει τὸ αἶσχος ἐπικαλύψασθαι, πρὸς τὴν ἐκείνου δόξαν αὐτομολῆσαι· δοῦναι δ’ οὖν ὅμως ὀξύτατα τὴν δίκην, τοῦ αἰδοίου διασαπέντος καὶ σκώληκας βρύσαντος, καὶ οὕτω τοῦ ζῆι. ἐλαθέντα. ἀλλὰ καὶ Μάξιμον τῶν Ἱεροσολύμων ἐπίσκοπον πρὸς τὴν Ἀθανασίου δόξαν ἀποκλῖναι, καίπερ ὁ κατὰ Μαξιμιανὸν διωγμὸς μάρτυρα τοῦτον ἐδείκνυ, καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ὑπὲρ τῆς εὐσεβείας φέροντα διορωρυγμένον. καὶ πολλοὺς ἄλλους κατὰ μικρὸν εἰς τὴν ἑαυτοῦ δόξαν τὸν Ἀθανάσιον ὑποσύρασθαι.

13. Ὅτι φησὶ τὸν Ἀντιοχείας Φλαβιανόν, πλῆθος μοναχῶν συναγείραντα, πρῶτον ἀναβοῆσαι· »δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι«. τῶν γὰρ πρὸ αὐτοῦ τοὺς μὲν »δόξα πατρὶ δι υἱοῦ ἐν ἑγίῳ πνεύματι« λέγειν., καὶ ταύτην μᾶλλον τὴν ἐκφώνησιν ἐπιπολάζειν· τοὺς δὲ »δόξα πατρὶ καὶ υἱῷ ἐν ἁγίῳ πνεύματι.«

[*](2 ff vgl. Athanas. Apolog. ad Constantium —5 — —10 vgl. Sozomen. III 20, 1 f. Socrat. II 20, 2 u. 22, 3–23, 2. Theodoret H. E. II 8, 54 f. Rufin H. E. X — 23–25 vgl. Rufin H. E. X 4 u. 18. Gelas. Cyz. II 9 S. 20, 83. Sozomen. I 10 Theodoret H. E. II 26, 6 — 27 — 31 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 C 11 ff. Theodoret H. E. II 24, 3. Sozomen. III 20, 8 — 29 f vgl. Origen. De orat. 33, 1 * 5–7 Niceph. H. E. IX 21 — 22–25 ebd. IX 26 — 2731 7 ἀνακτήσεται Nie. | 12 μετ’ ἐπιστολῆσ B | 23 Μαξιμιανὸν s. Register 24 ob [καὶ] ? | 25 κατὰ] μετὰ ed. | 81 ἐν νἱῷ καὶ ~ ed.)
44
[*](Phot.)

14. Ὅτι, φησίν, εἰ καὶ διεφέροντο κατὰ τὰς δόξας τοῖς τὸ ὁμοούσιον πρεσβεύουσιν οἱ ἐξ Ἀρείου, ὅμως καὶ εὐχῶν καὶ ὕμνων καὶ βουλευμάτων καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πλὴν τῆς μυστικῆς ἐκοινώνουν θυσίας. ἐπιγενομένου δὲ τοῦ Ἀετίου καὶ τῆς έν τούτοις διαστάσεως ἄρξαντος, τὴν ὁμόδοξον συναγωγήν, πάντας δεσμοὺς καὶ φιλίας καὶ συνηθείας οἷς τοῖς ἑτεροδόξοις συνήπτοντο διαρρήξαντας. εἰς ἀντίπαλον τούτοις μάλιστα παρασκευάσαι καταστῆναι μοῖραν.

15. Ὅτι πατρὶς Ἀετίῳ ἡ ἐν κοίλῃ γέγονεν Συρίᾳ· τοῦ δὲ παρτὸς αὐτοῦ τῶν ἐν στρατείᾳ δυσπραγέστερον ἐνηνεγμένων καὶ τὸν βίον ἐν τούτοις ἀπολιπόντος, τὴν μὲν οὐσίαν τὸν τηνικάδε ἄρχοντά φησι δημοσιῶσαι· νέον δὲ τὸν Ἀέτιον ὄντα εἰς ἔσχατον σὺν τῇ μητρὶ πενίας ἐλάσαι, καὶ διὰ τοῦτο ἐπὶ τὸ χρυσοχοεῖν ὁρμῆσαι, ὡς ἀν ἀμωσγέπως αὐτός τε καὶ ἡ γεννησαμένη διαβιῴη.

[*](8 vgl. Socrat. II 35, 1 u. 5. Basil. C. Eunom. Ι 1 — 12 vgl. Gregor. Nyss. 15 C. Eunom. 16 PG 45, 260 C ff. Theodor. Mopsuest. bei Nicetas Thesaur. V 30 PG 139, 1389 B * 1—7 Niceph. H. E. IX 17 PG 146, 292 B 7 — 8— S. 46, 15 ebd. 289 B 4 7 καταστῆναι Nie. καταστῆσαι B καταστῆσαι + τὴν ed. | 8 <Ἀντιόχεια> ἡ ἐν wohl herzustellen | 9 στρατιᾷ verlangt Val., wie unt. Z. 30; s. Register | ob ἐνηνεγμένων <γενομένου> vgl. unt. Ζ. 30f | 11 δημοσιεῦσαι ed. | 12 ἐνάσαι Β, aber so ß ἐν dem ἐλ des Wortes ἐλάσαι sehr ähnlich aussieht, ἐλάσαντα Nie, woher ἐλάσαι Gothofred.; s. unt. Ζ. 32 | 13 διαβιῷ ed.)

15a. Nicetas Thesaur. V 30 PG 139, 1389 C: Ὅτι δὲ χρυσοχόος ὁ Ἀέτιος ἦν. μαρτυρεῖ καὶ Φιλοστόργιος ὁ τούτῳ σύμφρων ἐν τῷ τρίτῳ τῆς ἱστορίας λόγῳ· »χωρήσας γοῦν«, φησίν, »ἐπὶ χρυσοχοΐαν ὁ Ἀέτιος ἀκρότατος γέγονε χρυσοῦ χειρουργός‘. 26 ὁ > LP

15b. [zu Ζ. 8 — S. 47] Suidas s. v. Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτοῦ, τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφεία. αὐτὸς δέ, εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός

[*](15b fehlt in V; stark ürzte Fassung (ἀέτιοσ· διδάσκαλοσ εὐνομίου· ἐξ ἀντιοχείασ τὸ γένοσ παρτόσ εὐτελοῦσ στρατιώτου· χρυσοχοὸσ τὸ πρῶτον ἦν· εἶτα συγγενόμενοσ τῶ παυλίνω τῶ τυρίω πολὺσ ἐγένετο εἰσ ἀσέβειαν) in S 30 αὐτῶ ARB, ῶ in οῦ corr. Β2 | δυσπραγέστεροσ ΒΕ | 30/31 ἐνηωεγμένων AR ἐνειλεγμένων BE ἐνειλεγμένοσ TU | 32 ἀνεχώρησεν E)
45

Ἀποχρώντως <δὲ> τῇ τέχνῃ κεχρημένον διὰ ῥώμην φύσεως ἐπὶ τὰς λογικὰς ἐπιστραφῆναι μαθήσεις, καὶ Παυλίνου μὲν ἀκροάσασθαι πρότερον, ὃς ἐκ τῆς ἐφορείας Τύρου εἰς τὴν τῆς Αντιοχείας μετέστη· τῆς δὲ μητρὸς τὸν βίον λειπούσης, δι᾿ ἣν μᾶλλον καὶ ἡ ποικίλαις εἰδέαις τὸν χρυσὸν ἐπιμορφοῦσα τέχνη μετεχειρίζετο τῷ Ἀετίῳ, ἐκεῖθεν αὐτὸν ὅλον εἰς τὴν τῶν λογικῶν μαθημάτων μετατάξασθαι θεωρίαν, καὶ θᾶττον περὶ λόγων ἁμίλλαις τῶν πλειόνων ὁρᾶσθαι κρατοῦντα· καὶ φθόνον ἐκ τούτου <πὐ> μικρὸν

Ἀλλὰ μέχρι μὲν ὁ Παυλῖνος ἔζη, τὴν ἰσχὺν ὁ φθόνος παρῃρεῖτο ἐπεὶ δὲ ἐκεῖνος μετὰ μῆνας ἓξ ἀπεβίω, ἀντ᾿ αὐτοῦ δὲ Εὐλάλιος τὸ θρόνον ἔσχεν, εἰς τὴν αὐτοῦ δύναμιν ἐπανελθὼν ὁ φθόνος κινεῖ τὸν Εὐλάλιον τῆς Ἀντιοχείας τὸν Ἀέτιον ἀπελάσαι. ὁ δέ, εἰς τὴν τῆς Κιλικίας Ἀναβρζὸν ἀφικόμενος, τῇ τέχνῃ πάλιν πρὸς τὸ ζῆν ἀπεχρῆτο, οὐδὲ τῆς ἐν λόγοις ἀφιστάμενος πρὸς τοὺς ἐντυγχάνοτας ἁμίλλης. γραμματικοῦ δέ τινος τὴν φύσιν αὐτοῦ ἀγαμένου καὶ μεταδοῦναι τῆς τέχνης ὡρμημένου, ὁ Ἀέτιος παρ᾿ αὐτὸν εἰσοικισθεὶς ἐξήτευεν, τὰς οἰκετικὰς αὐτῷ τελῶν λειτουργίας. καὶ ὁ μὲν τὴν γραμματικὴν προθύμως αὐτὸν ἐδιδάξατο, ὁ δὲ τοῦ διδασκάλου δημοσίᾳ ποτὲ καταστὰς εἰς ἔλεγχον ὅτι μὴ τῶν θείων λογίων ὀρθὴν ἐποιεῖτο τὴν διήγησιν, καὶ πολλὴν αὐτοῦ τὴν τὴν ἐπ᾿ ἀμαθείᾳ τῶν τοιούτων αἰσχύνην καταχεάμενος, ἀντιμισθίαν εὐρεν τὴν ἀποκήρυξιν [*](7 vgl. Sozomen. III 15, 7 1 Ε; Nie. | 4 ob λιπούσης? | 7 π(ερὶ) λόγων ἁμίλλαισ B ἐπὶ λόγων ἅμιλλαν M ἐπὶ λόγων ἁμίλλαις Val.; vgl. unt. S. 46, 22 f; 64, 20 u. Sozomen.: τὰς ἔριδας τῶν λόγων | 8 Ε; Val., s. unt. Ζ. 32 | 11 εἶχεν ed. | 13 Ἀναζερβὸν ed. | 16 ὁρμημένου B, ich corrigiere | 20 ἀμαθεία aus ἀμαθειαν corr. B | τῶν >) τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέρετο μαθημάτων, Snid. πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησά- [*](29 τῆς > ΒΕ | so vor ἔτι interpungieren die besten HSS | 30 TUE κων B κωνσταντίου R κωνσταντίου A | 31 διαφορουμένουσ B 33 Εὐλαλίου Gaisford εὐλάλου HSS | 34 του] τῶν E | ἐλεγχόμενοι A)

46
[*](Phot.)τῆς εὐεργετούσης αὐτὸν οἰκίας. ἐκεῖθεν δὲ ἐλαθεὶς Ἀθανασίᾳ συγγίνεται, ὃς τῶν μὲν Λουκιανοῦ τοῦ μάρτυρος ὁμιλητῶν εἱς ἐγεγόνει, τὴν Ἀναβαρζὸν δ᾿ ἐσκόπει· παρ’ ᾧ τοὺς εὐαγγελιστὰς ἀναγνοὺς καὶ τοῖς καθ᾿ ἕκαστον αὐτὸν ἐπιστήσας, ἐπὶ τὴν Ταρσὸν παρὰ Ἀντώνιον ἀφικνεῖται. τῶν Λουκιανοῦ δὲ καὶ οὗτος ἦν γνωρίμων. ὑφ’ οὗ τὰς τοῦ ἀποστόλου ἀναδιδαχθεὶς ἐπιστολὰς ἱκανὸν αὐτῷ συνδιέτριβε χρόνον, τὴν τοῦ πρεσβυτέρου τάξιν πληροῦντι. ἐπεὶ δ᾿ ὁ Ἀντώνιος ἔφορος ἐγεγόνει καὶ οὐχ οἷός τε ἠν ἐνασχολεῖσθαι τῇ σοφιζούσῃ τὸν Ἀέτιον διδασκαλίᾳ, εἰς τὴν Ἀντιόχου πάλιν ὁ Ἀέτιος ἐπάνεισιν, ἀκροασόμενος Λεοντίου· πρεσβύτερος δὲ ἦν ὁ Λεόντιος κατ’ ἐκεῖνο καιροῦ, καὶ αὐτὸς τῶν μαθητῶν Λουκιανοῦ χρηματίσας. ὃς αὐτῷ καὶ τοὺς προφήτας ἐξηγήσατο καὶ μάλιστα τὸν Ἰεζεκιήλ.

Ἀλλὰ κἀκεῖθεν αὐτὸν ὁ φθόνος αὖθις, ὡς Φιλοστόργιος ληρεῖ, ὡς δ᾿ ἄν τις ἀληθεύων εἴποι, τῆς γλώσσης ἡ ἀκρασία καὶ τὸ τοῦ φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμβάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτην κατέστησεν ἡτταν. ἐξ᾿ ᾧ ἀθυμία τε κατεῖχεν καὶ τὸ ζῆν οὐκ ἀνεκτὸν ἡγεῖτο, ὁρῶν τὸ ψεῦδος τῆς ἀληθείας ἐπικρατέστερον. οὕτω δὲ τῷ Ἀετίῳ διακειμένῳ ὀπτασία τις, ὡς οὑτος τερατολογεῖ, ἐφίσταται λύουσα τὴν ἀθυμίαν, συμβόλοις παρεχομένη τὸ ἀνανταγώνιστον τῆς ἤδη παρεχομένης αὐτῷ σοφίας. κἀκεῖθεν παραγεγόνει τῷ Ἀετίῳ τὸ μηδενὸς ἐν συμπλοκαῖς ὑττᾶσθαι λόγων. μετ’ οὐ πολὺ γοῦν Ἀφθόνιός τις, τῆς Μανιχαίων λύσσης προεστὼς καὶ μεγάλην παρὰ πολλοῖς ἐπὶ σοφίᾳ καὶ δεινότητι λόγων φέρων τὴν δόξαν, έν τῇ κατ᾿ Αἴγυπτον αὐτῷ Ἀλεξανδρείᾳ συμπλέ- [*](21 ff vgl. Eunom. bei Gregor. Nyss. C. Eun. I PG 45, 256 D 2. Sozom. IV 23, 4 2 ὁμιλιτῶν B | 3 δ’ ἐσκόπει Holstein] διεσκόπει B δ’ ἐπεσκόπει Val. <δὲ> διεσκόπει Bochart Ι 4 αὐτὸν B st. αὑτὸν oder αὐτῶν? | 9 πάλιν B, ob πόλιν? I 12 ἱεζεκιὴλ B | 16 ὑΠὲρ Bchart ὑπὸ B | 20 ὡσ συτοσ (ὡσ wenig aus καὶ τοσ corr. B, vgl. unt. S. 47, 23 f u. oft | ἐφίσταται Migne ἐπίσταται B I 21 παρεχομένης] παρεσομένης Holstein, viell. Photius selbst corrigierend; vgl. z. B. die Wiederholung καταστὰς — κατέστη unt. S. 47, 22 ff; auch S. 33, 13 u. oft I αὐτῷ Bochart αὐτ(οῦ) B | 22 π(αρα)γεγόνει B, ob περιγεγόνει?) [*](Suid.) μενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς.

[*](35 τὴν > BE | 36 ἀνάζαρβον aus ἀνάβαρζον corr. U | ὁ δὲ] ὄ δὴ AR, aber ὅ in ὃσ corr. R | ἤδη > TU | 36/37 πιπλάμενοσ B | 37 διδομένων)
47

κεται. καὶ γὰρ ἧκε πρὸς αὐτὸν ἐξ Ἀντιοχείας ὁ Ἀέτιος, ὑπὸ τῆς Phot. περὶ αὐτὸν φήμης ἑλκόμενος. ὡς δ’ εἰς ἅμιλλαν ἀλλήλοις κατέστησαν, οὐδὲ πολλῆς καταναλωθείσης διελέγξεως, εἰς ἀφωνίαν συνελάσας ὁ Ἀέτιος τὸν Ἀφθόνιον ἐκ μεγάλης δόξης εἰς μεγάλην αἰσχύνην κατήνεγκεν. διὸ καὶ τῷ ἀπροσδοκήτῳ βαρυθυμήσας τῆς ἥττης, νόσον τε ἐπεσπάσατο χαλεπὴν καὶ τῇ νόσῳ πέρας ὁ θάνατος ἠν, οὐδὲ περαιτέρω τῶν ἑπτὰ ἡμερῶν διαρκέσαντος τοῦ σώματος ἀπὸ τῆς πληγῆς. Ἀέτιος δὲ διὰ πάντων ἐχώρει, τοῖς λόγοις τοὺς ἀντιπάλους κατὰ κράτος βάλλων καὶ τὴν νίκην λαμπρὰν ἀναδούμενος.

Τότε δὲ καὶ τῆς ἰατρικῆς ἐξῆπτο, ὡς ἂν μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων ἔχοι τὰς νόσους ἐᾶσθαι. Σώπολις δ᾿ ἠν αὐτῷ τοῦ μαθήματος ὁ διδάκαλος, ἀνὴρ ἐν τῇ τέχνῃ μηδενὸς ἔχων τὰ δεύτερα· ἀριστεύων δὲ ἐν ἰατρικῇ ὁ Ἀέτιος ἄμισθον παρεῖχεν τοῖς δεομένοις τὴν θεραπείαν. εἰ εἰ ποτε ἐδέησεν αὐτῷ τῶν ἀναγκαίων, παρά τινι τῶν ὁμοτέχνων νύκτωρ φοιτῶν, ἕνα μὴ δι᾿ ἡμέρας ἀπάγοιτο τῶν σπουδαιοτέρων, ὅσον τοῦ χρυσέου τεχνικωτέρας ἐδεῖτο χειρός, τοῦτο δὴ ἄρα ἐξεργαζόμενος θᾶττον, παρὰ τοῦ ὁμοτέχνου τὸν μισθὸν ἐκομίζετο καὶ τὸν ἑαυτοῦ βίον συνεῖχε. ταῦτα δὲ κατ ἐκείνους τοὺς καιροὺς Κωνσταντίου ἠν καθ᾿ οὓς καὶ ὁ Θεόφιλος ἐκ τῶν Ἰνδῶν ἐπανελθὼν διῆγεν ἐν Ἀντιοχείᾳ.

16. Ὅτι Ἀέτιος, φησί, τοῖς περὶ Βασίλειον τὸν Ἀγκύρας καὶ Εὐστάθιον τὸν Σεβαστείας εἰς τοὺς περὶ τοῦ ὁμοουσίου λόγους καταστάς, καὶ πάντων ἀνθρώπων αὐτοὺς διελέγξας ἀφωνοτάτους, ὡς οὗτος τερατολογεῖ, εἰς μῖσος αὐτοῖς ἄσπονδον κατέστη.

17. Ὅτι Λεόντιος, φησίν, ὃν ὁ ἔμπροσθεν λόγος πρεσβύτερόν τε [*](10–20 vgl. Gregor. Nyss. C. Eunom. I PG 45, 261 Β— 264 Α. Sozomen. III 15 * 10–18 Niceph. H. E. IX 17 PG 146, 292 A 4 — 25– S. 48, 8 ebd. 292 2 περὶ αὐτοῦ αὐτοῦ ed. | 3 πολλοῖς ed. | διελέγξεως Bidez διελέξεωσ B διαλέξεωσ M | 5 βαρυθμήσασ B, corr. Holstein | 15/16 ἀπάγοιτο Μ Nie. ἐπάγοιτο B | 17 δὴ Val. δὲ B | 19 τοὺς > ed. | τοῦ Κωνσταντίου ed. | 21 περὶ M π(αρὰ) oder π(ερὶ)? kaum deutlich B) ὁ δὲ οὐδὲν ἐπαύετο τοὺς μὲν διελέγχων, τοὺς δὲ παντοίως θεραπεύων, Suid. φαύλως δὲ ἀμπισχόμενος καὶ ὡς ἔτυχε ζῶν.

[*](32 ἐλέγχων UE in διελέγχων corr. Ec | τοὺσ δὲ παντοίωσ θεραπεύων TU > ARBE, vgl. ob. S. 45, 17 u. über Aetius' κολακεία, worauf Suidas' hier anzuspielen scheint, s. Gregor. Nyss. 1. 1. 264 B 2, Theodoret H. E. II 27, 9 u. Nicetas Thesaur. V 31 PG 139, 1391 A Ι 33 δὲ > AR)
48
[*](phot.)

καὶ διδάσκαλον Ἀετίου ὑπέδειξεν, ἐπίσκοπος Ἀντιοχείας καταστάς, εἰς διακονίαν τὸν μαθητὴν προχειρίζεται, καὶ διδάσκειν ἐν ἐκκλησίᾳ τὰ τῆς ἐκκλησίας ἐπιτρέπει δόγματα. ὁ δὲ πρὸς μὲν τὸ τῆς διακονίας ἔργον ὑπεστάλη, διδάσκειν δὲ ἀνεδέξατο· χρόνον δὲ διατρίψας ὅσον ἐνόμιξεν αὐτῷ εἰς τὴν τῶν θείων μαθημάτων ἐξαρκέσειν παραδοσιν, ἐπὶ τὴν Ἀλεξάνδρειαν αὖθις παραγίνεται. ἤδη γὰρ ἐν αὐτῇ ὁ Ἀθανάσιος πολὺς ἦν ὑπὲρ τοῦ ὁμοουσίου ῥέων, καὶ ἐχρῆν τὸν τὸν αντιπνεοντα.

18. Ὅτι φησὶ Φλαβιανὸν καὶ Παυλῖνον, οἳ καὶ μετὰ ταῦτα τὸν Ἀντιοχείας θρόνον εἶχον διανειμάμενοι, τούτους τὸν εἰρημένον Λεόντιον ἅτε δὴ μὴ ὁμοδοξοῦντας καθελεῖν· οὑτοι δὲ ἠσαν Εὐσταθίῳ συνακολουθήσαντες <ἐς> τὴν μεθόριον ἀπαγομένῳ. ὃς τῶν ἱερῶν τῆς Ἀντιοχείας φροντίδων, μᾶλλον δὲ τῆς ὅλης εὐσεβείας, οὐδὲν ἠνέσχετο τοῖς καιροῖς συγκαπηλεύσασθαι.

19. Ὅτι Σεκούνδου καὶ Σέρρα εἰς ἐπισκοπὴν τὸν Ἀέτιον προχειριζομένων, αὐτός, φησίν, οὐκ ἠνέσχετο, μὴ καθαρῶς αὐτοὺς ἱερᾶσθαι διὰ τὴν ἐπιμιξίαν πρὸς τοὺς τὸ ὁμοούσιον θρησκεύοντας ἀποφαινόμενος.

20. Ὅτι φησίν, Εὐνόμιος κατὰ πύστιν τῆς Ἀετίου σοφίας εἰς Ἀντιόχειαν ἐκ Καππαδοκίας ἀφικόμενος, τῷ Σεκούνδῳ συνέμιξεν. ὁ δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ τότε τῷ Ἀετίῳ διατρίβοντι συνέστησεν· καὶ συνήστην ἄμφω, ὁ μὲν διδάσκων, ὁ δὲ τοῖς ἱεροῖς μαθήμασι συνασκούμενος.

[*](1 ff vgl. Athanas. De Synod. .38. Nicetas Thesaur. V 31. Tbeodoret H. E. II 24, 6. Socrat. II 35, 5 u. 37, 7 — 6 vgl. Gregor. Nyss. C. Eunom. I PG 45 264 A — —14 vgl. Chronic. Pasclial. a. 350 S. 535, 14 ff * —14 Niceph. H. E. IX 16 PG 146, 281 B 4 — 15 f ebd. IX 17 PG 146 292 B 6 — —23 ebd. C2 5 ὅσον Val. ὃσ B ὃν Gothofred. | ἐξαρκέσειν Gothofred. ἐξαρέσκειν B | 7 ὑπὲρ Nie. ὑπὸ B ἐπὶ M | 12 <ἐς> Holstein | ὃς nämlich Λεόντιος; s. Chronic. Paschal. | 15/16 προχειριζομένων Holstein προχειριζομένω Β | 17 πρὸς τοὺς Val.] τῶν πρὸς B, vgl. S. 39, 12 u. 44, 1 — 7 | θρησκεύοντας Val. θρησκευόντων B I 20 συνέμιξεν aus ἀνέμιξεν corr. B | 21 συνέστηκε ed. | 22 συνέστη ed.)

20a. Photii Bibliotheca Cod. 40, ob. S. 2, 24 ff: Ἐξαίρει δὲ ärul. ὁ Φιλοστόργιος) ἐν μὲν λόγοις μάλιστα Ἀέτιον καὶ Εὐνόμιον, μόνους ἀνακαθᾶραι τὰ τῆς εὐσεβείας δόγματα τῷ χρόνῳ συκεχωσμένα τερατευομένος.

49

21. Ὅτι Εὐνομίου φησὶν οὗτος ὁ δυσσεβής, οὐκ αἰσχυνόμενος, Phot. ἐγκώμιον ἀνατάξασθαι.

22. Ὅτι φησὶ τὸν Κώνσταντα διὰ τὴν ὑπὲρ Ἀθανασίου σπουδὴν ὑπὸ τυραννίδι τῇ Μαγνεντίου τὴν ζωὴν καταστρέψασθαι. τελευτήσαντος δὲ αὐτοῦ καὶ τοῦ μὲν Κωνσταντίου κατὰ τὴν Ἔδεσαν τῆς Μεσοποταμίας διατρίβοντος (τοῦτο γὰρ ὁ Περσικὸς ἀπῄτει πόλεμος), ἡ πρεσβυτάτη τούτων ἀδελφὴ Κωνσταντία Ἀναβαλλιανοῦ δὲ ἦν κεχηρωμένη γυνή), δείσασα μὴ φθάσειεν ὁ τυραννήσας Μαγνέντιος τὸ πάντων ἀναρτήσασθαι κράτος, Οὐετερανίωνά τινα, τῶν στρατηγούντων ἴνα, καθίστησι Καίσαρα. εδόκει δὲ δύνασθαι τὴν πρᾶξιν, διότι ζῶν ὀ κοινὸς αὐτῶν πατὴρ διαδήματί τε αὐτὴν ἐταινίωσεν καὶ Αὐγοῦσταν ἐπωνόμασεν. ὁ δὲ Κωνστάντιος ταῦτα μαθὼν παραυτίκα μὲν Οὐετερανίωνι τὸ διάδημα πέμπει, συνεπικυρῶν αὐτῷ καὶ τὸ τῆς βασιλείας ἀξίωμα· ἔπειτα δὲ πρὸς Ἑσπερίους κατὰ Μαγνεντίου στρατευόμενος καὶ συμμῖξαι φιλίως τῷ Οὐετερανίωνι βουληθείς, ἐπείπερ [*](7— S. 50, 6 vgl. Chronic. Paschal. a. 350 S. 539, —540, 3. Theophan. 4445 7 f vgl. Ammian. Marcellin. XIV 1, 2. Anonym. Vales. 6, 35 — — S. 50, 6 vgl. Zonar. XIII 7, 15–28. Zosim. II 44. Sozomen. IV 4. Socrat. II 28, IG * 7–13 Niceph. H. E. IX 28 PG 146, 333 A 20 7 κωνσταντία, ία in ἴνα corr., B; s. Register | ἀναγαλλιανοῦ B, corr. M 11 ζῶν Bochart ζῆνων B | 13 αὐτῷ Gothofred. αὐτ(οῦ) B) 22a — 26a. Artemii Passio 10 [unmittelbar nach στησάμενος ob. S. 30, 28]: Οὐ πολὺς ἐν μέσῳ καιρὸς καὶ ὁ Κώνστας, εἰς κώμους καὶ μέθας ἐναποκλίνας καὶ ἀλλοκότους ἐρώτων διαγωγάς, ῥαθύμως τὴν ὅλην ἀρχὴν διεπέττευε, τὸ τῆς βασιλείας μέγεθος ἐξορχούμενος· ἐπιβουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν Μαγνεντίου καὶ μετὰ τῆς βασιλείας προσαπόλλυσι καὶ τὸ ζῆν. τούτου πεσόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ’ οὗ τῆς τυραννίδος συνεπελάβοντο Νεποτιανὸς καὶ Βρεττανίων. § 11] ταῦτα μαθῶν ὁ Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνα- [*](23–27 vgl. Zonar. unt. u. XIII 6, 11 — 15. Zosim. II 42. Aurel. Victor 41, 23 f u. Epit. 41, 22 f. Eutrop. X 9, 3 22a — 26a a fehlt in V | 23 nach πολὺς + δὲ S | 24 ἐναποκλίνας — S. 52, 33 fehlt in P | 25 ἐξερχόμενοσ R | 29 συνεπελάβοντο ] συναπελάβον τὸ R βρεταγανίων M) [*]([zu Ζ. 23 — 27] Vgl. Zonar. XIII 5, 15: Εἰτα κἀκεῖνος (näml. ὁ κώνστας,) ἀλλοκότους ἐκκυλισθεὶς ἐρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη καὶ ἀθλίως ἀπώλετο. Philostorgius 4)

50
[*](Phot.)ἐκεῖνος παρέσχεν ὑποψίαν ἐπαναστάσεως, χειροῦται μὲν τὸν Οὐετερανίωνα καὶ τῆς βασιλικῆς ἀποδύει στολῆς· μηδὲν δὲ κακὸν ἐπεργασάμενος ἄλλο, ἀλλὰ καὶ τραπέζης αὐτῷ κοινωνήσας, εἰς Προῦσαν τῆς Βιθυνίας ἐκπέμπει, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἀφορίσας αὐτῷ τὰς χορηγίας, μηδενὸς ὑστερεῖσθαι, ὧν ἀνθρώπου βίος ὡς ἐν ἰδιώταις εὐδαιμονεῖ, προνοησάμενος.

23. Ὅτι Σαπώρην τὸν βασιλέα Περσῶν ἀναγράφει στρατεῦσαι κατὰ τῆς Νισίβιδος καὶ εἰς πολιορκίαν αὐτῆς καταστῆναι· ἄπρακτον δὲ καὶ παρὰ δόξαν κατῃσχυμμένον ὑποστρέψαι, Ἰακώβου τοῦ τῆς πόλεως ἐπισκόπου τό τε πρακτέον τοῖς πολίταις εἰσηγουμένου καὶ τῇ πρὸς θεὸν παρρησίᾳ κατὰ τὸ ἀνυπέρβλητον τῆς πόλεως ὑπερμαχεσαμενου.