Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

13. Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ [*](Phot.) μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούσης, ἀλλὰ μηδὲ αὐτοῦ κινεῖσθαι τῶν δεσμῶν καὶ πληγῶν συγχωρούντων, ἐν τῷ οἱκείῳ στέρνῳ ἀνακείμενον τὴν φρικτὴν θυσίαν τελεσάμενον, οὕτω τε αὐτὸν μετασχεῖν καὶ τοὺς ἄλλους μεταλαβεῖν τοῦ ἀχράντου θύματος ἐπιτρέψαι. ἐτελέσθη δὲ ἡ ἱερουργία ἐν τῇ εἱρκτῇ, τοῦ κυκλώσαντος αὐτὸν ἱεροῦ χοροῦ ὡς ἤδη ἀποβιοῦντα ἐκκλησίας σχῆμα καὶ ἀσφάλειαν τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν ἀσεβούντων ἀναπληροῦντος.

14. Τούτου τοῦ μάρτυρος πολλοὺς μὲν καὶ ἄλλους μαθητὰς ἀναγράφει. οἷς καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Μάροιν τὸν Καλγηδόνοςε καὶ τὸν Νικαίας Θέογνιν συντάττει καὶ Λεόντιον, τὸν ὕστερον γεγονότα τῆς Ἀντιοχείσας ἐπίσκοπον, καὶ Ἀντώνιον, τὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Μηνόφαντον καὶ Νοομίνιον καὶ Εὐδόξιον· οὐ μὴν ἀλλὰ καὶ Ἀλέξανδρον καὶ Ἀστέριον τὸν Καππαδόκην· οὕς καὶ ἐλληνίσαι φησὶν ἐνδόντας τῇ τῶν τυράννων βία, ὕστερον δὲ ἀνακαλέσθαι τὴν ἧτταν, συλλαβομένου αὐτοῖς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου.

15. Ὅτι τῶν εἰρημένων Ἀντώνιον μὲν καὶ Λεόντιον ἀπαράτρωτον τὴν ἀσέβειαν διασώσασθαι λέγει· Εὐσέβιον δὲ καὶ Μάριν καὶ Θέογνιν συναπαχθῆναι μὲν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀνενεχθῆναι δὲ τῆς μεταβολῆς. τὸν δὲ Μάριν ἐκεῖθεν ἀνενεχθέντα, εἰς ἐτέραν αὖθις κατολισθῆσαι ἀτοπίαν. καὶ δὴ καὶ τὸν Θέογνιν· ὃς τὸν θεὸν καὶ πρὸ τοῦ γεννὴσαι τὸν υἱὸν πατέρ οἴεται, ἅτε δὴ τὴν δύναμιν ἔχοντα τοῦ γεννῆσαι. ἀλλὰ δὴ καὶ τὸν Ἀστέριον παρατρέψαι τὸ φρόνημα, ἀπαράλλακτον εἰκόνα τῆς τοῦ πατρὸς οὐσίας εἶναι τὸν υἱὸν ἐν τοῖς αὐτοῦ λόγοις καὶ γράμμασι διαμαρτυρόμενον.

[*](1–9 vgl. Symeon Passio Luciani 12–14 PG 114, 409f – 20 ff s. ob. s. 10–13; vgl. Sozomen. III 5, 8f)[*](3 αὐτ(οῦ) κινεῖσθαι Β ἀντικινεῖσθαι ed., ob αὐτῷ? | 8/9 ἀσεβούντων Ηolstein εὐσεβούντων Β, τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν εὐσεβῶν τοῖς ἄλλως ἔκουσι δόξης οὕτως ἐτέλουν Νic.; vgl. Pass. Lucian. 409 D: πῶς ἄν —τοὺς τῶν ἀθέων λάθοιεν ὀφθαλμούς | 10 vor τούτου + Ὅτι ed. | 11/12 Xαλχηδόνος ed. | 14 Μηνόφαντον Val. μηνόφατον B | νοομίνιον, οο kaum deutlich, B νοομίνιον Μ Νουμήνιον Νic. | 17 συλλαβομένου] συμβαλλομένου ed. | αὐτοῦσ, aber der Accent aus dem Circumflex corr., B αὐτοῖς Val. | 20 εὐσέβειαν Bochart ed. | 27 διαμαρτυρόμε ν Β)
26
[*](Phot.)

16. Ὅκτι τὸ τριακοστὸν δεύτερον ἔτος ἐπιβαίνοντος τῆς βασιλείας αὐτοῦ Κωνταντίνου, ἐν Νικομηδείᾳ φαρμάκοις ὑπὸ τῶν ἀδελ-

16a. [zu Z. 1—s. 27] Artemii Passio 7: Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας καὶ τοῦ δευτέρου ἐπιβάς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ’ αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως ἄχρι τῆς Νικομηδείας ἔφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλπης τῶν ἑαυτοῦ ἀδελφῶν φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος ὥς φασι κομήτου τὸν θάνατον αὐτοῦ προμξνύσαντος. ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοῖ πρὸς πατρὸς οἵδε· Δαλμάτιος, Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιωτεύοντι, ἐκ δὲ τῆς θυγατρὸς Μαφιμιανοῦ τοῦ Ἐρκουλλίου ἐπονομαζομένου Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς Δαλμάτιος καὶ Ἀναβαλιανὸς καὶ Κωνστάντιος· οὕς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ

[*](3 ff vgl. Chbronic. Paschal. a. 337. Theophan. 33, 16 – 9f vgl. Eutrop. Χ 8, 2 – 10–15 vgl. theophylact. Bulgar. Passio XV martyrum 3 PG 126, 156 D. Theophan. 5 u. 18, 11. Chronic. Paschal. a. 304 S. 516, 15–19. Zonar. XII 33 S. 644 D)[*](7 ὥφθη R | 9 ἐγχεαμένων SMV | 12 u. S. 27, 24 f κώνσταντι HSS st. Κωνσταντίῳ | 13 ἐρκολίου Τ | 14 vor παπῖδες + τρεπις Ρ | 15 καὶ2 > P)

16b. [zu 16a Z. 15] Vita constantini Cod. Angelic. f. 47v: Ὁ δὲ Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ἔτει τὸν νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείζας ἐν μέσῳ τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς Ἰταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ περσβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ἔτει τῆς αὐτοῦ βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν ἄνω Γαλατιῶν ἔταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον ἔτος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς Ἐῴας ἐπέτρεψεν τὴν ἀρχὴν ἔχειν.

[zu Z. 1–15] Vgl. Bios di Constantino ed. Guidi S. 654,4 [ = Scholion Georg. Mon. S. 428 Muralt]: Ὡς δέ τινες φάσκουσιν ὅτι ὑπὸ Δαλματίον τοῦ καὶ Ἀναβαλλιανοῦ ἀδελφοῦ αὐτοῦ [so die beste Version] ὄντος ἐκ Θεοδώρας θυγατρὸς Ἑρκουλίου ὁ μέγας βασιλεὺς Κωνσταντῖνος ἐδολοφονήθη, φάρμακον δηλητήριον αὐτοῷ ἐκχεαμένου διὰ τὸ κρατῆσαι αὐτὸν τῆς βασιλείας.

Ζonar. XIII 4, 25: Ἐκεῖνος δὲ (näml. ὁ Κωνσταντῖνος) κατὰ Περςῶν ἐκστρατεύων τρήρεσι κομίζεται εἰς τὴν Σωτηρόπολιν, ἥ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακον πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται.

Cedrenus I 520. 4: Δόζα δὲ κατέσκε τελευτῆσαι μὲν τὸν μέγαν Κωνσταντῖνον φαρμάκῳ δηλητηρίῳ ἐπιβουλῇ τῶν ἀδελφῶν.

27

φῶν τεθνάναι γράφει· ἐγγὺς δὲ τοῦ τέλους γεγονότα καὶ αἰσθόμενον [*](Phot.) τῆς ἐπιβουλῆς, διαθήκας τε γράψαι τιμωρίαν ἀπαιτούσας τοὺς ἀνε. λόντας καὶ ταύτην εἰσπράξασθαι τὸν προκαταλαβόντα τῶν παίδων κελεῦσαι, δέει τοῦ μή τι κἀκείνους ὑπ’ αὐτῶν ὅμοιον ὑποστῆναι, δοῦναί τε τὰς διαθήκας Εὐσεβίῳ τῷ Νικομηδείας. τὸν δὲ ὑφορώμενον τοὺς τοῦ βασιλέως ἀδελφοὺς μή ποτε ςητήσειαν αὐτὰς καὶ ἀναμαθεῖν τὰ γεγραμμένα βουληθεῖεν, ἐνθεῖναι τῇ χειρὶ τοῦ νεκροῦ τὸ βιβλίον καὶ παραβῦσαι τοῖς ἱματίοις. ἐπιζητησáντων ό’ ὡς ὑπενόει, λαβεῖν μὲν φάναι, ἀντιπαραδοῦναι δὲ πάλιν εἰς χεῖρας ὁμολο-

[*](5 ff Philostorgius erzählte wahrscheinlich, daß Constantin von Eusebius in Nicomedia getauft wurde; s. Theophan. 33, 19: ὥς τινές φασιν Ἀρειανόφρονες τότε καταξιωθεὶς τοῦ ἁγίου βαπτίσματος ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας μετατεθέντος ἐν Κωνσταντικνουπόλει; ebd. 17, 28 [= Bios di Costantino ed. Guidi S. 329, 21]: oἱ δὲ κατὰ τὴν Ἀνατολὴν ἐν Νικομηδείᾳ φασὶν αὐτὸν περὶ τὸν θάνατον ὑπὸ Εὐ- σεβίου τοῦ Νικομηδέως Ἀρειανοῦ βεβαπτίσθαι und dazu die Bemerkung im Bios di Costantino ed. Guidi S. 330, 14: ἀλλ’ οἱ μὲν Ἀρειανοὶ καὶ οἱ Ἕλληνες ταῦτα ἐπλάσαντο ληρωδῶς; s. auch Chronic. Paschal. a. 337 S. 532, 11 — 12)

νοβελλησίμους ἐτίμησε. τούτων ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσης [*](Art.P.) αὐτῷ γαμετῆς γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπικληθέντα διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι καὶ πρὸς τὴν Ἑλληνικὴν ἀποκλῖναι θρησκείαν.

[Ebod. 41 Julians Rede] Οἶόας . . . ὅτι τῇ ἡμετέρᾳ ἐστὶν γενεᾷ μᾶλλον ἡ βασιλεία ἁρμόδιος· ὁ γὰρ ἐμὸς πατὴρ Κωνστάντιος ἐκ τῆς Μαξιμιανοῦ θυγατρὸς Θεοόώρας γεγέννηται τῷ ἐμῷ πάππῳ Κώνσταντι· ὁ δὲ Κωνσταντῖνος ἐξ Ἑλένης αὐτῷ γέγονε, φαύλης τινὸς γυναικὸς καὶ τῶν χαμαιτύπων οὐδὲν διαφερούσης, καὶ ταῦτα μήπω γεγονότι Καίσαρι ἀλλ᾿ ἐν ἰδιώτου τυγχάνοντι σχήματι. ὁ τοίνυν Κωνσταντῖνος θρασύτητι γνώμης τὴν βασιλείαν ἀφήρπασε καὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς αὐτοῦ ἀδελφοὺς ἀμφοτέρους ἀδίκως ἀπέκτεινε.

[*](18 νουβελησήμουσ V νοβελσίμουσ Μ | <προσαγορεύσας> ἐτίμησε? Mendelssohn | 22—29 fehlt in S | 22/23 τῆ ἡμετέρα γενεὰ μᾶλλον ἐστὶν V τῆσ ἡμετέρασ ἐστὶ γενεᾶσ μᾶλλον P τῆσ ἡμετέρασ γενεᾶσ ἐστὶ μᾶλλον RT | 24 γεγένηται PR | 25 f vgl. Theophan. 18, 8: ἄλλοι δὲ Ἀρειανοὶ καὶ Ἕλληνες ὡς νόθον διαβάλλουσι τὸν μέγαν Κωνσταντῖνον; s. auch Chronic. Paschal. a.304; Georg. Mon. II 484, 23 | 27 τυγχάνοντός PRT τυγχάνον M |. 29 s. S. 15, 23 u. S. 28 Anm. zu 2 f | αὐτοῦ] τούτον R)[*]([zu Ζ. Iff] Vgl. Cedrenus I 520, 6 [unmittelbar nach ἀδελφῶν ob. S. 26, 40]: Διὸ καὶ αὐτὁν τοῦτο δι᾿ αὐτογράφου ἐπισκρφαι τῷ παΛδί, ἐκδικῆσαί τε καὶ φυλά-)
28
[*](phot.)

γῆσαι. εἶτα μετὰ ταῦτα ἀνελόμενον, Κωνσταντίῳ τῷ αὐτοῦ παιδὶ ἐγχειρίσαι τὸ γράμμα προφθάσαντι τοὺς ἄλλους· τὸν δὲ μετ᾿ οὐ πολὺ κατὰ τὰ προστάγματα τοῦ πατρὸς διαπράξασθαι.

17. Οὗτος ὁ θεομάχος καὶ τὴν Κωνσταντίνου εἰκόνα, τὴν ἐπὶ τοῦ πορφυροῦ κίονος ἑσταμένην, θυσίαις τε ἱλάσκεσθαι καὶ λυχνοκαΐαις καὶ θυμιάμασι τιμᾶν, καὶ εὐχὰς προσάγειν ὡς θεῷ καὶ ἀποτροπαίους ἱκετηρίας τῶν δεινῶν ἐπιτελεῖν τοὺς Χριστιανοὺς κατηγορεῖ.

18. Ὅτι τελευτήσαντος τοῦ μεγάλου Κωνσταντίνου φησὶ καὶ τῶν πανταχόθι μεθορίαις ταλαιπωρουμένων ἄδειαν ἀνακλήσεως εἰληφότων, καὶ Ἀθανάσιόν φησιν ἐκ τῶν Γαλλιῶν εἰς τὴν Ἀλεξάνδρειαν παραγεγονότα, ἐπεὶ Γρηγόριον ἐμεμαθήκει τετελευτηκότα, ὡς εἶχεν εὐθὺς ἀπὸ τῆς νεὼς εἰς τὴν ἐκκλησίαν χωρῆσαι καὶ τὸν θρόνον ἀναλαβεῖν, μηδένα λόγον τῶν ἀποκηρυξάντων αὐτὸν πεποιηκότα.

[*](2 f Philostorgius hatte also berichtet, die Ermordung der üder Constantins [vgl. Theophylact. Bulgar. Passio XV Maityrum 7 PG 126, 161 B. Gregor. Naz. Orat. IV 21. Sozomen. V 2, 8. Socrat. IIl 1, 8. Theodoret H. E. III 2] sei auf das Geheiß von Constantin selbst geschehen, woher in der Artemii Passio die ob. S. 27, 29 15, 23 u. 16, 28 f citierten Stelleu — —8 vgl. Chronic. Paschal. a. 330. Leo Grammatic. 87, 14. Cedren. I 518, 1. Scriptores originum Cpl. rec. Preger I 17, 14. 56, 7. II 177, 13. 138, 11. 143, 12. 174, 1. Theodoret H. E. I 34, 3. Cod. Theodos. XV 4, 1 mit dem Commentar von Gothofred. — —14 vgl. Sozomen. III 2, 7 — 8. Socrat. II 3, 5 f. Theodoret H. E. II 2, 5)[*](7/8 κατηγορεῖν, ν gestrichen, B)[*](Cedr.)

ξασθαι τοὺς ἀνελόντας αὐτὸν θείους· λαβόντα δὲ τὴν τοιαύτην γραφὴν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον ἀποδοῦναι Κωνσταντίῳ ἐκ τῆς Ἑῴας ἄρτι παραγενομένῳ, ἔνθεν τε γενέσθαι αὐτὸν καὶ ἐπίσκοπον Κωνσταντινουπόλεως· τὸ δὲ τούτους ἀναιρεθῆναι, ἐπεί τοι ἀλόγιστος σαφῶς ἡ ἀθρόα πάντων ἀτῶν ἀναίρεσις τούτῳ ἐδόκει, δέον ἔκρινε μὴ ἅνευ λόγου τοῦτο ποιῆσαι.

29

1. Ὅτι Κωνσταντῖνόν φησι, ὃς ἦν πρεσβύτερος τῶν Κωνοταντίνου Phot.

[*](1—S. 30, 3 vgl. Socrat. II 5. Sozomen. III 2, 10. Zosim. II 41 1 Titel rot geschrieben B | 2 Κωνσταντῖνον Tillemont] κώνσταντα B, s. unt. S. 30, 3 εἰς τὴν Κώνσταντος und 1a)

1a. Artemii Passio 8: Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου τελευτήσαντος, ἠ τῶν 'Ρωμαίων ἀρχὴ εἰς τρεῖς διῃρέθη ἀρχάς, τῶν υἱῶν αὐτοῦ Κωνσταντίνου Κωνοταντίου τε καὶ Κώνσταντος ταύτας μερισαμένων. καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω Γαλλίαι καὶ τὰ ἐπέκεινα Ἄλπεων αἵ τε Βρεττανικαὶ νῆσοι καὶ ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ κλῆρος ἐδόθησαν· τῷ δέ γε Κώνσταντι ὡς ὑστάτῳ αἱ κάτω Γαλλίαι ἤγουν αἱ Ἰταλίαι καὶ αὐτὴ ἡ 'Ρώμη. ὁ δὲ Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς ἦν ἐπὶ τῶν τῆς Ἑῴας τότε πραγμάτων πρὸς τοὺς Πέροας ἀγωνιζόμενος, τὸ τῆς Ἀνατολῆς ἀσπάζεται μέρος· καὶ τό τε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταντινούπολιν καὶ νέαν 'Ρώμην ποιεῖται βασίλειον καὶ τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ

[*](8 vor Κωνσταντίου + καὶ T | τε V s | 9 Γαλλίαι] γάλλη T | 10 βρετανικαὶ RS | 12 ἱταλλίαι T | ἡ SSymeon > PRMVT | 14 Ἀνατολῆς] ἑώσα R | 15 τε > MVSymeon | 16 τὰ > R)

[zu 1a] Vgl. Theophylact. Bulgar. Passio XV Martyrum 5 PG 126, 160 B: Τῶν δὲ υἱῶν αὐτοῦ Κωνσταντίνῳ μὲν τῷ πρώτῳ αἵ τε Γαλλίαι καὶ τὰ πρὸς τῷ πέρατι τοῦ ἑσπερίου Ὠκεανοῦ αἵ τε Βριτανικαὶ νῆσοι εἰς κλῆρον ἀπενεμήθησαν· Κώνσταντι δὲ τῷ ὑστάτῳ αἵτε Ἰταλίαι καὶ αὐτὴ ἡ 'Ρώμη ἄχρι καὶ τοῦ Ἰλλυρικοῦ· Κωνσταντίῳ δὲ τῷ μέσῳ ἥ τε Ἑῴα [αἰῶα ΗS] πᾶσα καὶ Λιβύη καὶ Αἴγυπτος.

Zonar. XIII 5, 1—4: Ἡ δὲ τῶν 'Ρωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς ἐκείνου (näml. Kωνσταντίνου) παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ᾿ ἕτεροι, καθ᾿ ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ᾿ ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν ῾Ρώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἑλλάσι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίου, Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι (Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου) καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κων- [*](32 Κοττίαι — 33 γενομένου > BC, »habet inter argumenta C«)

30
[*](Phot.)παίδων, ἐπιβουλεῦσαι τῷ ἀδελφῷ Κώνσταντι· καὶ μάχῃ τοῖς στρατηγοῖς αὐτοῦ συρραγέντα διαφθαρῆναί τε καὶ τὴν μοῖραν τῆς ὑπαὐτὸν ἀρχῆς εἰς τὴν Κώνσταντος ἀνακοινωθῆναι.

[*](1 Κώνσταντι Tillemont] κωνσταντίνω B, s. ob. S. 29, 4 f)[*](Art.P.)

μέχρι τῆς Προποντίδος ὁπόσα ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον καὶ τὰς νήσους ἁπάσας τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ καθίστησιν. Ebd. 9: Ὡς οὐν εἴρηται τῶν βασιλέων τριῶν τυγχανόντων καὶ τῆς αὐτοῦ μοίρας ἑκάστου αὐτῶν βασιλεύοντος, ὁ πρῶτος αὐτῶν Κωνσταντῖνος τῆς οἰκείας μερίδος ἀπαναστὰς καὶ πρὸς τὴν τοῦ ἐσχάτου ἀδελφοῦ κληροδοσίαν ἐπανελθών, ἐκείνου Πρὸς τὴν Ῥώμην ἀποδημήσαντος, ἐπεχείρει τι τῶν ἀδίκων κατὰ τοῦ ἀδελφοῦ διαπράξασθαι. καὶ αὐτὸν μὴ παρόντα διέβαλλεν ὡς οὐ καλῶς τῶν πραγμάτων διανεμηθέντων, καὶ ὅτι πλεῖστον μέρος τῆς αὐτῷ προσηκούσης ἀρχῆς ἐσφετερίσατο. οἱ δὲ τῆς χώρας στρατηγοί τε καὶ φύλακες οὓς ὁ Κώνστας ἐχειροτόνησεν, οὐκ ἔφασαν χωρὶς τῆς ἐκείνου γνώμης τε καὶ βουλῆς δύνασθαί τι μικρὸν ἢ μέγα μετακινεῖν· ἀνόσιον γάρ. ὁ δὲ πρὸς πόλεμον ἀποδύεται καὶ ὅπλα κινεῖ κατὰ τοῦ μηθὲν ἀδικήσαντος. πίπτει τοίνυν ὁ Κωνσταντῖνος έν τῷ πολέμῳ μαχόμενος, καὶ τῆς μερίδος τῶν ἀλλοτρίων ἐπιθυμῶν, καὶ ἅπερ ἐδόκει βεβαίως κρατεῖν προσαπώλεσεν. [§ 10] ὁ τοίνυν λαὸς ἀποκλίνει πρὸς Κώνσταντα, καὶ γίνεται πᾶσα ἡ τῆς Ἑσπέρας ἀρχὴ ὑπ’ ἐκείνῳ μηδὲν περὶ ταύτης σπουδάσαντι, τοῦ θεοῦ ταῦτα δικάσαντος, τοῦ εἰπόντος· μὴ κίνει ὅρια πατέρων σου, μήτε τοῦ πλησίον καθάπτου τῆς αὕλακος«. ὁ γὰρ κατὰ τοῦ πλησίον πονηρευόμεος, αὐτὸς ἑαυτῷ συνεισάγει τὸν ὄλεθρον, τὴν τοῦ θεοῦ δικην ἐφ’ ἑαυτὸν ἐπισπώμενος. βασιλεύει τοίνυν ὁ Κώσττας ἐφ᾿ ὅλης τῆς ἑσπερίου ἀρχῆς, τὰς δύο κληροδοσίας εἰς ἓν συνάψας καὶ μίαν ἀρχὴν αμφοτερα τα μέρη στησαμενος.

[*](8–18 vgl. Zonar. XIII 5, 5–17, Cedren. I 521, 18. Theophan. 35 58, 24 — 23.f vgl. Deut. 19 14)[*](8 μύρασ RT | 11 ἐπανελθών vielleicht in ἐπελθών zu corrigieren; vgl. Zonar.: ὅπλα κατ᾿ αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος, καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος, u. Cedren.: ἐπελθὼν τοῖς Κώνσταντος — μέρεσίν | 14 αὐτῶ, ω durch Corr., R | 15 τε > S | 18 κατ’ αὐτοῦ S | 22 nach θεοῦ + δὲ VSymeon | 23 μήτε] μὴ δὲ RSymeon | 24 καθάπτεί sie T | 25 συνάγει R | 28 συστησάμενοσ T, θέμενος Symeon)[*](Zonar. σταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ.)
31

2. Ὅτι Κωνστάντιον δι᾿ ἐπαίνων ἄγει καὶ τὴν ἐκκλησίαν φησὶν αὐτὸν Phot. δομήσασθαι τὴν ἐν Κωνσταντινουπόλει καὶ οὖσαν καὶ καλουμένην μεγάλην. καὶ δὲ καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετακομίσαι ἐπὶ τὸν ναὸν ὃν οὑτος ἐξῳκοδομήσατο, τὸ κοινὸν τῶν ἀποστόλων ἐπιφερόμενον ὄνομα· οὗ πλησίον καὶ τὸν πατρῷον τάφον

[*](1 f vgl. Chronic. Paschal. a. 360. Zonar. XIV 6, 19 u. 30. Cedren. I 523, 4. Socrat. II 43, 11 ff. Sozomen. IV 26, 1. Vita Pauli Cplt. episc. bei Photius Biblioth. cod. 257 S. 475 b 27 — 3– S. 32, 4 vgl. Chronic. Paschal. a. 337 S. 533, 517 5 vgl. Euseb. V. C. IV 70. Socrat. I 40, 2. Sozomen. II 34, 5 4 ἐξῳκοδομήσατο Migne ἐξοικοδομήσατο B | 4/5 vgl. Symeon Metaphr. Comment. in S. Lucam Evang. 12 PG 115, 1140 C 12: κοινῷ δὲ τῶν ἀποστόλων ὀνόματι ὁ νεὼς οὑτος προσαγορεύεται)

2a. Artemii Passio 17: Ὁ δὲ τὴν ἱστορίαν γράφων τοιαῦτα περὶ Κωνσταντίου καὶ τοῦ μάρτυρος (näml. Ἀρτεμίου) φάσκει· λέγεται δὴ περὶ Κωνσταντίου ὅτι οὐ μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας ἐπισκόπου συνελαθείς· ἐπεὶ τά γε ἄλλα μέτριος καὶ εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος καὶ σωφροσύνης ἄκρως ἐπειλημμένος περί τε τὴν δίαιταν καὶ τὸν ἄλλον τρόπον, καὶ πλείστην γε τὴν εἰς τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν μακρῷ τὸν ἑαυτοῦ πατέρα ταῖς περὶ ταῦτα προθυμίαις ὑπερβάλλεσθαι φιλοτιμούμενος. καὶ τήν τε ἐκκλησίαν ἐδείματο τὴν μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς πλησίον τῆς γερουσίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμενος. καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκοδομήσατο μέγιστον ἐκεῖ θρησκευτήριον· καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκών, [*](15–20 vgl. Cedren. I 521, 2 ff. Zonar. XIII 11, 13 — 2022 Paschal. a. 350 S. 539, 18 f u. a. 360 Ende 2a fehlt in S | 13 ὁ δὲ τὴν ἱστορίαν γράφων ἀναγράφων T), ämlich Philostorgius 30 | nach περὶ + τοῦ Τ | 14 nach Κωνσταντίου + ὅτι οὐ μόνον gestrichen R | γὰρ> R | 17 εὐσεβείου VT | 18 συνελασθεὶσ R | 19 ἄκρας? Mendelssohn | ἐπιλούμενοσ R | 20 τὴν2] τῆσ T | 21 μικρῶ Τ | 22 ὑπερβαλέσθαι PV | 25 ἐξωδομήσατο Τ | 25 f θρησκευτήριον] θυσιαστήριον P) [*]([zu 2 Z.5f] Vgl. Zonar. XIII 4,28: Ὅν (näml. Κωνσταντῖνον ὁ υἱὸς ἐξ Ἀντιοχείας παραγενόμενος (ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος) <οὐκ> ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέθετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν. 35 <οὐκ>)

32
[*](Phot.)ἱδρύσασθαι· ναὶ δὴ καὶ Αουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς Ἀχαΐας εἰς τὸ αὐτὸ μετενεγκεῖν τέμενος· ἀλλὰ καὶ Τιμόθεον τὸν ἀπόστολον ὡσαύτως ἐξ Ἐξέσου τῆς Ἰωνίας εἰς τὸν αὐτὸν ἀνακομίσαι περιώνυμον καὶ σεβάσμιον οἰκον.

3. Ὅτι φησὶν ὡς ὁ Κωνστάντιος γνοὺς Ἀθανάσιον τὸν Ἀλεξανδρείας θρόνον ἀναλαβεῖν, ἐκεῖνον μὲν ἐλαύνει τῆς Ἀλεξανδρείας, ἀντιχειροτονηθῆναι δὲ γνώμην ἀποφαίνει Γεώργιον τὸν ἐκ Καππαδοκίας. ὁ δὲ Ἀθανάσιος δείσας καὶ τὰς ἀπειλὰς καὶ τὸν ἐξ ἐπιβουλῆς θάνατον, πρὸς τὸν ἑσπέριον ἀφικνεῖται πάλιν βασιλέα.

4. Ὅτι Κωνστάντιόν φησι διαπρεσβεύσασθαι πρὸς τοὺς πάλαι μὲν Σαβαίους, νῦν δὲ Ὁμηρίτας καλουμένους. ἔστι δὲ τὸ ἔθνος τῶν ἐκ Χεττούρας τῷ Ἀβραὰμ γενομένων. τὴν δὲ χώραν μεγάλην τε Ἀραβίαν καλεῖσθαι καὶ εὐδαίμονα πρὸς τῶν Ἑλλήνων· καθήκειν δὲ ἐπὶ τὸν ἐξωτάτω Ὠκεανόν· ἧς μητρόπολις ἡ Σαβά· ἐξ ἧς καὶ ἡ βασιλὶς ὡς τὸν Σολομῶντα παραγεγόνει. ἐμπερίτομον δὲ τὸ ἔθνος

[*](5 ff vgl. Socrat. II 11 u. 14. Sozomen. III 6, 8 u. 7, 9 f. Theodoret H. E. II 3, 8 f — 12 Gen. 25, 1 ff. Vgl. Joseph. Antiqu. Jiid. I 238 ff — 14 f I Kön. * — S. 33, 3 Niceph. H. E. YIII 35 PG 146, 132 AB 12 γενομένων Migne [vgl. Symeon unt. 33, 34 f] γεννωμένων B | 14 ἐξωτάτ(ω) B ἐξωτάτω Nie. ἐξώτατον ed. | Σάβα ed. | 15 ὡς Bidez] καὶ B, ἐξ ἧς Σολομῶντι παραγεγονέναι λόγος ἔχει τὴν τοῦ νότου βασίλισσαν Nie.)[*](Art.P.)

ὡς προέφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Αουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας καὶ Τιμόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας. 22 καὶ μὴν — 23 Ἀχαΐας > 4a. [zu Ζ. — S. 34, 11] Symeon Metaphrast. Martyrium Arethae 1 PG 115, 1249 A: Ἐκράτει δὲ καὶ τῆς εὐδαίμονος Ἀραβίας, τῆς πάλαι μὲν Σαβᾶ, νυνὶ δὲ Ὁμηρίτιδος καλουμένης, Δουναάν τις Ἑβραῖος . . . ὃς καὶ τοὺς ὑπὸ χεῖρα πάντας ἐμπεριτόμους εἰχεν, οὓς μὲν ἰουδαΐζοντας, οὓς δὲ καὶ ἀκριβῶς ἑλληνίζοντας, θύοντας ἡλίῳ καὶ σελήνῃ καὶ δαίμοσιν, οὓς ἄρα καὶ κατὰ τὸν ἐπιχώριον τρόπον ἀγάλμασι καὶ στήλαις ἐτίμων. Ebd. 2 PG 115, 1252 A: Πόλις γέ τις πολυάνθρωπος 4a Text von H. Lebegue mit A [= Paris. 789], B [= Paris. 1480], u. C [= Paris. 1486] verglichen; ABC von Jhrdt XI 26–27 u. — S. 33, 31 f über Δουναάν u. Νεγράν [= Martyrium Arethae Boissonade Anecdota graeca V 2 f u. Acta Sanct. Octobr. X 721 f] ört dem alten Arethasmartyrium, das übrige scheint aus Philostorgius [direct ?] geschöpft zu 27 ὁμηρείτιδοσ C | 28 ἐνπεριτόμουσ C]

33

κατὰ τὴν ὀγδόην περιτεμνόμενον ἡμέραν· καὶ θύουσιν ἡλίῳ καὶ σελήνῃ Phot. καὶ δαίμοσιν ἐπιχωρίοις. οὐκ ὀλίγον δὲ πλῆθος καὶ Ἰουδαίων αὐτοῖς ἀναπέφυρται.

Πρὸς τούτους οὐν διαπρεσβεύεται Κωνστάντιος, ἐπὶ τὴν εὐσέβειαν σκοπὸν ποιούμενος αὐτοὺς μεταθέσθαι· δώροις τε οὐν μεγαλοπρεπέσι καὶ πλήθει τὸν καθηγούμενον τοῦ ἔθνους οἰκειώσασθαι διενοεῖτο, κἀκεῖθεν αὐτοῦ καὶ τὰ τῆς εὐσεβείας σπέρματα χώραν εὑρεῖν ἐναποθέσθαι. ἀξιοῖ δὲ καὶ παρασχεῖν ἐκκλησίαν τοῖς ἐκεῖσε τῶν Ῥωμαίων ἀφικνουμένοις ἀνοικοδομήσασθαι, καὶ εἴ τι ἄλλο τῶν αὐτοχθόνων ἐπὶ τὴν εὐσέβειαν ἀποκλίνοιεν. ἐδίδου δὲ φέρειν φιλοτίμως τοὺς πρέσβεις καὶ τῆς οἰκοδομῆς τὸ ἀνάλωμα.

Ταύτης τῆς πρεσβείας ἐν τοῖς πρώτοις ἦν καὶ Θεόφιλος ὁ Ἰνδός. ὃς πάλαι μέν, Κωνσταντίνου τοῦ πάλαι βασιλεύοντος, ἔτι τὴν ἡλικίαν νεώτατος, καθ᾿ ὁμηρίαν πρὸς τῶι, Διβηνῶν καλουμένων εἰς Ῥωμαίους ἐστάλη· Διβοῦς δ’ ἐστὶν αὐτοῖς ἡ νῆσος χώρα, τῶν Ἰνδῶν δὲ καὶ οὗτοι φέρουσι τὸ ἐπώνυμον. τὸν μέντοι Θεόφιλον, οὐκ ὀλίγον Ῥωμαίοις ἐνδιατρίψαντα χρόνον, τά τε ἤθη πρὸς ἀρετὴν εἰς τὸ ἀκρότατον ῥυθμίσαι καὶ τὴν δόξαν πρὸς εὐσέβειαν, καὶ τὸν μοναύλιον ἀνελέσθαι βίον· καὶ δὴ καὶ εἰς βαθμὸν διακόνων παραγγεῖλαι, Εὐσεβίου τὰς ἱερουργοὺς αὐτῷ χεῖρας ἐπιθεμένου, ἀλλὰ ταῦτα μὲν πρότερον· τὴν δὲ πρεσβείαν ὑπελθόντα, καὶ ἐφόρου λαβεῖν παρὰ τῶν ὁμοδόξων ἀξίωμα.

[*](1 vgl. Lev. 12, 3. Gen. 21, 4 * 12– S. 36, 3 Niceph. H. E. IX 25 4 τούτους Val. τούτοισ B | 6 πλήθει] πειθοῖ Val., aber s. unt. S. 84, 2 ff 7 αὐτ(οῦ) B αὐτὶ ed. | 8 ἐκκλησίας ed., s. unt, S. 34, 12 f | 10 nach δὲ + καὶ ed. | 12 nach Ταύτης | δὲ ed. | 13 τοῦ πάλαι] ob τοῦ πάνυ?? s. S. 46, 31 f 14 πρὸσ τοὺσ διβηνῶν καλουμένουσ B, corr. Val. | 15 διβοῦσ B, aber δίβου unt. S. 35, 2 | δ’ ἔστιν B γ’ ἐστὶν ed. | 17/18 εἰς τὸ ἀκρότατον πρὸς ἀρετὴν ~ ed. | 20 αὐτῷ Gothofred, αὐτ(ῶν) B)

ὑπὸ τὸν Ὁμηρίτην κειμένη καλουμένη Νεγράν, συχνὸν ἤδη χρόνον M. Areth. εἰς ἐπίγνωσιν Μοῦσα τῆς ἀληθείας καὶ τὴν εὐσέβειαν ἐπανελομένη, ἐξ ὅτου Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντὶνου υἱός, πρὸς Σαβαίους τοὺς νῦν Ὁμηρίτας, τοὺς ἐκ τῆς Χεττούρας τῷ Ἀβραὰμ γενομένους, πρεσβείαν ἐστείλατο, καὶ δώροις οἰκειωσάμενος τὸν τοῦ ἔθνους βασιλέα, ἐκκλησίας τε ἐδείματο καί τινα Θεόφιλον, ἄνδρα πρὸς τὸν μοναδικὸν ἀποκλίναντα βίον καὶ μέγαν ἐν ἠθικαῖς τε καὶ πρακτικαῖς ἀρεταῖς καὶ ὑπὲρ τοὺς τότε πάντας γενόμενον, εἰς προτὴν

[*](31 ὁμηρίτιν B | 32 τῆσ εὐσεβείασ· καὶ τὴν ἀλήθειαν ~ B | 35 ἐπεστείλατο B | 37 μοναδικὸν st. μοναύλιον (ob. Ζ. 18), das Cölibat; s. Philostorgius. 3)
34
[*](Phot.)

Ὁ μέντοι Κωνστáντιος, μεγαλοπρεπῶς καὶ εἰς τὸ μάλιστα κεχαρισμένον τὴν πρεσβείαν στέλλων, καὶ ἵππους εἰς διακοσίους τῶν ἐκ Καππαδοκίας εὐγενεστάτων ἱππαγωγοῖς πλοίοις κομιζομένους καὶ πολλὰς ἄλλας δωρεὰς εἰς τὸ πολυτελέστατον θαῦμα παρασχεῖν καὶ θελκτηρίους συνεξέπεμψεν.

Καταλαβὼν δὲ τοὺς Σαβαίους, ὁ Θεόφιλος πείθειν ἐπεχείρει τὸν ἐθνάρχην Χριστόν τε σέβειν εἰδέναι καὶ τῆς Ἑλληνικῆς πλάνης ἀποστῆναι. ἡ δὲ τῶν Ἰουδαίων οἰκεία ἐπίνοια * τοῦ δὲ Θεοφίλου παραδόξοις ἔργοις καὶ ἅπαξ καὶ δὶς τὴν εἰς Χριστὸν πίστιν ἄμαχον ἐπιδειξαμένου, εἰς σιγὴν μὲν βαθεῖαν καὶ ἄκον τὸ ἀντιπνέον κατέδυ· τὰ δὲ τῆς πρεσβείας τὸ πέρας ἐδέχετο, καθαρότητι γνώμης τοῦ τὴν ἀρχὴν ἔχοντος τοῦ ἔθνους πρὸς τὴν εὐσέβειαν ἀποκλίναντος καὶ τρεῖς, οὐ μίαν, ἐκκλησίας ἀνὰ τὴν χώραν ἀναστήσαντος, οὐκ ἐξ ὡν οἱ πρέσβεις ἔφερον βασιλικῶν ἀναλωμάτων, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐκεῖνος προθύμως οἴκοθεν ἐχορήγει· καὶ τῷ θαύματι τῶν Θεοφίλου ἔργων ἐνάμιλλον παρέχειν ἐφιλοτιμεῖτο τὸ πρόθυμον. τῶν δὲ ἐκκλησιῶν μίαν μὲν έν αὐτῇ τῇ μητροπόλει τοῦ παντὸς ἔθνους Τάφαρον ὀνομαζομένῃ καθιδρύσατο· ἑτέραν δὲ ἐν ᾧ τὸ Ῥμωαϊκὸν ἐμπόριον ἐτύγχανεν ἔξω πρὸς τὸν Ὠκεανὸν τετραμμένον· καλοῦσι δὲ τὸ χωρίον Ἀδάνην, ἔνθα καὶ τοὺς ἐκ Ῥωμαίων ἀφικνουμένους ἔθος ἦν καθορμίζεσθαι· τὴν δὲ τρίτην ἐπὶ θάτερον τῆς χώρας μέρος, ἐν ᾧ Περσικὸν ἐμπόριον γνωρίζεται ἐπὶ τῷ στόματι τῆς ἐκεῖσε Περσικῆς κείμενον θαλάσσης.

[*](5. Ὁ μέντοι Θεόφιλος, τὰ ἐν τοῖς Ὁμηρίταις ὡς ἕκαστα δυνατὸν)[*]( 8 ἐπίνοια· τοῦ δὲ B] ἐπίνοια, τοῦ ed., Stelle ückenhaft; ob ἐπίνοια <ἐπειρᾶτο ἀντιστῆναι;> vgl. unt. Ζ. 27ff | 19 τετραμένον B, corr.)[*](M.Areth.)

στασίαν τῶν τῇ εὐσεβείᾳ συντιθεμένων ἐξέπεμπεν. ὅτε καὶ τῶν Ἰουδαίων ἀνθισταμένων καὶ ἀναπειθόντων τὸν βάρβαρον μὴ προχείρως οὕτω ξένον εἰς τὴν πολιτείαν εἰσδέξασθαι μηδὲ περὶ τὰ θεῖα νεωτερίζειν, εἰ μή τι πρότερον σημεῖον ὁ Θεόφιλος ἐπιδείξαιτο, οἷα δὴ πολλὰ τούτοις ὡς ἀπίστοις ἀπαιτεῖν ἔθος, καὶ τότε παραχωρῆσαι αὐτῷ τῆς εἰς τὴν πόλιν εἰσόδου, ἐκεῖνον ταῖς θείαις ἐπαγγελιαις θαρρήσαντα ὅτι σημεῖα τοῖς πιστεύσασι παρακολουθήσει, ἐπινεῦσαί τε ἐναπιδιιάστως καὶ πολλὴν τῶν ἀπαιτουμένων θαυμάτων ἐπιδείξασθαι τὴν ἐνέργειαν.

[*](30 f vgl. I Kor. 1, 22 — 33 Mark. 16, 17 27 ob ἐξέπεμψεν? | 29 εἰσδέψεσθαι C 4b. Photii Bibliotheca Cod. 40, ob. S. 2, 24: Ἐξαίρει δὲ äml. ὁ Φιλοστόργιος) . . . ἐν τεραστίοις δὲ καὶ βίῳ . . . Θεόφιλον τὸν Ἰνδόν.)
35

ἠν καὶ ὁ καιρὸς ἐδίδου διαθείς, καὶ τὰς ἐκκλησίας ἱερωσάμενος καὶ Phot. κόσμοις οἷς ἐνῆν δυνατὸν διακοσμήσας, ἐπὶ τὴν Δίβου νῆσον, ἣν αὐτοῦ πατρίδα προεδίδαξεν ὁ λόγος, ἀπέπλευσεν. κἀκεῖθεν εἰς τὴν ἄλλην ἀφίκετο Ἰνδικήν, καὶ πολλὰ τῶν παρ᾿ αὐτοῖς οὐκ εὐαγῶς δρωμένων ἐπηνωρθώσατο. καὶ γὰρ καθεζόμενοι τῶν εὐαγγελικῶν ἀναγνωσμάτων ἐποιοῦντο τὴν ἀκρόασιν, καὶ ἄλλα τινὰ ὡν μὴ θεῖος θεσμὸς ἐπεστάτει διεπράττοντο. ἀλλὰ ταῦθ᾿ ἔκαστα πρὸς τὸ σεβάσμιον αὐτοῖς καὶ θεοφιλὲς μεταρυθμίσας, καὶ τὸ τῆς ἐκκλησίας δόγμα ἐκρατύνατο. οὐ γὰρ ἐδέοντο, φησὶν ὁ δυσσεβὴς οὑτος, τῆς τὸ θεῖον σέβας διορθούσης ὑφηγήσεως, ἐξ ἀρχῆς ἀπαρατρώτως τὸ ἑτεροούσιον πρεσβευόμενοι.