Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως εἰς Τρωάδα μετενεχθέντος.

Σιλβανὸς ῥήτωρ μὲν ἐγεγόνει πρότερον Τρωΐλου τοῦ σοφιστοῦ: ἀκριβῶς δὲ Χριστιανίζειν ἐσπουδακὼς, καὶ τὸν ἀσκητικὸν βίον ἀσκῶν, τρίβωνα φορεῖν οὐ προῄρητο. Μετὰ ταῦτα δὲ αὐτὸν [*](Cp. iii. 1.) Ἀττικὸς ὁ ἐπίσκοπος συλλαβὼν ἐπίσκοπον τῆς Φιλιππουπόλεως κατέστησεν. Ὁ δὲ τρεῖς ἐνιαυτοὺς ἐν τῇ Θρᾴκῃ διαγαγὼν, καὶ μὴ ὑποφέρων τὸ κρύος,—λεπτὸν γὰρ εἶχε πάνυ καὶ ἀσθενὲς τὸ σῶμα,—παρεκάλεσε τὸν Ἀττικὸν, ὥστε εἰς τόπον αὐτοῦ ἕτερον χειροτονῆσαι: φήσας, δἰ οὐδὲν ἕτερον ἢ διὰ τὸ κρύος παραιτεῖσθαι τὴν ἐν Θρᾴκῃ διαγωγήν. Ἑτέρου οὖν διὰ τοῦτο ἀντικατασταθέντος, ἔμενεν ὁ Σιλβανὸς ἐν τῇ Κωνσταντινουπόλει, τὸν ἀσκητικὸν βίον ἄκρως μετερχόμενος. Τοσοῦτον δὲ ἄτυφος ἦν, ὡς τὰ πολλὰ ἐν τοσούτῳ πλήθει τῆς τηλικαύτης πόλεως ἀπὸ χορτίνων σανδαλίων προέρχεσθαι. Χρόνου δέ τινος διαγενομένου, ὁ τῆς ἐν Τρωάδι προεστὼς ἐκκλησίας ἐτελεύτησεν: διὸ παρῆσαν οἱ Τρῶες ζητοῦντες ἐπίσκοπον. Ἀττικοῦ δὲ διασκεπτομένου τίνα χειροτονήσει, συνέβη τὸν Σιλβανὸν ἐπὶ θέαν παρεῖναι αὐτοῦ. Ὁ δὲ θεασάμενος. αὐτὸν, εὐθὺς τὴν φροντίδα ἐπέθετο, καὶ πρὸς τὸν [*]([*wal. a)pe/qeto.]) Σιλβανὸν, Οὐκέτι πρόφασιν ἔχεις, φησὶ, τοῦ ἀποφυγεῖν ἐκκλησίας φροντίδα, ἡ γὰρ Τρωὰς κρυμὸν οὐκ ἔχει: ἀλλ̓ ἰδού σοι τόπος εὔκαιρος πρὸς τὴν τοῦ σώματος ἀσθένειαν ἐκ Θεοῦ εὐτρεπίζεται: μὴ μέλλε οὖν, ἀδελφὲ, ἀλλ̓ ἐπὶ τὴν Τρωάδα πορεύου. Μετέστη οὖν ἐκεῖ ὁ Σιλβανός: καὶ θαῦμα ἐν ταῖς χερσὶν αὐτοῦ γενόμενον διηγήσομαι. Ναῦς ἀχθοφόρος μεγίστη ἡ τοὺς μεγάλους κομίζουσα κίονας,—πλατὴν αὐτὴν ὀνομάζουσι,—νεωστὶ κατεσκεύαστο ἐν τῷ τῆς Τρωάδος αἰγιαλῷ: ταύτην τε ἔδει καθέλκεσθαι εἰς τὴν θάλασσαν. Πολλῶν τε καλωδίων καὶ πολυπληθίας ἀνδρῶν ἑλκόντων αὐτὴν, οὐδαμῶς ἐκινεῖτο ἡ ναῦς. Ἐπεὶ δὲ τοῦτο πολλαῖς ἡμέραις ἐγίνετο, ᾠήθησαν δαιμόνιον κατέχειν τὴν ναῦν: καὶ γενόμενοι παρὰ τὸν ἐπίσκοπον Σιλβανὸν, παρεκάλουν αὐτὸν εὐχὴν ἐπὶ τοῦ τόπου τελέσαι: οὕτω γὰρ μόνως τὴν ναῦν καθελκυσθῆναι ἐπίστευσαν. Ὁ δὲ μετριοφρονῶν ἁμαρτωλὸν ἑαυτὸν ἀπεκάλει, καὶ ἔλεγε τὸ ἔργον δικαίου εἶναί τινος, οὐ μὴν ἑαυτοῦ. Ἐκλιπαρησάντων

322
δ̓ οὖν, ἧκε παρὰ τὸν αἰγιαλόν: εὐχήν τε ἐκτελέσας ἥψατο ἑνὸς τῶν σχοινίων, καὶ τοῦ ἔργου παρεκελεύσατο ἔχεσθαι: τῶν δὲ βραχὺν ὠθισμὸν ποιησαμένων, δρομαία ἡ ναῦς ἐπὶ τὴν θάλασσαν ἐπορεύετο. Τοῦτο τὸ θαῦμα ἐν ταῖς χερσὶ Σιλβανοῦ γενόμενον πάντας τοὺς κατὰ τὴν ἐπαρχίαν εἰς εὐλάβειαν ἦγεν. Ἦν δὲ Σιλβανὸς καὶ τὰ ἄλλα ἀνὴρ ἀγαθός: κατιδὼν γοῦν τοὺς κληρικοὺς ἐμπορίαν ποιουμένους τὰς τῶν δικαζομένων ἐρεσχελίας, οὐδένα τὸν τοῦ κλήρου δικαστὴν ἐδίδου ποτέ: ἀλλὰ τὰ βιβλία τῶν δεομένων δεχόμενος, παρεκάλει ἕνα τῶν πιστῶν λαϊκῶν, ὃν ᾔδει φιλοῦντα τὸ δίκαιον: κἀκείνῳ ἐγχειρίσας τὴν ἀκρόασιν, τοὺς δικαζομένους τῆς ἐρεσχελίας ἀπήλλασσεν: καὶ διὰ ταῦτα γοῦν μεγίστην εὔκλειαν παρὰ πᾶσιν ἐκέκτητο. Τὰ μὲν οὖν περὶ Σιλβανοῦ, εἰ καὶ ἐν παρεκβάσει εἴρηται, ἀλλ̓ οὐκ ἀχρείως ἡγοῦμαι μνήμην αὐτῶν γεγονέναι: ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν. Μαξιμιανοῦ [*](A.D. 431.) τοίνυν προχειρισθέντος εἰς τὴν ἐπισκοπὴν ἐν ὑπατείᾳ Βάσσου καὶ Ἀντιόχου, περὶ τὴν εἰκάδα πέμπτην τοῦ Ὀκτωβρίου μηνὸς, τὰ τῶν ἐκκλησιῶν ἡσύχαζε πράγματα.

Περὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων, ὅπως ἐχριστιάνισαν τηνικαῦτα πολλοί.

Περὶ δὲ τὸν χρόνον τοῦτον πολλοὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων ἐχριστιάνισαν διὰ πάθος τοιόνδε: ἀπατεών τις Ἰουδαῖος ὑπεκρίνατο εἶναι Μωϋσῆς: πεπέμφθαι δὲ ἔλεγεν ἐκ τῶν οὐρανῶν, ὅπως ἂν τοὺς τὴν νῆσον οἰκοῦντας Ἰουδαίους ἐκβάλῃ διὰ τῆς θαλάσσης ἀγαγών: αὐτὸς γὰρ εἶναι ἔλεγεν ὁ καὶ τὸν Ἰσραὴλ πάλαι διὰ τῆς ἐρυθρᾶς θαλάσσης σώσας. Ἐφ̓ ὅλον οὖν ἐνιαυτὸν περιῄει καθ̓ ἑκάστην τῆς νήσου πόλιν: καὶ τοὺς ἐν αὐταῖς οἰκοῦντας Ἰουδαίους τὰ τοιαῦτα πιστεύειν ἀνέπειθε. Παρῄνει τε πάντα τὰ χρήματα καὶ τὰ κτήματα καταλιπεῖν: ἄξειν γὰρ αὐτοὺς διὰ ξηρᾶς τῆς θαλάσσης εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὑπισχνεῖτο. Οἱ δὲ ταῖς τοιαύταις ἐλπίσι βουκολούμενοι πάντων μὲν τῶν ἔργων ἠμέλουν: κατεφρόνουν δὲ καὶ ὧν ἐκέκτηντο, τοῖς ἐπιτυχοῦσιν ἀφέντες λαμβάνειν αὐτά. Ἐπειδὴ δὲ ἦν ἡμέρα ἣν ὁ ἀπατεὼν Ἰουδαῖος σήμαινεν, ἡγεῖτο μὲν αὐτὸς, ἠκολούθουν δὲ οἱ σύμπαντες ἅμα γυναιξὶ καὶ τῇ μικρᾷ ἡλικίᾳ. Ἄγει οὖν αὐτοὺς ἐπί τι ἀκρωτήριον

323
ἐπὶ τῆς θαλάσσης ἐκνεῦον, καὶ κυβιστᾷν κατ̓ αὐτῆς ἐκέλευε. Τοῦτο οὖν ἐποίουν οἱ πρότεροι τῷ κρημνῷ προσπελάσαντες, καὶ εὐθὺς ἔθνησκον, τοῦτο μὲν τοῖς κρημνοῖς προσρηγνύμενοι, τοῦτο δὲ καὶ εἰς τὸ ὕδωρ ἀποπνιγόμενοι. Καὶ πλείους ἂν διεφθάρησαν, εἰ μὴ Θεοῦ προνοήσαντος παρέτυχον ἄνδρες Χριστιανοὶ, ἁλιεῖς τε καὶ ἔμποροι, οἳ τοὺς μὲν πνιγομένους ἀνέλκοντες ἔσωζον, τότε τῆς ἀνοίας αἴσθησιν ἐν τῷ κακῶς πάσχειν λαμβάνοντας: τοὺς δὲ ἄλλους ἀνεῖργον ῥίπτειν ἑαυτοὺς, μηνύοντες τὴν ἀπώλειαν τῶν πρότερον ῥιψάντων ἑαυτοὺς, οἱ καὶ γνόντες τότε τὴν ἀπάτην, ἐμέμφοντο μὲν τὴν ἄκριτον ἑαυτῶν πίστιν. Τὸν δὲ ψευδομωϋσῆν ἀνελεῖν σπεύδοντες, συλλαβεῖν οὐ δεδύνηνται: ἀφανὴς γὰρ ἐγένετο, ὑπόνοιάν τε παρέσχε τοῖς πλείοσιν, ὡς εἴη δαίμων ἀλάστωρ, ἀνθρώπου σχῆμα ὑποδὺς, ἐπὶ λύμῃ τοῦ ἐκεῖ ἔθνους αὐτῶν. Διὰ δὲ τόδε τὸ πάθος πολλοὶ τότε τῶν ἐν τῇ Κρήτῃ Ἰουδαίων χαίρειν τῷ Ἰουδαϊσμῷ φράσαντες, τῇ πίστει τοῦ Χριστιανισμοῦ προσεχώρησαν.

Περὶ τοῦ γεγονότος ἐμπρησμοῦ ἐν τῇ Ναυατιανῶν ἐκκλησίᾳ.

Μικρὸν δὲ μετὰ τόνδε τὸν χρόνον Παῦλος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος θεοφιλοῦς ὄντως ἀνδρὸς δόξαν ἐκτήσατο, καὶ πολλῷ πλεῖον ἧς ἐκέκτητο πρότερον. Συμβὰν γὰρ ἐμπρησμὸν γενέσθαι χαλεπώτατον, καὶ οἷος οὐδεπώποτε ἐγεγόνει πρότερον, πολὺ γὰρ μέρος τῆς πόλεως τὸ πῦρ κατηνάλωσεν, ὡς καὶ τὰ μέγιστα τῶν ὠρείων ἀπολέσθαι, καὶ τὸ δημόσιον, ᾧ ἐπώνυμον ἐστὶν Ἀχιλλεὺς, τέλος ἐπινεμόμενον τὸ πῦρ καὶ τῇ Ναυατιανῶν ἐκκλησίᾳ τῇ κειμένῃ πλησίον τοῦ Πελαργοῦ προσέβαλεν. Ἐπεὶ δὲ ὁ ἐπίσκοπος Παῦλος κινδυνεύουσαν τὴν ἐκκλησίαν ἑώρα, εἰσπηδήσας εἰς τὸ θυσιαστήριον Θεῷ τὰ κατὰ τὴν ἐκκλησίαν τῆς σωτηρίας ἐπέτρεπε: καὶ οὐ διέλιπεν εὐχόμενος ὑπέρ τε τῆς πόλεως καὶ τοῦ εὐκτηρίου τόπου. Θεὸς δὲ ἄρα ἐπήκουσε τοῦ ἀνδρὸς, ὡς τὸ ἔργον ἀπέδειξεν: τὸ γὰρ πῦρ εἰς τὸν εὐκτήριον διὰ πασῶν θυρῶν καὶ θυρίδων εἰσπεσὸν οὐδὲν ἐλυμῄνατο. Ἀλλὰ πολλὰ μὲν τῶν πέριξ γειτνιαζόντων ἠφάνιζεν: αὐτὸν δὲ ἦν ἰδεῖν ἐν μέσῳ ὅλῳ πυρὶ νικῶντα αὐτοῦ τὴν ὑπερβάλλουσαν ἔκκαυσιν. Καὶ τούτου ἐπὶ δύο νυχθήμερα γενομένου,

324
ἀπεσβέσθη μὲν ὁ σύμπας ἐμπρησμὸς πολλὰ μέρη καταναλώσας τῆς πόλεως: ἡ δὲ ἐκκλησία ἑωρᾶτο ἀκέραιος. Καὶ τόγε θαυμαστὸν, ὅτι μηδὲ καπνοῦ ἴχνος ἦν ἰδεῖν ἐν τοῖς ξύλοις ἢ τοίχοις αὐτῆς. Τοῦτο μὲν οὖν γέγονε περὶ τὴν ἑπτακαιδεκάτην τοῦ Αὐγούστου [*](A.D. 433.) μηνὸς, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ τεσσαρεσκαιδέκατον καὶ Μαξίμου. Ναυατιανοὶ δὲ σῶστρα τῆς ἐκκλησίας ἐξ ἐκείνου καθ̓ ἕκαστον ἔτος ἐπιτελοῦσι περὶ τὴν ἑπτακαιδεκάτην τοῦ Αὐγούστου μηνὸς, εὐχαριστηρίους εὐχὰς πέμποντες τῷ Θεῷ. Σχεδόν τε πάντες διὰ τὸ ἐπ̓ αὐτῆς συμβὰν θαῦμα τιμῶσιν ἐξ ἐκείνου τὸν τόπον, καὶ ὡς ἀληθῶς ἅγιον προσκυνοῦσιν, οὐ μόνον Χριστιανοὶ ἀλλὰ καὶ τῶν Ἑλληνιζόντων οἱ πλείονες. Τοσαῦτα μὲν περὶ τούτων.

Ὡς Μαξιμιανὸν ἐπίσκοπον διαδέχεται Πρόκλος.

Μαξιμιανὸς δὲ δύο ἐνιαυτοὺς πρὸς τοῖς πέντε μησὶν ἡσύχως τῆς [*](A.D. 434.) ἐκκλησίας προστὰς ἐτελεύτησεν ἐν ὑπατείᾳ Ἀρεοβίνδου καὶ Ἄσπαρος, τῇ δωδεκάτῃ τοῦ Ἀπριλλίου μηνός. Συνέβη δὲ ἐν αὐτῇ τὴν ἑβδομάδα εἶναι τῶν νηστειῶν, τὴν γειτνιάζουσαν τῇ τοῦ Πάσχα ἑορτῇ: ἡμέρα δὲ ἦν καλουμένη πέμπτη. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος σοφῶς τοῦ πράγματος προενόησεν. Ἵνα γὰρ μὴ πάλιν περὶ ἐπιλογῆς ἐπισκόπου ζήτησις ᾖ, καὶ ταραχὴν τῇ ἐκκλησίᾳ κινήσῃ, μὴ μελλήσας, ἀλλ̓ ἔτι κειμένου τοῦ σώματος Μαξιμιανοῦ, τοῖς παροῦσιν ἐπισκόποις ἐνθρονίσαι τὸν Πρόκλον ἐπέτρεψεν. Τούτῳ γὰρ καὶ τοῦ ἐπισκόπου τῆς Ῥωμαίων Κελεστίνου ἐπιστολαὶ παροῦσαι ἐγίνοντο σύμψηφοι, ἃς ἐκεῖνος ἀπεστάλκει Κυρίλλῳ τε τῷ Ἀλεξανδρείας καὶ Ἰωάννῃ τῷ Ἀντιοχείας καὶ Ῥούφῳ τῷ Θεσσαλονίκης, διδάσκων ὡς οὐδὲν κωλύει τόν τε ἑτέρας πόλεως ὀνομασθέντα ἢ καὶ ὄντα ἐπίσκοπον εἰς ἄλλην μετατίθεσθαι. Ἐνθρονισθεὶς οὖν ὁ Πρόκλος τὴν ἐκκομιδὴν τοῦ Μαξιμιανοῦ σώματος ἐποιήσατο: καιρὸς δὲ ἤδη καὶ περὶ αὐτοῦ βραχέα διεξελθεῖν.

325