Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς μετὰ τὴν τελευτὴν Σισιννίου, Νεστόριον ἐκ τῆς Ἀντιοχείας μεταπεμψάμενοι ἐπίσκοπον Κωνσταντινουπόλεως πεποιήκασιν, ὃς εὐθὺς ἐφωράθη ὁποῖος ἦν.

Μετὰ δὲ τὴν τελευτὴν Σισιννίου ἐδόκει τοῖς κρατοῦσι μηδένα μὲν διὰ τοὺς κενοσπουδαστὰς ἐκ τῆς ἐκκλησίας εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι: καίτοι πολλῶν μὲν τὸν Φίλιππον, πολλῶν δὲ τὸν Πρόκλον χειροτονηθῆναι σπευδόντων. Ἐπήλυδα δὲ ἐκ τῆς Ἀντιοχείας καλεῖν ἐβούλοντο: ἦν γάρ τις ἐκεῖ Νεστόριος τοὔνομα, τὸ μὲν γένος Γερμανικεύς: εὔφωνος δὲ ἄλλως καὶ εὔλαλος: διὸ καὶ ὡς προσεπιτήδειον εἰς διδασκαλίαν ἔγνωσαν μεταπέμπεσθαι. Τριμήνου οὖν διαδραμόντος, ἄγεται ἐκ τῆς Ἀντιοχείας ὁ Νεστόριος: ὅστις ἐπὶ σωφροσύνῃ μὲν παρὰ τοῖς πλείστοις ἐκηρύττετο: ὁποῖος δὲ ἦν ἐν τοῖς ἄλλοις τὸ ἦθος, ἀπὸ τῆς πρώτης αὐτοῦ διδασκαλίας τοὺς εὖ φρονοῦντας οὐκ ἔλαθε. Χειροτονηθεὶς γὰρ τῇ δεκάτῃ τοῦ Ἀπριλλίου μηνὸς, ἐν ὑπατείᾳ Φίληκος καὶ Ταύρου, εὐθὺς ἐκείνην τὴν περιβόητον ἀφῆκε φωνὴν, ἐπὶ τοῦ λαοῦ παντὸς πρὸς τὸν βασιλέα τὸν λόγον ποιούμενος. Δός μοι, φησὶν, ὦ βασιλεῦ, καθαρὰν τὴν γῆν τῶν αἱρετικῶν, κἀγώ σοι τὸν οὐρανὸν ἀντιδώσω: συγκάθελέ μοι τοὺς αἱρετικοὺς, κἀγὼ συγκαθελῶ σοι τοὺς Πέρσας. Ταῦτα λεχθέντα, εἰ καί τινες τῶν πολλῶν πρὸς τοὺς αἱρετικοὺς ἀπεχθῶς ἔχοντες ἡδέως ἐδέχοντο, ἀλλ̓ οὖν γε, ὡς ἔφην, τοὺς εἰδότας ἐκ λόγου γνώμην τεκμῄρασθαι οὐκ ἔλαθεν οὐδὲ τὸ κοῦφον τῆς διανοίας, οὐδὲ τὸ θυμικὸν ἐν ταὐτῷ καὶ κενόδοξον: ὅτι μηδὲ τὸ βραχύτατον εἰς ὑπέρθεσιν ἀνασχόμενος εἰς τοιούτους προήχθη λόγους: ἀλλ̓ εἰ δεῖ κατὰ τὴν παροιμίαν εἰπεῖν, μηδὲ τοῦ τῆς πόλεως ὕδατος ἤδη γευσάμενος διάπυρος διώκτης ἐδείκνυτο. Πέμπτῃ γε οὖν μετὰ τὴν χειροτονίαν ἡμέρᾳ εὐκτήριον τῶν Ἀρειανῶν, ἐν ᾧ ἐν παραβύστῳ ηὔχοντο, καθελεῖν βουλόμενος, εἰς ἀπόνοιαν αὐτοὺς ἤλασεν. Ὁρῶντες γὰρ καθαιρούμενον τὸν εὐκτήριον

313
τόπον, πῦρ ἐμβαλόντες ὑφῆψαν αὐτόν: ἐπινεμηθὲν δὲ τὸ πῦρ καὶ τὰς παρακειμένας οἰκίας ἀνήλωσε: θόρυβός τε ἐκ τούτου κατὰ τὴν πόλιν ἐγένετο, καὶ οἱ Ἀρειανοὶ πρὸς ἄμυναν ηὐτρεπίζοντο: ἀλλὰ τὸ μὲν κακὸν προβῆναι εἰς ἔργον οὐ συνεχώρησεν ὁ τὴν πόλιν ἀεὶ φυλάσσων Θεός. Πυρκαϊὰν δὲ τοῦ λοιποῦ ἀπεκάλουν αὐτὸν οὐ μόνον οἱ τῶν αἱρέσεων, ἀλλ̓ ἤδη καὶ οἱ οἰκεῖοι τῆς πίστεως: οὐ γὰρ ἐπαύετο, ἀλλὰ κατὰ τῶν αἱρέσεων τεχναζόμενος, τὸ ἐπ̓ αὐτῷ τὴν πόλιν ἀνέτρεψε. Καὶ γὰρ Ναυατιανοὺς σκύλλειν ἐπειρᾶτο, ὑποκνιζόμενος ἐφ̓ οἶς ὁ Ναυατιανῶν ἐπίσκοπος Παῦλος ἐπ̓ εὐλαβείᾳ περιβόητος ἦν: ἀλλ̓ οἱ κρατοῦντες παραινέσει κατέστελλον αὐτοῦ τὴν ὁρμήν. Ὅσα δὲ περὶ Ἀσίαν, Λυδίαν τε καὶ Καρίαν κακὰ τοῖς Τεσσαρεσκαιδεκατίταις ἐποίησε, καὶ ὁπόσοι δἰ αὐτὸν πολλοὶ περὶ Μίλητον καὶ Σάρδεις ἐν τῇ γενομένῃ στάσει ἀπέθανον, παραλιπεῖν μοι δοκῶ. Ὁποίαν μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄθυρον αὐτοῦ γλῶσσαν δίκην ἔδωκε, μετ̓ ὀλίγον ἐρῶ.

Τίνα τρόπον ἐπὶ τοῦ νέου Θεοδοσίου Βουργουνζίωνες ἐχριστιάνισαν.

Πρᾶγμα μέντοι περὶ τόνδε τὸν χρόνον ἄξιον μνήμης γενόμενον διηγήσομαι. Ἔθνος ἐστὶ βάρβαρον πέραν τοῦ ποταμοῦ Ῥήνου ἔχον τὴν οἴκησιν, Βουργουνζίωνες καλοῦνται: οὗτοι βίον ἀπράγμονα ζῶσιν ἀεί: τέκτονες γὰρ σχεδὸν πάντες εἰσίν: καὶ ἐκ ταύτης μισθὸν λαμβάνοντες ἀποτρέφονται. Τούτοις συνεχῶς τὸ ἔθνος τῶν Οὕννων ἐπερχόμενον, ἐλεηλάτει τὴν χώραν αὐτῶν, καὶ πολλοὺς πολλάκις αὐτῶν ἀνῄρουν: οἱ δὲ ὑπὸ ἀμηχανίας ἀνθρώπῳ προσφεύγουσιν οὐδενὶ, θεῷ δέ τινι ἐπιτρέψαι ἑαυτοὺς ἐβούλοντο. Κατὰ νοῦν δὲ λαμβάνοντες ὅτι Ῥωμαίων ὁ Θεὸς ἰσχυρῶς τοῖς φοβουμένοις αὐτὸν βοηθεῖ, κοινῇ γνώμῃ πάντες ἐπὶ τὸ πιστεῦσαι τῷ Χριστῷ ἐληλύθασιν: γενόμενοί τε ἐν πόλει μιᾷ τῆς Γαλλίας παρακαλοῦσιν ὑπὸ τοῦ ἐπισκόπου τυχεῖν Χριστιανικοῦ βαπτίσματος. Ὁ δὲ ἐπὶ ἑπτὰ ἡμέρας παρασκευάσας νηστεῦσαι αὐτοὺς, καὶ τὴν πίστιν κατηχήσας αὐτοὺς, τῇ ὀγδόῃ ἡμέρᾳ βαπτίσας ἀπέλυσε. Θαρραλέοι οὖν οὗτοι κατὰ τῶν τυράννων ἐπορεύοντο: καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτον. Τοῦ γὰρ βασιλέως τῶν Οὕννων ὑπὸ ἀδηφαγίας

314
ἐν νυκτὶ διαρραγέντος, ᾧ ὄνομα Οὔπταρος ἦν, οἱ Βουργουνζίωνες ἀστρατηγήτοις ἐπιθέμενοι, ὀλίγοι τε πρὸς σφόδρα πολλοὺς συμβαλόντες, ἐνίκησαν: τρισχίλιοι γὰρ μόνοι περὶ τοὺς μυρίους κατήνεγκαν: καὶ ἐξ ἐκείνου τὸ ἔθνος διαπύρως ἐχριστιάνισεν. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Βάρβας ὁ τῶν Ἀρειανῶν ἐπίσκοπος [*](A.D. 430.) ἐτελεύτησεν, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Οὐαλεντινιανοῦ τὸ τρίτον, τῇ εἰκάδι τετάρτῃ τοῦ Ἰουνίου μηνός: καὶ καθίσταται εἰς τὸν τόπον αὐτοῦ Σαββάτιος: περὶ μὲν δὴ τούτων τοσαῦτα εἰρήσθω.

Οἷα πεπόνθασιν ὑπὸ Νεστορίου Μακεδονιανοί.

Νεστόριος μέντοι παρὰ τὸ εἰωθὸς τῇ ἐκκλησίᾳ πράττων καὶ [*]([*wal. mimei=sqai . . e)p) au)tou=.]) ἄλλως ἐν τοῖς τοιούτοις ἑαυτὸν μισεῖσθαι ἐποίει, ὡς τὰ ὑπ̓ αὐτοῦ γενόμενα δείκνυσιν. Ἐν Γέρμῃ γὰρ πόλει τοῦ Ἑλλησπόντου Ἀντώνιος ἐπίσκοπος ὢν, καὶ πειθόμενος τῇ Νεστορίου περὶ τοὺς αἱρετικοὺς ὁρμῇ, Μακεδονιανοὺς ἐλαύνειν ἐσπούδαζε, πρόσχημα ἀπολογίας τὴν τοῦ πατριάρχου πρόσταξιν λαμβάνων. Οἱ οὖν Μακεδονιανοὶ μέχρι μέν τινος τὸν σκυλμὸν ὑπέμενον: ἐπεὶ δὲ αὐτοὺς ὁ Ἀντώνιος σφοδρότερον ἔσκυλλε, μηκέτι φέροντες τὸ ἄχθος εἰς χαλεπὴν ἀπόνοιαν τρέπονται: ὑποπέμψαντές τε ἄνδρας ἐν δευτέρῳ τὸ ἀγαθὸν τοῦ ἡδέος τιθεμένους ἀναιροῦσιν αὐτόν. Τοῦτο τὸ μῦσος τῶν Μακεδονιανῶν ἐργασαμένων, ὁ Νεστόριος ὑπόθεσιν τῆς ἰδίας ὁρμῆς ἔλαβε τὰ γενόμενα: πείθει τε τοὺς κρατοῦντας τὰς ἐκκλησίας αὐτῶν ἀφελέσθαι. Ἀφῃρέθησαν οὖν ἥ τε ἐν Κωνσταντινουπόλει πρὸ τοῦ παλαιοῦ τείχους τῆς πόλεως, καὶ ἡ ἐν Κυζίκῳ, καὶ ἄλλαι πολλαὶ ὧν ἔσχον ἐν τοῖς ἐν Ἑλλησπόντῳ ἀγροῖς: τινὲς δὲ αὐτῶν προσεχώρησαν τῇ ἐκκλησίᾳ, τοῦ ὁμοουσίου τῇ πίστει συνθέμενοι. Ἀλλὰ φιλοίνοις, ὡς φησὶν ἡ παροιμία, οἶνος οὐ λείπει, οὐδὲ φιλονείκῳ μάχη: καὶ Νεστορίῳ τοίνυν φιλονεικοῦντι ἐξελαύνειν ἄλλους, αὐτὸν ἐξελαθῆναι τῆς ἐκκλησίας συνέπεσεν ἐξ αἰτίας τοιαύτης.

315

Περὶ Ἀναστασίου πρεσβυτέρου, δἰ οὗ καὶ Νεστόριος εἰς τὸ δυσσεβεῖν κατηνέχθη.

Συνῆν αὐτῷ Ἀναστάσιος πρεσβύτερος, ἅμα αὐτῷ ἐκ τῆς Ἀντιοχείας σταλείς: τοῦτον διὰ τιμῆς εἶχε πολλῆς, καὶ ἐν τοῖς πράγμασι συμβούλῳ ἐχρῆτο. Καί ποτε ἐπ̓ ἐκκλησίας ὁ Ἀναστάσιος διδάσκων ἔφη, Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς: Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ Θεὸν τεχθῆναι ἀδύνατον. Τοῦτο ἀκουσθὲν πολλοὺς κληρικούς τε καὶ λαϊκοὺς ἐν ταὐτῷ πάντας ἐτάραξεν: ἦσαν γὰρ πάλαι διδαχθέντες θεολογεῖν τὸν Χριστὸν, καὶ μηδαμῶς αὐτὸν τῆς οἰκονομίας, ὡς ἄνθρωπον, χωρίζειν ἐκ τῆς θεότητος, πειθόμενοι τῇ τοῦ ἀποστόλου φωνῇ λεγούσῃ, Εἰ καὶ [*](2 Cor. v. 16.) ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν: καὶ, Διὸ ἀφέντες τὸν περὶ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. [*](Heb. vi. 1.) Ταραχῆς οὖν, ὡς ἔφην, ἐν τῇ ἐκκλησίᾳ γενομένης, ὁ Νεστόριος τὸν τοῦ Ἀναστασίου λόγον κυρώσασθαι σπεύδων,—οὐ γὰρ ἐξελέγχεσθαι ὡς βλάσφημον τὸν παῤ αὐτοῦ τιμώμενον ἤθελε, —συνεχῶς περὶ τούτου ἐπὶ τῆς ἐκκλησίας ἐδίδασκε, φιλονεικότερόν τε περὶ αὐτοῦ τὰς ζητήσεις ποιούμενος, καὶ πανταχοῦ τὴν λέξιν τοῦ Θεοτόκος ἐκβάλλων. Διὸ τῆς περὶ τούτου ζητήσεως παῤ ἄλλοις ἄλλως ἐκδεχθείσης, διαίρεσις ἐν τῇ ἐκκλησίᾳ ἐγένετο: καὶ ὥσπερ ἐν νυκτομαχίᾳ καθεστῶτες νῦν μὲν ταῦτα ἔλεγον, νῦν δὲ τὰ ἕτερα: συγκατετίθεντό τε ἐν ταὐτῷ καὶ ἠρνοῦντο. Νεστόριος δὲ δόξαν παρὰ τοῖς πολλοῖς εἶχεν, ὡς ψιλὸν ἄνθρωπον λέγων τὸν Κύριον, καὶ ὡς Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ τὸ δόγμα εἰς τὴν ἐκκλησίαν ἄγων. Ἀλλὰ περὶ μὲν τούτου τοσαύτη ἐκινήθη ζήτησις καὶ ταραχὴ, ὡς καὶ συνόδου οἰκουμενικῆς δεηθῆναι. Ἐγὼ δὲ ἐντυχὼν τοῖς παρὰ Νεστορίαυ λόγοις ἐκδοθεῖσιν ἀγνοοῦντα ἐφευρίσκω τὸν ἄνδρα: καὶ μετ̓ ἀληθείας ἐρῶ: οὐδὲ γὰρ οὔτε ἀπεχθανόμενος πρὸς αὐτὸν ὧν εἶχεν ἐλαττωμάτων ἐμνήσθην, οὔτε χαριζόμενός τισιν ἐλαττονοῦντα ὧν ἐφεῦρον ἐκθήσομαι. Οὔ μοι δοκεῖ ὁ Νεστόριος οὔτε τὸν Σαμοσατέα Παῦλον ζηλῶν οὔτε μὴν Φωτεινὸν, μηδ̓ ὅλως ψιλὸν ἄνθρωπον λέγειν τὸν Κύριον: ἀλλὰ τὴν λέξιν μόνην ὡς τὰ μορμολύκια πεφόβηται. Καὶ τοῦτο πέπονθεν ὑπὸ ἀμαθίας πολλῆς: φυσικῶς γὰρ εὔλαλος ὢν, πεπαιδεῦσθαι μὲν

316
ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν: καὶ τὰς τῶν παλαιῶν ἑρμηνέων βίβλους ἀπηξίου μανθάνειν: τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. Αὐτίκα γοῦν ἠγνόησεν, ὅτι ἐν τῇ καθολικῇ Ἰωάννου γέγραπτο ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, ὅτι [*]([ge/graptai.] 1 John iv. 3.) πᾶν πνεῦμα ὃ λύει τὸν Ἰησοῦν ἀπὸ τοῦ Θεοῦ οὐκ ἔστι. Ταύτην γὰρ τὴν διάνοιαν ἐκ τῶν παλαιῶν ἀντιγράφων περιεῖλον οἱ χωρίζειν ἀπὸ τοῦ τῆς οἰκονομίας ἀνθρώπου βουλόμενοι τὴν θεότητα. Διὸ καὶ οἱ παλαιοὶ ἑρμηνεῖς αὐτὸ τοῦτο ἐπεσημῄναντο, ὥς τινες εἶεν ῥᾳδιουργήσαντες τὴν ἐπιστολὴν, λύειν ἀπὸ τοῦ Θεοῦ τὸν ἄνθρωπον θέλοντες: συνανείληπται δὲ ἡ ἀνθρωπότης τῇ θεότητι: καὶ οὐκέτι εἰσὶ δύο, ἀλλὰ ἕν. Τοῦτο θαρροῦντες οἱ παλαιοὶ Θεοτόκον τὴν Μαρίαν λέγειν οὐκ ὤκνησαν: οὕτω γὰρ καὶ ὁ Παμφίλου Εὐσέβιος [*](Euseb. *wit. Con. iii. 43.) ἐν τῷ τρίτῳ λόγῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα φησί: Καὶ γὰρ καὶ γέννησιν ὑπομένειν ὁ μεθ̓ ἡμῶν Θεὸς δἰ ἡμᾶς ἠνέσχετο: καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως ὀνομαστὶ παῤ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο. Διὸ δὴ καὶ ἡ βασίλισσα Ἑλένη ἡ θεοφιλεστάτη τῆς Θεοτόκου τὴν κύησιν μνήμασι θαυμασίοις κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα. [*](Cp. Orig. Comm. in Rom. l. i. 5.) Καὶ Ὠριγένης δὲ ἐν τῷ πρώτῳ τόμῳ τῶν εἰς τὴν πρὸς Ῥωμαίους τοῦ ἀποστόλου ἐπιστολὴν ἑρμηνεύων πῶς Θεοτόκος λέγεται πλατέως ἐξήτασε. Φαίνεται τοίνυν ὁ Νεστόριος ἀγνοήσας τὰς πραγματείας τῶν παλαιῶν: διὸ καθὼς ἔφην, τὴν λέξιν μόνην περιΐσταται. Ἐπεὶ ὅτι ψιλὸν οὐ λέγει ἄνθρωπον τὸν Χριστὸν, ὡς Φωτεινὸς ἢ Παῦλος ὁ Σαμοσατεὺς, καὶ αἱ ἐκδοθεῖσαι αὐτοῦ προσομιλίαι διδάσκουσιν: ὡς οὐδαμοῦ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν ἀναιρεῖ, ἀλλὰ πανταχοῦ ἐνυπόστατον αὐτὸν ὁμολογεῖ καὶ ἐνούσιον. Οὐ μὴν ὡς Φωτεινὸς καὶ ὁ Σαμοσατεὺς ἀναιρεῖ αὐτοῦ τὴν ὕπαρξιν: τοῦτο γὰρ καὶ Μανιχαῖοι καὶ οἱ ἀπὸ Μοντανοῦ δογματίζειν ἐτόλμησαν. Οὕτω μὲν οὖν τὸν Νεστόριον φρονοῦντα εὑρίσκω ἐγὼ, ἔκ τε ὧν ἀνέγνων αὐτοῦ λόγων, καὶ ἀφ̓ οὗ οἱ ἐρασταὶ αὐτοῦ λέγουσιν. Οὐ μικρὰν μέντοι ταραχὴν τῇ οἰκουμένῃ ἡ ψυχρολογία Νεστορίου ἐκίνησεν.
317