Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ Παύλου ἐπισκόπου Ναυατιανῶν, καὶ περὶ τοῦ γεγονότος παραδόξου σημείου ὑπ̓ αὐτοῦ μέλλοντος βαπτίζειν τὸν ἀπατεῶνα Ἰουδαῖον.

Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος Χρύσανθος, ἐπὶ ἑπτὰ ἔτη τῶν ὑφ̓ αὑτὸν ἐκκλησιῶν προστὰς, ἐτελεύτησεν ἐν ὑπατείᾳ Μοναξίου καὶ Πλίνθα, ἕκτῃ καὶ εἰκάδι [*](A.D. 419.) Αὐγούστου μηνός. Διεδέξατο δὲ τὴν ἐπισκοπὴν Παῦλος: ὃς πρότερον μὲν λόγων Ῥωμαϊκῶν διδάσκαλος ἦν, μετὰ δὲ ταῦτα πολλὰ χαίρειν τῇ Ῥωμαϊκῇ φράσας φωνῇ, ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον: καὶ συστησάμενος ἀνδρῶν σπουδαίων μοναστήριον, οὐκ ἀλλοιότερον τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν διετέλει. Τοιοῦτον γὰρ αὐτὸν ἐγὼ κατέλαβον ὄντα, οἵους ὁ Εὐάγριος φησὶ δεῖν εἶναι [*](See. iv. 23.) τοὺς ἐν ταῖς ἐρήμοις διατρίβοντας μοναχούς. Πάντα γὰρ ἐκείνους μιμούμενος διετέλει, τὴν συνεχῆ νηστείαν, τὸ ὀλίγα φθέγγεσθαι, τὴν ἀποχὴν τῶν ἐμψύχων: τὰ πολλὰ δὲ καὶ οἴνου καὶ ἐλαίου ἀπείχετο. Ἀλλὰ μὴν καὶ περὶ τοὺς πτωχοὺς σπουδαῖος, εἰ καί τις ἄλλος, ἐγένετο: τοὺς ἐν φυλακαῖς ἀόκνως ἐπεσκέπτετο: ὑπὲρ πολλῶν δὲ καὶ τοὺς ἄρχοντας παρεκάλει, οἳ καὶ ἑτοίμως ὑπήκουον διὰ τὴν προσοῦσαν εὐλάβειαν τῷ ἀνδρί. Καὶ τί με δεῖ μηκύνειν τὰ κατ̓ αὐτόν; ἔρχομαι γὰρ λέξων πρᾶγμα ἐν ταῖς χερσὶν αὐτοῦ γενόμενον ἄξιον τοῦ ἐν γραφῆς παραδοθῆναι μνήμῃ. Ἰουδαῖός τις ἀπατεὼν Χριστιανίζειν ὑποκρινόμενος πολλάκις ἐβαπτίζετο, καὶ διὰ ταύτης τῆς τέχνης χρήματα συνελέγετο. Ὡς δὲ πολλὰς αἱρέσεις τῇ τέχνῃ ἠπάτησε,—καὶ γὰρ Ἀρειανῶν καὶ Μακεδονιανῶν ἐδέξατο βάπτισμα,—μηκέτι ἔχων οὓς ἀπατήσειεν, τέλος ἥκει καὶ πρὸς τὸν Ναυατιανῶν ἐπίσκοπον Παῦλον: καὶ τοῦ βαπτίσματος ἐπιθυμεῖν εἰπὼν, διὰ τῆς αὐτοῦ χειρὸς παρεκάλει τούτου τυχεῖν.

298
Ὁ δὲ ἀποδέχεται μὲν αὐτοῦ τὴν προαίρεσιν: οὐ πρότερον δὲ ἔφη δώσειν τὸ βάπτισμα, εἰ μὴ κατηχηθείη τὸν περὶ τῆς πίστεως λόγον, μετὰ τοῦ νηστείαις σχολάσαι ἡμέρας πολλάς. Ὁ οὖν Ἰουδαῖος, παρὰ γνώμην νηστεύειν ἀναγκαζόμενος, σπουδαιότερον ἐνέκειτο βαπτισθῆναι παρακαλῶν. Ἐπεὶ δὲ ὁ Παῦλος ἐπικείμενον λυπεῖν οὐκ ἔτι ἐβούλετο τῇ παρολκῇ, εὐτρεπίζει τὰ πρὸς τὸ βάπτισμα. Ἐσθῆτά τε αὐτῷ λαμπρὰν ὠνησάμενος, καὶ τὴν κολυμβήθραν τοῦ βαπτιστηρίου πληρωθῆναι κελεύσας, ἦγεν ἐπ̓ αὐτὴν τὸν Ἰουδαῖον, ὡς βαπτίσων αὐτόν: Θεοῦ δέ τις ἀόρατος δύναμις ἀφανὲς τὸ ὕδωρ κατέστησεν. Ἐπεὶ δὲ ὅ τε ἐπίσκοπος καὶ οἱ παρόντες, οὐδὲν ὑπολογισάμενοι οἷον ἐγένετο, ὑπέλαβον ἐκρεῦσαι τὸ ὕδωρ διὰ τοῦ ὑποκειμένου πόρου, ὅθεν καὶ εἰώθασιν αὐτὸ ἐκπέμπειν, πάλιν ἐπλήρουν τὴν κολυμβήθραν, ἀκριβῶς πανταχόθεν τὰς ἐκροίας αὐτῆς ἀσφαλισάμενοι: αὖθις δὲ προσαγομένου αὐτῇ τοῦ Ἰουδαίου, αὖθις ἀφανὲς τὸ ὕδωρ ἐγένετο. Τότε δὴ ὁ Παῦλος, Ἢ κακουργεῖς, ἔφη, ὦ ἄνθρωπε, ἢ ἀγνοῶν ἤδη τοῦ βαπτίσματος ἔτυχες. Συνδρομῆς οὖν ἐπὶ τῷ τεραστίῳ γενομένης, ἐπέγνω τις τὸν Ἰουδαῖον, ὃς ᾔδει αὐτὸν ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου βεβαπτισμένον. Τοῦτο μὲν οὖν τὸ τεράστιον ἐν ταῖς χερσὶ τοῦ ἐπισκόπου τῶν Ναυατιανῶν Παύλου ἐγένετο.

Ὡς τοῦ βασιλέως τῶν Περσῶν Ἰσδιγέρδου τελευτήσαντος. αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, καὶ πόλεμος ἰσχυρὸς γέγονεν, ἡττηθέντων τῶν Περσῶν.

Τοῦ δὴ βασιλέως Περσῶν Ἰσδιγέρδου, ὃς τοὺς ἐκεῖ Χριστιανοὺς οὐδαμῶς ἐδίωκε, τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Βαραράνης ὄνομα, τὴν βασιλείαν διαδεξάμενος, καὶ ὑπὸ τῶν μάγων ἀναπεισθεὶς, χαλεπῶς τοὺς Χριστιανοὺς ἤλαυνε, τιμωρίας καὶ στρέβλας Περσικὰς διαφόρους ἐπάγων αὐτοῖς. Πιεζόμενοι οὖν ὑπὸ τῆς ἀνάγκης οἱ ἐν Πέρσαις Χριστιανοὶ προσφεύγουσι Ῥωμαίοις, δεόμενοι μὴ παρορᾷν αὐτοὺς φθειρομένους. Ἀττικὸς δὲ ὁ ἐπίσκοπος ἀσμένως τοὺς ἱκετεύοντας προσδέχεται, παντοῖος δὲ ἦν ὅσα δυνατὸν ἐπαμύνειν αὐτοῖς, γνώριμά τε τῷ βασιλεῖ Θεοδοσίῳ καθιστᾷ τὰ γενόμενα. Ἔτυχε δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ἄλλης ἕνεκα αἰτίας λυπεῖσθαι Ῥωμαίους πρὸς Πέρσας: ἐπειδὴ Πέρσαι, οὓς παρὰ Ῥωμαίων

299
χρυσορύκτας ἐπὶ μισθῷ λαβόντες ἔσχον, ἀποδοῦναι οὐκ ἤθελον: καὶ ὅτι τὰ φορτία τῶν ἐμπόρων Ῥωμαίων ἀφείλοντο. Συλλαμβάνεται οὖν ἐκείνῃ τῇ λύπῃ καὶ ἡ τῶν ἐκεῖ Χριστιανῶν πρὸς Ῥωμαίους καταφυγή. Εὐθὺς γὰρ ὁ Πέρσης πρεσβείας ἔπεμπε τοὺς φυγάδας ἐξαιτούμενος: Ῥωμαῖοι δὲ οὐδαμῶς προεξέδοσαν τοὺς προσφεύγοντας αὐτοῖς, οὐ μόνον ὡς ἱκέτας σώζειν ἐθέλοντες, ἀλλὰ γὰρ ὑπὲρ τοῦ Χριστιανισμοῦ πάντα ποιεῖν προθυμούμενοι. Διὸ καὶ πολεμεῖν μᾶλλον Πέρσαις ᾑροῦντο, ἢ περιορᾷν ἀπολλυμένους Χριστιανούς. Λυθεισῶν οὖν διὰ τοῦτο τῶν σπονδῶν, πόλεμος συνεκροτήθη δεινὸς, περὶ οὗ μικρὰ ἐπιδραμεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Φθάσας ὁ Ῥωμαίων βασιλεὺς ἀποστέλλει μερικὴν δύναμιν, ἧς ἦρχεν ὁ στρατηγὸς Ἀρδαβούριος: ὃς διὰ τῆς Ἀρμενίων χώρας ἐμβαλὼν τῇ Περσίδι, μίαν αὐτῆς τῶν ἐπαρχιῶν Ἀζαζηνὴν καλουμένην ἐπόρθει. Ἀπήντα δὲ αὐτῷ Ναρσαῖος στρατηγὸς τοῦ Περσῶν βασιλέως σὺν δυνάμει Περσικῇ: συμβαλὼν δὲ καὶ ἡττηθεὶς φυγῇ ἀνεχώρησεν: ἔγνω τε λυσιτελεῖν διὰ Μεσοποταμίας εἰς τὴν Ῥωμαίων χώραν ἀφύλακτον οὖσαν ἀπροόπτως ἐμβαλεῖν, καὶ τοῦτον τὸν τρόπον ἀμύνασθαι Ῥωμαίους. Οὐ μὴν τὸν Ῥωμαίων στρατηγὸν ἡ βουλὴ Ναρσαίου διέλαθε: λαφυραγωγήσας οὖν ᾗ τάχος τὴν Ἀζαζηνὴν, ἐπὶ τὴν Μεσοποταμίαν καὶ αὐτὸς ἐπορεύθη. Διόπερ ὁ Ναρσαῖος, καὶ αὐτὸς πολλὴν παρασκευάσας δύναμιν, ὅμως οὐκ ἴσχυσεν εἰς τὴν Ῥωμαίων ἐμβαλεῖν. Καταλαβὼν δὲ τὴν Νίσιβιν,—πόλις δὲ αὕτη μεθόριος Πέρσαις ἀνήκουσα,—ἐκ ταύτης τῷ Ἀρδαβουρίῳ ἐδήλου, κατὰ συνθήκας ποιεῖσθαι τὸν πόλεμον, ὁρίσαι τε τόπον καὶ ἡμέραν τῇ συμβολῇ. Ὁ δὲ τοῖς ἐλθοῦσιν, Ἀπαγγείλατε, ἔφη, Ναρσαίῳ, Οὐχ ὅτε σὺ θέλεις πολεμήσουσι Ῥωμαίων βασιλεῖς. Πάσῃ δὲ δυνάμει παρασκευάσασθαι τὸν Πέρσην ἐννοῶν ὁ βασιλεὺς, Θεῷ τὴν ὅλην τοῦ πολέμου ἀναθεὶς ἐλπίδα, μεγίστην προσεξαπέστειλε δύναμιν. Ὅτι δὲ πιστεύσας ὁ βασιλεὺς εὐθὺς εὕρετο τὴν παῤ αὐτοῦ εὐεργεσίαν, ἐκεῖθεν γέγονε δῆλον. Τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐν ἀγωνίᾳ ὄντων, καὶ ἐν ἀμφιβολίᾳ τῆς ἐκ τοῦ πολέμου τύχης καθεστώτων, ἄγγελοι Θεοῦ περὶ τὴν Βιθυνίαν τοῖς ἐπὶ τὴν Κωνσταντινούπολιν κατ̓ οἰκείαν χρείαν πορευομένοις ὀφθέντες ἀπαγγέλλειν ἐκέλευον, θαρρεῖν τε καὶ εὔχεσθαι, καὶ πιστεύειν Θεῷ ὡς Ῥωμαῖοι νικήσουσιν: αὐτοὶ γὰρ βραβευταὶ τοῦ πολέμου πεπέμφθαι παρὰ
300
Θεοῦ ἔφασκον. Τοῦτο ἀκουσθὲν οὐ μόνον τὴν πόλιν ἐπέρρωσεν, ἀλλὰ καὶ τοὺς στρατιώτας θαρραλεωτέρους εἰργάσατο. Ἐπεὶ οὖν, ὡς ἔφην, ἐπὶ τὴν Μεσοποταμίαν ἐκ τῆς Ἀρμενίων χώρας ὁ πόλεμος μετενήνεκτο, οἱ Ῥωμαῖοι τοὺς ἐν τῇ Νισιβηνῶν πόλει κατακλεισθέντας Πέρσας ἐπολιόρκουν. Πύργους τε ξυλίνους συμπήξαντες ἐκ μηχανῆς τινος βαδίζοντας προσῆγον τείχεσι, καὶ πολλοὺς τειχομαχοῦντας τῶν ἀμύνασθαι σπευδόντων ἀνῄρουν. Βαραράνης δὲ ὁ Περσῶν βασιλεὺς πυθόμενος καὶ τὴν ὑπ̓ αὐτῷ Ἀζαζηνῶν χώραν πεπορθῆσθαι, καὶ πολιορκεῖσθαι τοὺς συγκλεισθέντας ἐν τῇ Νισιβηνῶν πόλει, πάσῃ μὲν δυνάμει δἰ ἑαυτοῦ ἀπαντᾷν παρεσκευάζετο: καταπλαγεὶς δὲ τὴν Ῥωμαίων δύναμιν, Σαρακηνοὺς ἐκάλεσε πρὸς βοήθειαν, ὧν ἦρχεν Ἀλαμούνδαρος, ἀνὴρ γενναῖος καὶ πολεμικός: ὅστις πολλὰς μυριάδας τῶν Σαρακηνῶν ἐπαγόμενος, θαρρεῖν ἔλεγε τῷ Περσῶν βασιλεῖ: οὐκ εἰς μακρὰν δὲ αὐτῷ Ῥωμαίους τε παραστήσεσθαι ἐπηγγέλλετο, καὶ τὴν ἐν Συρίᾳ παραδώσειν Ἀντιόχειαν. Οὐ μὴν τέλος αὐτῷ τὰ τῆς ἐπαγγελίας διεδέξατο: Θεὸς γὰρ τοῖς Σαρακηνοῖς ἄλογον φόβον ἐνέβαλε: καὶ νομίσαντες ἐπιέναι αὐτοῖς Ῥωμαίων δύναμιν, ἐν θορύβῳ γενόμενοι, οὐκ ἔχοντες ὅποι φύγωσιν, εἰς τὸν ποταμὸν Εὐφράτην ἔνοπλοι ἔρριπτον ἑαυτούς: εἰς ὃν περὶ τὰς δέκα μυριάδας ἀνδρῶν πνιγόμενοι διεφθάρησαν. Τοῦτο μὲν οὖν τοιοῦτο: οἱ δὲ τὴν Νίσιβιν πολιορκοῦντες Ῥωμαῖοι, πυθόμενοι ὡς ὁ βασιλεὺς Περσῶν πλῆθος ἐλεφάντων ἐπάγοιτο, περιδεεῖς γενόμενοι, πάσας τὰς τῆς πολιορκίας μηχανὰς ἐμπρήσαντες, εἰς τοὺς οἰκείους ὑπεχώρησαν τόπους. Ὅσαι μὲν οὖν συμβολαὶ μετὰ ταῦτα γεγόνασι, καὶ ὅπως Ἀρεόβινδος ἕτερος τῶν Ῥωμαίων στρατηγὸς τὸν γενναιότατον τῶν Περσῶν μονομαχήσας ἀπέκτεινεν, ἢ ὅπως Ἀρδαβούριος τοὺς ἑπτὰ γενναίους στρατηγοὺς τῶν Περσῶν ἐνεδρεύσας ἀνεῖλεν, ἢ τινὰ τρόπον Βιτιανὸς ἄλλος Ῥωμαίων στρατηγὸς τοὺς ὑπολειφθέντας τῶν Σαρακηνῶν κατηγωνίσατο, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ πολὺ τοῦ προκειμένου παρεκβαίνειν δοκῶ.

Περὶ Παλλαδίου τοῦ ταχυδρόμου.

Τὰ μέντοι γενόμενα ταχέως τῷ βασιλεῖ Θεοδοσίῳ ἐγνωρίζετο: ὅπως δὲ ὁ βασιλεὺς τὰ πόρρω γινόμενα ταχέως ἐμάνθανε διηγήσομαι.

301
Ηὐτύχησεν ἀνδρὸς γενναίου ψυχήν τε καὶ σῶμα: ὄνομα ἦν αὐτῷ Παλλάδιος: οὗτος τοσοῦτον ἱππεύων ἤλαυνεν, ὡς ἐν τρισὶν ἡμέραις καταλαμβάνειν τοὺς τόπους τοὺς ὁρίζοντας τὴν χώραν Ῥωμαίων τε καὶ Περσῶν, καὶ αὖθις ἐν τοσαύταις ἐπὶ τὴν Κωνσταντινούπολιν παραγίνεσθαι. Διέβαινε δὲ οὗτος ὁ ἀνὴρ ταχύτατα καὶ κατὰ πάντα τὰ τῆς οἰκουμένης μέρη, ἔνθα αὐτὸν ὁ αὐτοκράτωρ ἀπέστελλε. Καί ποτε τῶν ἐλλογίμων τις περὶ αὐτοῦ τοιοῦτον λόγον ἐφθέγξατο Οὗτος ὁ ἀνὴρ μεγίστην οὖσαν τὴν Ῥωμαίων ἀρχὴν μικρὰν ἔδειξε τῇ ταχυτῆτι. Κατεπλήττετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς ταῦτα περὶ τοῦ ἀνδρὸς πυνθανόμενος: ἀλλὰ περὶ μὲν δὴ Παλλαδίου τοσαῦτα εἰρήσθω.

Ὅπως πάλιν οἱ Πέρσαι κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττήθησαν.

Ὁ δὲ βασιλεὺς τῶν Ῥωμαίων ἐν τῇ Κωνσταντινουπόλει διατρίβων, γνούς τε τὴν ἐναργῶς ἐκ Θεοῦ παρασχεθεῖσαν νίκην, οὕτως ἦν ἀγαθὸς ὡς καὶ εὐτυχῶς πραξάντων τῶν ὑπ̓ αὐτῷ ὅμως εἰρήνην ἀσπάζεσθαι. Πέμπει οὖν Ἡλίωνα, ἄνδρα ὃν πάνυ διὰ τιμῆς ἦγεν, εἰρήνην σπείσασθαι πρὸς Πέρσας ἐντειλάμενος. Γενόμενος δὲ Ἡλίων ἐν Μεσοποταμίᾳ, ἔνθα τὴν τάφρον οἱ Ῥωμαῖοι πρὸς οἰκείαν φυλακὴν ἐπεποίηντο, πέμπει πρεσβευτὴν περὶ εἰρήνης Μαξιμῖνον, ἄνδρα ἐλλόγιμον, ὃς τοῦ στρατηγοῦ Ἀρδαβουρίου συγκάθεδρος ἦν. Οὗτος παρὰ τὸν τῶν Περσῶν βασιλέα γενόμενος, περὶ εἰρήνης πεπέμφθαι ἔλεγεν οὐ παρὰ τοῦ βασιλέως Ῥωμαίων, ἀλλὰ παρὰ τῶν αὐτοῦ στρατηγῶν, οὔτε γὰρ γινώσκεσθαι παρὰ τοῦ βασιλέως τόνδε τὸν πόλεμον ἔφασκεν: εὐτελῆ δὲ αὐτῷ καὶ γνωσθέντα νομίζεσθαι. Τοῦ δὲ Πέρσου ἑτοίμως τὴν πρεσβείαν δέξασθαι προαιρουμένου, —ἔκαμνε γὰρ αὐτῷ ἡ στρατιὰ ὑπὸ λιμοῦ,—παρελθόντες οἱ καλούμενοι παῤ αὐτοῖς ἀθάνατοι,—ἀριθμὸς δὲ ἐστὶν οὗτος μυρίων γενναίων ἀνδρῶν,—μὴ πρότερον ἔφασαν τὴν εἰρήνην προσδέξασθαι, πρὶν ἂν αὐτοὶ ἀφυλάκτοις οὖσι νῦν τοῖς Ῥωμαίοις ἐπιθῶνται. Πείθεται ὁ βασιλεὺς, καὶ τὸν μὲν πρεσβευτὴν συγκλείσας ἐφύλαττεν: ἐκπέμπει δὲ τοὺς ἀθανάτους ἔνεδραν τοῖς Ῥωμαίοις ποιήσοντας: οἳ καὶ παραγενόμενοι, εἰς δύο τε τάγματα μερισθέντες, μεσολαβεῖν ἔγνωσαν τῶν Ῥωμαίων μοῖραν τινά. Οἱ

302
δὲ Ῥωμαῖοι τὸ μὲν ἓν τάγμα τῶν Περσῶν καθορῶντες, πρὸς τὴν αὐτῶν ὁρμὴν ηὐτρεπίζοντο: τὸ δὲ ἕτερον αὐτοῖς οὐ καθωρᾶτο: ἐξαίφνης γὰρ προσέβαλλον. Μελλούσης δὲ γίνεσθαι συμβολῆς, ἐκκύπτει κατά τινα Θεοῦ πρόνοιαν ἐκ γεωλόφου τινὸς στρατὸς Ῥωμαίων, ὑπὸ Προκοπίῳ τῷ στρατηλάτῃ ταττόμενος: ὃς κατιδὼν μέλλοντας κινδυνεύειν τοὺς ὁμοφύλους, ἐπιτίθεται κατὰ νώτου τῶν Περσῶν, καὶ μεσολαβοῦνται οἱ πρὸ μικροῦ τοὺς Ῥωμαίους μεσολαβήσαντες. Τούτους οὖν σύμπαντας οἱ Ῥωμαῖοι ἐν βραχεῖ διαφθείραντες, ἐπὶ τοὺς ἐκ τῆς ἐνέδρας ἐπιόντας ἐτράπησαν, ὁμοίως τε καὶ τούτους σύμπαντας κατηκόντισαν. Οὕτω μὲν οὖν οἱ λεγόμενοι παρὰ Πέρσαις ἀθάνατοι θνητοὶ πάντες ἐδείχθησαν, δίκην εἰσπραξαμένου τοῦ Χριστοῦ Πέρσας, ἀνθ̓ ὧν πολλοὺς αὐτοῦ τῶν θεραπευτῶν εὐσεβεῖς ἄνδρας ἀπέκτειναν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν γνοὺς τὸ ἀτύχημα, προσποιεῖται μὲν μὴ εἰδέναι τὰ γενόμενα: δέχεται δὲ τὴν πρεσβείαν, εἰπὼν πρὸς τὸν πρεσβευτὴν, Οὐ Ῥωμαίοις εἴκων τὴν εἰρήνην ἀσπάζομαι, ἀλλὰ σοὶ χάριν διδοὺς, ὅτι σε φρονιμώτατον πάντων Ῥωμαίων κατέλαβον. Οὕτω μὲν καὶ διὰ τοὺς ἐν Περσίδι γενόμενος Χριστιανοὺς ὁ πόλεμος κατεστάλη, [*](A.D. 422.) ὃς γέγονεν ἐν ὑπατείᾳ τῶν δύο Αὐγούστων, Ὁνωρίου τὸ τρισκαιδέκατον καὶ Θεοδοσίου τὸ δέκατον, τετάρτῳ ἔτει τῆς τριακοσιοστῆς Ὀλυμπιάδος: ἐπαύσατο δὲ καὶ ὁ ἐν Περσίδι κατὰ Χριστιανῶν διωγμός.

Οἷα τοῖς τῶν Περσῶν αἰχμαλώτοις Ἀκάκιος Ἀμίδης ἐπίσκοπος πεποίηκε.

Τότε δὴ καὶ Ἀκάκιον τὸν τῆς Ἀμίδης ἐπίσκοπον πρᾶξις ἀγαθὴ περιφανέστερον πεποίηκε τοῖς πᾶσιν. Ὡς γὰρ οἱ Ῥωμαίων στρατιῶται τοὺς αἰχμαλώτους Περσῶν, οὓς τὴν Ἀζαζηνὴν πορθήσαντες ἔλαβον, ἀποδοῦναι τῷ Περσῶν βασιλεῖ κατ̓ οὐδένα τρόπον ἐβούλοντο, λιμῷ τε οἱ αἰχμάλωτοι ἐφθείροντο, περὶ τοὺς ἑπτακισχιλίους ὄντες τὸν ἀριθμὸν, καὶ ταῦτα οὐ μικρῶς ἐλύπει τὸν βασιλέα τῶν Περσῶν, τότε ὁ Ἀκάκιος οὐ παρεῖδε ταῦτα γινόμενα: συγκαλέσας [*]([klhrikou\s, *(/andres, e)/fh, *wal.]) δὲ τοὺς ὑφ̓ αὑτῷ κληρικοὺς ἄνδρας ἔφη: Ὁ Θεὸς ἡμῶν οὔτε δίσκων οὔτε ποτηρίων χρῄζει, οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, ἐπεὶ μὴ δὲ προσδεής ἐστιν: ἐπεὶ τοίνυν πολλὰ κειμήλια χρυσᾶ τε καὶ

303
ἀργυρᾶ ἡ ἐκκλησία ἐκ τῆς εὐγνωμοσύνης τῶν προσηκόντων αὐτῇ κέκτηται, προσήκει ἐκ τούτων ῥύσασθαί τε τῶν στρατιωτῶν τοὺς αἰχμαλώτους, καὶ διαθρέψαι αὐτούς. Ταῦτα καὶ ἄλλα πλείονα τούτοις παραπλήσια διεξελθὼν, χωνεύει μὲν τὰ κειμήλια: τιμήματα δὲ τοῖς στρατιώταις ὑπὲρ τῶν αἰχμαλώτων καταβαλὼν, καὶ διαθρέψας αὐτοὺς, εἶτα δοὺς ἐφόδια, τῷ οἰκείῳ ἀπέπεμψε βασιλεῖ. Αὕτη ἡ τοῦ θαυμαστοῦ Ἀκακίου πρᾶξις πλέον τὸν Περσῶν βασιλέα κατέπληττεν, ὅτι ἀμφότερα Ῥωμαῖοι μεμελετήκασι πολέμῳ τε καὶ εὐεργεσίᾳ νικᾷν. Φασὶν δὲ ὡς καὶ ἐπιθυμήσειεν ὁ Περσῶν βασιλεὺς [*]([e)pequ/mhsen, *wal.]) εἰς ὄψιν ἐλθεῖν αὐτῷ τὸν Ἀκάκιον, ἐφ̓ ᾧτε καὶ τῆς θέας ἀπολαῦσαί τ̓ ἀνδρὸς, καὶ τοῦτο γενέσθαι τοῦ βασιλέως Θεοδοσίου [*]([tou=?]) κελεύσαντος. Τῆς οὖν ἐκ Θεοῦ νίκης τοῖς Ῥωμαίοις ὑπαρξάσης, πολλοὶ τῶν ἐν λόγοις ἀνθούντων εἰς τὸν βασιλέα βασιλικοὺς ἔγραφον λόγους, δημοσίᾳ τε τούτους παρῄεσαν. Καὶ δὴ καὶ ἡ τοῦ βασιλέως γαμετὴ ἡρωϊκῷ μέτρῳ ποιήματα ἔγραφεν: ἦν γὰρ ἐλλόγιμος: Λεοντίου γὰρ τοῦ σοφιστοῦ τῶν Ἀθηνῶν θυγάτηρ οὖσα, ὑπὸ τῷ πατρὶ ἐπαιδεύθη, καὶ διὰ λόγων ἐληλύθει παντοίων. Ταύτην ἡνίκα ὁ βασιλεὺς ἔμελλεν ἄγεσθαι, Χριστιανὴν ὁ ἐπίσκοπος Ἀττικὸς ποιήσας ἐν τῷ βαπτίζειν ἀντὶ Ἀθηναΐδος Εὐδοκίαν ὠνόμασεν. Πολλοὶ μὲν οὖν, ὡς ἔφην, βασιλικοὺς ἔλεγον λόγους: ὁ μέν τις τῷ βασιλεῖ γνώριμος βουλόμενος γενέσθαι: ὁ δέ τις τὴν οἰκείαν ἐν λόγοις δύναμιν εἰς πολλοὺς ἄγειν ἐσπουδακὼς, μηδαμῶς ἀγνοεῖσθαι θέλων ἣν πολλοῖς πόνοις παιδείαν ἐκτήσατο.

Περὶ τῶν προσόντων καλῶν τῷ βασιλεῖ Θεοδοσίῳ τῷ νέῳ.

Ἐγὼ δὲ οὔτε τῷ βασιλεῖ γνωρισθῆναι σπουδάζων, οὔτε λόγων ἐπίδειξιν ποιήσασθαι βουλόμενος, αὐτὰ ψιλὰ μετὰ τῆς ἀληθείας τὰ προσόντα καλὰ τῷ βασιλεῖ ἀπομνημονεῦσαι προῄρημαι: ἐπεὶ καὶ τῷ σιγῆσαι αὐτὰ οὕτως ὄντα χρηστὰ ζημίαν κρίνω μὴ γνωσθέντα [*]([Al. to/.]) τοῖς μεθ̓ ἡμᾶς. Πρῶτον μὲν γὰρ, ἐν βασιλείᾳ τεχθεὶς καὶ τραφεὶς, οὐδὲν ἐκ τῆς ἀνατροφῆς εἶχε βλακῶδες: ἀλλ̓ οὕτως ἦν φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι διάπειραν πολλῶν εἰληφέναι πραγμάτων. Καρτερικὸς δὲ οὕτως ἦν, ὡς καὶ κρύος καὶ καῦμα γενναίως ὑπομένειν: νηστεύειν τε τὰ πολλὰ, καὶ μάλιστα

304
τὰς καλουμένας τετράδας καὶ παρασκευὰς ἡμέρας: καὶ τοῦτο ἐποίει ἄκρως Χριστιανίζειν ἐσπουδακώς. Οὐκ ἀλλοιότερα δὲ ἀσκητηρίου [*]([su\n tai=s, *wal.]) κατέστησε τὰ βασίλεια: αὐτὸς τοιγαροῦν ταῖς ἑαυτοῦ ἀδελφαῖς ὀρθρίζων, ἀντιφώνους ὕμνους εἰς τὸ θεῖον ἔλεγε. Διὸ καὶ τὰ ἱερὰ γράμματα ἀπὸ στήθους ἀπήγγειλεν: ἐντυγχάνουσι γοῦν τοῖς ἐπισκόποις, ὡς ἱερεὺς πάλαι καθεστὼς, ἐκ τῶν γραφῶν διελέγετο: συνῆγε δὲ καὶ τὰς βίβλους τὰς ἱερὰς, καὶ ὅσας οἱ ἑρμηνεῖς αὐτῶν συνέγραψαν, μᾶλλον ἢ Πτολεμαῖος ὁ Φιλάδελφος πρότερον. Τὸ ἀνεξίκακον καὶ φιλάνθρωπον πάντας ἀνθρώπους ὑπερηκόντιζεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς, καίπερ φιλοσοφεῖν ἐπαγγειλάμενος, [*](See iii. 19.) ὅμως οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν ἐν Ἀντιοχείᾳ αἰνιξαμένων αὐτόν: ἀλλὰ βασάνους μεγίστας τῷ Θεοδώρῳ προσήγαγεν. Θεοδόσιος δὲ πολλὰ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς, τὴν δἰ ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς: καὶ οὐδένα τῶν ἠδικηκότων ἠμύνατο: ἀλλ̓ οὐδὲ ὅλως αὐτὸν ὀργιζόμενόν τις τεθέαται. Καί ποτέ τινος τῶν γνωρίμων αὐτὸν ἐρομένου, Διὰ τί μηδένα τῶν ἀδικούντων θανάτῳ ποτὲ ἐζημίωσας; Εἴθε, φησὶ, δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν. Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα, Οὐ μέγα, ἔφη, οὐδὲ δυσχερὲς, ἄνθρωπον ὄντα ἀποθανεῖν: ὅτι μηδὲ Θεῷ μόνῳ τὸν ἅπαξ θανόντα ἐκ μετανοίας ἀνακαλέσασθαι. Οὕτω δὲ τοῦτο βεβαίως αὐτῷ κατώρθωτο, ὥστε εἴποτέ τις ἄξια κεφαλικῆς ἐπλημμέλησε τιμωρίας, οὐδ̓ ἄχρι τῆς πόλεως τῶν πυλῶν τὴν ἐπὶ θανάτῳ ἀπήγετο, καὶ ἡ ἐκ τῆς φιλανθρωπίας εὐθὺς ἀνάκλησις εἵπετο. Κυνήγια δέ ποτε ἐν τῷ ἀμφιθεάτρῳ τῆς Κωνσταντινουπόλεως ἐπιτελοῦντος αὐτοῦ, ὁ δῆμος κατεβόα, δεινῷ θηρίῳ ἕνα τῶν εὐφυῶν παραβόλων μάχεσθαι: ὁ δὲ πρὸς αὐτοὺς, Οὐκ οἴδατε, ἔφη, ὅτι ἡμεῖς φιλανθρώπως εἰθίσμεθα θεωρεῖν; καὶ τοῦτο εἰπὼν, τοῦ λοιποῦ τὸν δῆμον φιλανθρώπως θεᾶσθαι ἐπαίδευσεν. Οὕτω δὲ ἦν εὐσεβὴς, ὥστε πάντας μὲν τοὺς τῷ Θεῷ ἱερωμένους τιμᾷν, ἐξαιρέτως δὲ οὓς ἐπυνθάνετο ἐπ̓ εὐλαβείᾳ πλέον ἐκπρέποντας. Λέγεται δὲ ὅτι τοῦ Χεβρῶν ἐπισκόπου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, σάγιον ἐπιζητῆσαι, καὶ σφόδρα ἐρρυπωμένον περιβαλέσθαι, πιστεύσας μεταλαβεῖν τι ἐκ τῆς τοῦ τελευτήσαντος ἁγιότητος. Δυσχειμέρου δέ ποτε γενομένου τοῦ ἔτους, τὰ συνήθη καὶ ὡρισμένα τῶν ἐν τῷ ἱπποδρομίῳ θεαμάτων διὰ τὸν
305
δῆμον ταῦτα ἐπιζητοῦντα ἀναγκαίως ἐπετέλει. Ὡς δὲ πεπληρωμένου ἀνδρῶν ἱπποδρόμου ἐπέτεινεν ὁ χειμὼν πολλοῦ νιφετοῦ καταρραγέντος, τότε δὴ τὴν ἑαυτοῦ γνώμην ὁ βασιλεὺς, οἵαν εἶχε περὶ τὸ θεῖον, δήλην καθίστησι, τῷ δήμῳ προσφωνήσας διὰ τῶν κηρύκων: Ἀλλὰ πολλῷ κρεῖσσον, ἔφη, καταφρονήσαντας τῆς θέας κοινῇ πάντας λιτανεῦσαι Θεὸν, ὅπως ἀβλαβεῖς τοῦ ἐπικειμένου χειμῶνος φυλαχθείημεν. Καὶ οὔπω πᾶν εἴρητο τὸ ἔπος, καὶ σὺν χαρᾷ μεγίστῃ ἐν τῷ ἱπποδρόμῳ λιτανεύοντες, ὕμνους ἐκ συμφωνίας πάντες ἀνέπεμπον τῷ Θεῷ: καὶ ὅλη μὲν ἡ πόλις μία ἐκκλησία ἐγένετο: βασιλεὺς δὲ μέσος ἐξήρχετο τῶν ὕμνων, ἐν ἰδιωτικῷ σχήματι πορευόμενος. Καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτεν: ὁ ἀὴρ γὰρ εἰς τὸ εὐδιεινὸν μετεβάλλετο: καὶ ἐκ σιτοδείας ἡ τοῦ Θεοῦ φιλανθρωπία εὐετηρίαν παρεῖχε τοῖς σύμπασιν. Εἰ δέ ποτε πόλεμος ἐκινεῖτο, κατὰ τὸν Δαβὶδ τῷ Θεῷ προσέφευγεν, εἰδὼς αὐτὸν τῶν πολέμων εἶναι ταμίαν: καὶ εὐχῇ τούτους κατώρθου. Αὐτίκα γοῦν ὀλίγον μετὰ τὸν πρὸς Πέρσας πόλεμον τοῦ βασιλέως Ὁνωρίου τελευτήσαντος, ἐν ὑπατείᾳ Ἀσκληπιοδότου καὶ Μαριανοῦ, [*](A.D. 423.) τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς, ὅπως τὸν τύραννον Ἰωάννην Θεῷ πιστεύσας ἐτροπώσατο, διηγήσομαι. Ἄξια γὰρ μνήμης κρίνω τὰ τότε γενόμενα: ὅτι οἷα ἐπὶ Μωϋσέως τοῖς Ἑβραίοις ὑπῆρξε τὴν ἐρυθρὰν θάλασσαν διαβαίνουσι, τοιαῦτα καὶ τοῖς αὐτοῦ στρατηγοῖς, ἡνίκα αὐτοὺς ἐπὶ τὸν τύραννον ἔπεμψεν: ἅπερ διὰ βραχέων ἐκθήσομαι, τὸ μέγεθος αὐτῶν ἰδίας πραγματείας δεόμενον ἑτέροις παρείς.

Περὶ Ἰωάννου τοῦ τυραννήσαντος ἐν Ῥώμῃ, μετὰ θάνατον Ὁνωρίου τοῦ βασιλέως: καὶ ὅπως αὐτὸν ὁ Θεὸς ταῖς εὐχαῖς Θεοδοσίου καμφθεὶς χερσὶ τοῦ Ῥωμαϊκοῦ στρατοῦ παραδέδωκε.

Τελευτήσαντος δὴ τοῦ βασιλέως Ὁνωρίου, μαθὼν ὁ αὐτοκράτωρ Θεοδόσιος κρύπτει μὲν τὸ γενόμενον, καὶ ἄλλοτε ἄλλως τοὺς πολλοὺς ἀπεπλάνα. Ὑποπέμπει δὲ λαθραίως στρατιώτην εἰς Σαλῶνας ʽπόλις δὲ αὕτη τῆς Δαλματίασ̓: ἵνα εἰ συμβῇ τι νεωτερισθῆναι περὶ τὰ ἑσπέρια μέρη, μὴ πόρρωθεν ὦσιν οἱ ἀμυνόμενοι: καὶ τοῦτο οὕτως προευτρεπίσας, τότε καταφανῆ τὸν θάνατον τοῦ θείου πεποίηκεν. Ἐν τοσούτῳ δὲ Ἰωάννης, πρωτοστάτης ὢν τῶν βασιλικῶν

306
ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείας ἀποστέλλει πρὸς τὸν αὐτοκράτορα Θεοδόσιον, δεχθῆναι εἰς βασιλέα δεόμενος. Ὁ δὲ τοὺς μὲν πρεσβευτὰς εἰς φρουρὰν κατέστησεν: ἐξαποστέλλει δὲ τὸν στρατηλάτην Ἀρδαβούριον, ὃς καὶ ἐν τῷ Περσικῷ πολέμῳ τὰ μέγιστα ἠγωνίσατο. Οὗτος εἰς τὰς Σαλῶνας παραγενόμενος, ἔπλει ἐξ αὐτῆς ἐπὶ τὴν Ἀκυλήϊαν, καὶ χρῆται τύχῃ καθὼς ἐνομίζετο, ἠτύχει δὲ ὡς ὕστερον ἐδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν ἐνέβαλε τοῦ τυράννου: ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην καταστῆσαι τὸν αὐτοκράτορα, ὥστε ψηφίσασθαι καὶ ἀναδεῖξαι αὐτὸν βασιλέα, εἰ σώζεσθαι τὸν στρατηλάτην προῃρεῖτο. Ἀληθῶς τε ἐν ἀγῶνι ἦν ὅ τε βασιλεὺς ταῦτα πυθόμενος, καὶ ὁ ἐπὶ τὸν τύραννον ἀποσταλεὶς στρατιώτης, μήτι πάθῃ κακὸν ὑπὸ τοῦ τυράννου ὁ Ἀρδαβούριος. Ἄσπαρ δὲ ὁ τοῦ Ἀρδαβουρίου υἱὸς μαθὼν καὶ τὸν πατέρα παρὰ τοῦ τυράννου κατέχεσθαι, καὶ πολλὰς μυριάδας βαρβάρων ἐπὶ συμμαχίᾳ τοῦ τυράννου παρεῖναι εἰδὼς, οὐκ ἔσχεν ὅ, τι καὶ πράξειεν. Τότε δὴ καὶ τοῦ θεοφιλοῦς βασιλέως εὐχὴ πάλιν ἐξίσχυεν: ἄγγελος γὰρ Θεοῦ ἐν σχήματι ποιμένος ὁδηγεῖ τὸν Ἄσπαρα καὶ τοὺς σὺν αὐτῷ, καὶ ἄγει διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης,—ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διατρίβων εἶχε τὸν στρατηγὸν,—ὅθεν οὐδεὶς οὐδὲ πώποτε διαβεβηκέναι ἱστόρητο. Τότε δὴ καὶ ὁ Θεὸς τὴν ἄβατον βατὴν ἀπειργάσατο: [*]([*wal. w(s dia/.]) διαβάντες γὰρ διὰ ξηρᾶς τὸ τῆς λίμνης ὕδωρ, ἀνεῳγμένας τε τὰς πύλας εὑρόντες τῆς πόλεως, ἐγκρατεῖς τοῦ τυράννου ἐγένοντο. Τότε δὴ ὁ εὐσεβέστατος βασιλεὺς ἣν εἶχε περὶ τὸ θεῖον εὐλάβειαν ἐπεδείξατο: ἱπποδρομίας γὰρ ἐπιτελοῦντι ἐμηνύθη ἀνῃρῆσθαι ὁ τύραννος: προσφωνεῖ οὖν τῷ δήμῳ, Δεῦρο μᾶλλον, εἰ δοκεῖ, ἔφη, παρέντες τὴν τέρψιν, ἐπὶ τὸν εὐκτήριον οἶκον γενόμενοι εὐχαριστηρίους εὐχὰς τῷ Θεῷ ἀναπέμψωμεν, ἀνθ̓ ὧν ἡ αὐτοῦ χεὶρ καθεῖλε τὸν τύραννον. Ταῦτα εἴρητο: καὶ τὰ μὲν τῆς θέας ἐπέπαυτό τε καὶ ἠμέλητο: διὰ μέσου δὲ τοῦ ἱπποδρόμου πάντες συμφώνως ἅμα αὐτῷ εὐχαριστηρίως ψάλλοντες, ἐπὶ τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐπορεύοντο: καὶ ὅλη μὲν ἡ πόλις μία ἐκκλησία ἐγίνετο: ἐν δὲ τῷ εὐκτηρίῳ τόπῳ γενόμενοι ἐκεῖ διημέρευον.
307

Ὡς μετὰ τὴν ἀναίρεσιν τοῦ τυράννου Ἰωάννου, Οὐαλεντινιανὸν τὸν Κωνσταντίου καὶ Πλακιδίας τῆς αὐτοῦ θείας ὁ βασιλεὺς Θεοδόσιος βασιλέα τῆς Ῥώμης ἀνέδειξε.

Τοῦ δὲ τυράννου ἀναιρεθέντος, ἔμφροντις ἦν ὁ αὐτοκράτωρ Θεοδόσιος, τίνα τῶν ἑσπερίων μερῶν ἀναδείξειε βασιλέα. Ἦν δὲ ἀνεψιὸς αὐτῷ κομιδῇ νέος, Οὐαλεντινιανὸς ὄνομα, ἐκ Πλακιδίας τῆς αὑτοῦ θείας γενόμενος: ἥτις θυγάτηρ μὲν ἦν Θεοδοσίου τοῦ μεγάλου βασιλέως, Ἀρκαδίου δὲ καὶ Ὁνωρίου τῶν δύο Αὐγούστων ἀδελφή: πατρὸς δὲ ἦν ὁ Οὐαλεντινιανὸς Κωνσταντίου, ὃς ὑπὸ Ὁνωρίου βασιλεὺς ἀναδειχθεὶς, καὶ βραχὺν αὐτῷ χρόνον συμβασιλεύσας, εὐθὺς ἐτελεύτησε. Τοῦτον τὸν ἀνεψιὸν Καίσαρα καταστήσας, ἐπὶ τὰ ἐσπέρια μέρη ἀνέπεμψε, τῇ μητρὶ αὐτοῦ Πλακιδίᾳ τὴν φροντίδα τῶν πραγμάτων ἐπιτρέψας. Σπεύδων δὲ καὶ αὐτὸς καταλαβεῖν τὴν Ἰταλίαν, ὥστε τὸν μὲν ἀνεψιὸν ἀναγορεῦσαι βασιλέα, παρὼν δὲ τῇ αὐτοῦ φρονήσει παιδεῦσαι τοὺς ἐκεῖ μὴ ὑπονεύειν τοῖς τυράννοις ῥᾳδίως, ἄχρι τῆς Θεσσαλονίκης γενόμενος, ὑπ̓ ἀρρωστίας διεκωλύθη. Πέμψας οὖν τὸν βασιλικὸν στέφανον τῷ ἀνεψιῷ διὰ τοῦ πατρικίου Ἡλίωνος, αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξυπέστρεψεν. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι τὴν διήγησιν.

Περὶ τῆς Ἀττικοῦ διοικήσεως τῶν ἐκκλησιῶν, καὶ ὅτι τὸ ὄνομα Ἰωάννου τοῖς διπτύχοις τῆς ἐκκλησίας ἐνέταξε, καὶ ὅτι τὸν ἑαυτοῦ θάνατον προέγνω.

Ἀττικὸς δὲ ὁ ἐπίσκοπος θαυμαστῶς πως τὰ τῶν ἐκκλησιῶν ηὔξησε πράγματα: φρονήσει μὲν αὐτὰ διοικῶν, ταῖς διδασκαλίαις δὲ τὸν λαὸν ἐπὶ τὴν ἀρετὴν προτρέπων. Συνιδὼν δὲ διαιρουμένην τὴν ἐκκλησίαν διὰ τὸ τοὺς Ἰωαννίτας ἔξω αὐτῆς συνάγεσθαι, μνείαν Ἰωάννου ἐν ταῖς εὐχαῖς ἐκέλευσε ποιεῖσθαι, ὡς καὶ τῶν ἄλλων ἐπισκόπων τῶν κεκοιμημένων εἰώθει γίνεσθαι, διὰ τοῦτο πολλοὺς ἐπανελθεῖν εἰς τὴν ἐκκλησίαν ἐλπίσας. Οὕτω δὲ ἦν μεταδοτικὸς, ὡς μὴ μόνον τῶν ἐν ταῖς αὐτοῦ παροικίαις πτωχῶν προνοεῖν, ἀλλὰ καὶ ταῖς ἀστυγείτοσι τῶν πόλεων χρήματα πέμπειν πρὸς παραμυθίαν

308
τῶν δεομένων. Καλλιοπίῳ γοῦν πρεσβυτέρῳ τῆς Νικαέων ἐκκλησίας τριακοσίους ἀποστείλας χρυσίνους τάδε ἐπέστειλεν: Καλλιοπίῳ Ἀττικὸς ἐν Κυρίῳ χαίρειν. Ἔμαθον μυρίους ἐν τῇ πόλει πεινῶντας δεῖσθαι τοῦ παρὰ τῶν εὐσεβούντων ἐλέου: μυρίους δὲ λέγω τὸ πλῆθος, οὐ τὸν ἀκριβῆ δηλῶν ἀριθμόν. Ἐπεὶ τοίνυν αὐτὸς μὲν ἔχω λαβὼν ἀριθμὸν παρὰ τοῦ δαψιλεῖ τῇ χειρὶ διδόντος τοῖς οἰκονομοῦσι καλῶς, συμβαίνει δέ τινας ἀπορεῖσθαι δοκιμασίας χάριν τῶν ἐχόντων μὲν, μὴ παρεχόντων δὲ τούτοις, λαβὼν, ὦ φίλη μοι κεφαλὴ, τούτους τοὺς τριακοσίους χρυσίνους, ἀνάλωσον ὅπως ἂν θελήσῃς. Βουλήσῃ δέ που πάντως τοῖς αἰσχυνομένοις τὴν αἴτησιν, ἀλλ̓ οὐχὶ τοῖς ἐμπορίαν διὰ βίου τὴν γαστέρα προτεθεικόσι. Διδοὺς τοίνυν μηδὲ θρησκείαν λογίσῃ κατὰ τοῦτο τὸ μέρος, ἑνὸς καὶ μόνου γενόμενος, τοῦ τρέφειν τοὺς πεινῶντας, ἀλλὰ μὴ λογιστεύειν τοὺς τὸν ἡμέτερον τρόπον μὴ φρονοῦντας. Οὕτω μὲν δὴ τῶν δεομένων καὶ πόρρωθεν ὄντων ἐφρόντιζεν: οὐ μὴν ἀλλὰ καὶ τὰς δεισιδαιμονίας τινῶν ἐκκόπτειν ἐσπούδαζεν. Πυθόμενος γοῦν ποτὲ τοὺς διὰ τὸ Ἰουδαϊκὸν Πάσχα Ναυατιανῶν χωρισθέντας, τὸ σῶμα τοῦ Σαββατίου ἐκ τῆς Ῥόδου μετακομίσαντας, —ἐν αὐτῇ γὰρ τῇ νήσῳ περιορισθεὶς ἐτελεύτησε,—καὶ θάψαντας, ἐπὶ τῷ τάφῳ εὔχεσθαι, πέμψας διὰ τῆς νυκτὸς εἰς ἕτερον τάφον τὸ τοῦ Σαββατίου σῶμα κρυβῆναι ἐκέλευσεν: οἱ δὲ συνήθως ἐλθόντες, καὶ ἀνορωρυγμένον τὸν τάφον εὑρόντες, τοῦ λοιποῦ σέβειν τὸν τάφον ἐπαύσαντο. Ἦν δὲ καὶ περὶ τὴν θέσιν τῶν ὀνομάτων φιλόκαλος: ἐπίνειον γοῦν ἐπὶ τῷ στόματι τοῦ Εὐξείνου Πόντου κείμενον, ἐξ ἀρχαίου τε Φαρμακέα καλούμενον, Θεραπείας ὠνόμασεν, ἵνα μὴ τὰς συνάξεις ἐκεῖ ποιούμενος δυσφήμῳ ὀνόματι ὀνομάζῃ τὸν τόπον. Καὶ ἄλλο δὲ προάστειον τῆς Κωνσταντινουπόλεως Ἀργυρόπολιν ὠνόμασεν ἐξ αἰτίας τοιαύτης. Χρυσόπολις ἐπίνειον ἀρχαῖον ἐστὶν, ὃ κεῖται μὲν ἐν ἀρχῇ τοῦ Βοσπόρου: μέμνηνται δὲ αὐτοῦ πολλοὶ τῶν παλαιῶν συγγραφέων, καὶ Στράβων τε καὶ ὁ Δαμασκηνὸς Νικόλαος, καὶ ὁ ἐν λόγοις τε θαυμαστὸς Ξενοφῶν ἔν τε τῇ ἕκτῃ τῆς Κύρου Ἀναβάσεως καὶ ἐν [*](Xen. Hist. Gr. i. 1. 22.) τῇ πρώτῃ τῶν Ἑλληνικῶν φησὶ περὶ αὐτῆς, ὅτι Ἀλκιβιάδης ἀποτειχίσας αὐτὴν δεκατευτήριον ἐν αὐτῇ κατέστησε: τὰς γὰρ δεκάτας οἱ ἀπὸ τοῦ Πόντου πλέοντες ἐν αὐτῇ παρεῖχον. Κατιδὼν οὖν ὁ Ἀττικὸς τὸν καταντικρὺ Χρυσοπόλεως τόπον εὐτερπῆ τυγχάνοντα, πρέπειν ἔφη τοῦτον Ἀργυρόπολιν ὀνομάζεσθαι, καὶ ῥηθεὶς ὁ
309
λόγος εὐθὺς τὴν ἐπωνυμίαν ἐκράτυνεν. Τινῶν δὲ λεγόντων πρὸς αὐτὸν, μὴ ὀφείλειν Ναυατιανοὺς ἔνδον συνάγειν τῶν πόλεων, Οὐκ οἴδατε, εἶπεν, ὅσα ἡμῖν διωκομένοις ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος συμπεπόνθασιν; ἄλλως τε, ἔφη, καὶ μάρτυρες τῆς πίστεως ἡμῶν καθεστήκασι: πάλαι γὰρ τῆς ἐκκλησίας χωρισθέντες, οὐδὲν περὶ τὴν πίστιν ἐκαινοτόμησαν. Ἐν Νικαίᾳ δέ ποτε διὰ χειροτονίαν ἐπισκόπου γενόμενος, Ἀσκληπιάδην τε τὸν ἐκεῖ Ναυατιανῶν ἐπίσκοπον γηραιὸν ὄντα ἰδὼν ἠρώτησε, Πόσους ἐνιαυτοὺς ἐπίσκοπος ὢν τυγχάνεις; τοῦ δὲ πεντήκοντα εἰπόντος, Εὐδαίμων, ἔφη, τυγχάνεις, ὦ ἄνθρωπε, τοσούτου χρόνου καλοῦ ἔργου [*](1 Tim. iii. 1.) ἐπιμελούμενος. Πρὸς δὲ τὸν αὐτὸν Ἀσκληπιάδην, Ἐγὼ, ἔφη, τὸν μὲν Ναύατον ἐπαινῶ: τοὺς Ναυατιανοὺς δὲ οὐκ ἀποδέχομαι. Ξενοφωνηθεὶς δὲ ὁ Ἀσκληπιάδης, Πῶς τοῦτο, ἔφη, λέγεις, ἐπίσκοπε; Ἐκεῖνον μὲν, ἔφη ὁ Ἀττικὸς, ἐπαινῶ, ὅτι τοῖς ἐπιθύσασι κοινωνῆσαι οὐχ εἵλετο: τοῦτο γὰρ ἂν καὶ αὐτὸς ἐγὼ ἐποίησα: τοὺς δὲ Ναυατιανοὺς οὐκ ἐπαινῶν, ὅτι περὶ εὐτελῶν πταισμάτων τῆς κοινωνίας τοὺς λαϊκοὺς ἀποκλείουσι. Πρὸς ταῦτα ὁ Ἀσκληπιάδης, Ἐκτὸς, ἔφη, τοῦ ἐπιθῦσαι, καὶ ἄλλαι πολλαὶ κατὰ τὰς γραφὰς εἰσὶν ἁμαρτίαι πρὸς θάνατον, δἰ ἃς ὑμεῖς μὲν [*](1 John v. 17.) τοὺς κληρικοὺς, ἡμεῖς δὲ καὶ τοὺς λαϊκοὺς ἀποκλείομεν, Θεῷ μόνῳ [*](Cp. i. 10; iv. 28.) τὴν συγχώρησιν αὐτῶν ἐπιτρέποντες. Προέγνω δὲ Ἀττικὸς καὶ τὴν ἑαυτοῦ τελευτήν: ἀναχωρῶν γοῦν τῆς Νικαίας πρὸς Καλλιόπιον τὸν ἐκεῖ πρεσβύτερον, Σπεῦδε, ἔφη, πρὸ φθινοπώρου ἐπὶ τὴν Κωνσταντινούπολιν, εἰ βούλει με αὖθις ζῶντα θεάσασθαι: εἰ γὰρ βραδύνεις, οὐ καταλήψῃ μέ. Καὶ τοῦτο εἰπὼν οὐ διήμαρτεν: ἐν γὰρ τῷ εἰκοστῷ πρώτῳ ἔτει τῆς ἐπισκοπῆς ἑαυτοῦ, τῇ δεκάτῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐτελεύτησεν, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ ἑνδέκατον [*](A.D. 425.) καὶ Οὐαλεντινιανοῦ Καίσαρος τὸ πρῶτον. Ὁ μέντοι βασιλεὺς Θεοδόσιος ἐκ τῆς Θεσσαλονίκης ὑποστρέψας, τὴν ἐκκομιδὴν αὐτοῦ οὐ κατέλαβεν: ἔφθασε γὰρ πρὸ μιᾶς ἡμέρας τῆς εἰσόδου τοῦ αὐτοκράτορος Ἀττικὸς παραδοθεὶς τῇ ταφῇ. Οὐκ εἰς μακρὰν δὲ καὶ ἀναγόρευσις τοῦ νέου Οὐαλεντινιανοῦ ἐμηνύθη, περὶ τὴν τρίτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνὸς Ὀκτωβρίου.
310

Περὶ Σισιννίου τοῦ μετὰ Ἀττικὸν Κωνσταντινουπόλεως ἐπισκοπήσαντος.

Ἐγένετο δὲ μετὰ τὴν τελευτὴν Ἀττικοῦ πολλὴ φιλονεικία περὶ χειροτονίας ἐπισκόπου, ἄλλων ἄλλον ζητούντων: τινὲς μὲν γὰρ, φησὶ, Φίλιππον τὸν πρεσβύτερον ἐζήτουν: τινὲς δὲ Πρόκλον: καὶ οὗτος δὲ πρεσβύτερος ἦν. Κοινῇ δὲ πᾶς ὁ λαὸς ἐπόθει γίνεσθαι Σισίννιον: ὅς τις πρεσβύτερος μὲν ἦν καὶ αὐτὸς, ἐν οὐδεμιᾷ δὲ τῶν ἐντὸς τῆς πόλεως ἐκκλησιῶν ἐτέτακτο, ἀλλ̓ ἐν προαστείῳ τῆς Κωνσταντινουπόλεως, ᾧ ἐπώνυμον Ἐλαία, τὴν ἱερωσύνην ἐκεκλήρωτο: ὅπερ καταντικρὺ μὲν κεῖται τῆς πόλεως, ἐν αὐτῷ δὲ ἐξ ἔθους ἡ ἀναλήψιμος τοῦ Σωτῆρος ἐπιτελεῖται πάνδημος ἑορτή. Πόθον δὲ εἶχον τοῦ ἀνδρὸς πάντες οἱ λαϊκοὶ, ὅτι ἐπ̓ εὐλαβείᾳ περιβόητος [*](Cp. 2 Cor. viii. 3.) ἦν, καὶ μάλιστα ὅτι τοὺς πτωχοὺς ὑπὲρ δύναμιν ἐσπούδαζεν. Κατεκράτησεν οὖν ἡ τῶν λαϊκῶν σπουδή: καὶ χειροτονεῖται Σισίννιος τῇ εἰκάδι ὀγδόῃ τοῦ Φεβρουαρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις [*](A.D. 426) ἦν Θεοδοσίου τὸ δωδέκατον καὶ Οὐαλεντινιανοῦ τοῦ νεωτέρου Αὐγούστου τὸ δεύτερον. Ἐπὶ τούτῳ Φίλιππος ὁ πρεσβύτερος, ὅτι αὐτοῦ προεκρίθη ἕτερος, πολλὰ τῆς χειροτονίας καθήψατο ἐν τῇ πεπονημένῃ αὐτῷ Χριστιανικῇ ἱστορίᾳ, διαβάλλων καὶ τὸν χειροτονηθέντα καὶ τοὺς χειροτονήσαντας, καὶ πολλῷ πλέον τοὺς λαϊκούς: τοιαῦτα τε εἶπεν, οἷα οὐκ ἂν ἑλοίμην παραδοῦναι γραφῇ, ἐπεὶ κἀκεῖνον οὐκ ἀποδέχομαι τῆς προπετείας, τοιαῦτα γραφῇ παραδοῦναι τολμήσαντα: μικρὰ δὲ περὶ αὐτοῦ εἰπεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι.

Περὶ Φιλίππου πρεσβυτέρου τοῦ ἀπὸ Σίδης.

Φίλιππος Σιδίτης μὲν ἦν τὸ γένος: Σίδη δὲ πόλις τῆς Παμφυλίας, ἀφ̓ ἧς ὥρμητο καὶ Τρώϊλος ὁ σοφιστὴς, οὗ καὶ συγγενῆ ἑαυτὸν εἶναι ἐσεμνύνετο. Διάκονος δὲ ἦν, ἐπεὶ τὰ πολλὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ συνῆν: ἐφιλοπόνει δὲ καὶ περὶ λόγους, καὶ πολλὰ καὶ παντοῖα βιβλία συνῆγε: ζηλώσας δὲ τὸν Ἀσιανὸν τῶν λόγων χαρακτῆρα, πολλὰ συνέγραφε, τά τε τοῦ βασιλέως Ἰουλιανοῦ κατὰ Χριστιανῶν βιβλία ἀνασκευάζων, καὶ Χριστιανικὴν

311
ἱστορίαν συνέθηκεν: ἣν ἐν τριάκοντα ἓξ βιβλίοις διεῖλεν: ἕκαστον δὲ βιβλίον εἶχε τόμους πολλοὺς, ὡς τοὺς πάντας ἐγγὺς εἶναι χιλίους: ὑπόθεσις δὲ ἑκάστου τόμου ἰσάζει τῷ τόμῳ. Τὴν μὲν οὖν πραγματείαν ταύτην οὐκ ἐκκλησιαστικὴν ἱστορίαν, ἀλλὰ Χριστιανικὴν ἐπέγραψεν: πολλὰς δὲ συνεισφέρει ὕλας εἰς αὐτὴν, δεικνύναι βουλόμενος μὴ ἀπείρως ἔχειν ἑαυτὸν τῶν φιλοσόφων παιδευμάτων: διὸ καὶ συνεχῶς γεωμετρικῶν τε καὶ ἀστρονομικῶν καὶ ἀριθμητικῶν καὶ μουσικῶν θεωρημάτων ποιεῖται μνήμην, ἐκφράσεις τε λέγων νήσων καὶ ὀρέων καὶ δένδρων καὶ ἄλλων τινῶν εὐτελῶν. Δἰ ὧν καὶ χαύνην τὴν πραγματείαν εἰργάσατο: διὸ καὶ, ὡς νομίζω, ἀχρεῖον αὐτὴν καὶ ἰδιώταις καὶ εὐπαιδεύτοις πεποίηκεν: οἱ ἰδιῶται μὲν γὰρ τὸ κεκομψευμένον τῆς φράσεως ἰδεῖν οὐκ ἰσχύουσιν, οἱ δὲ εὐπαίδευτοι τῆς ταυτολογίας καταγινώσκουσιν. Ἀλλ̓ ἕκαστος μὲν περὶ τῶν βιβλίων ὡς ἔχει γνώμης κρινέτω: ἐγὼ δὲ ἐκεῖνό φημι, ὅτι τοὺς χρόνους τῆς ἱστορίας συγχέει. Μνημονεύσας γὰρ τῶν τοῦ αὐτοκράτορος Θεοδοσίου χρόνων, αὖθις ἐπὶ τοὺς Ἀθανασίου τοῦ ἐπισκόπου χρόνους ἀνέδραμεν: καὶ τοῦτο ὡς πλεῖστον ποιεῖ. Καὶ τοσαῦτα μὲν περὶ Φιλίππου: ὃ δὲ ἐπὶ Σισιννίου γέγονεν, ἀναγκαῖον εἰπεῖν.

Ὡς Πρόκλον Κυζίκου ἐπίσκοπον ὁ Σισίννιος ἐχειροτόνησεν: οἱ δὲ Κυζικηνοὶ τοῦτον οὐ προσεδέξαντο.

Τοῦ Κυζικηνῶν ἐπισκόπου τελευτήσαντος, ὁ Σισίννιος Πρόκλον ἐχειροτόνησε πρὸς ἐπισκοπὴν τῆς Κυζίκου: μέλλοντος οὖν διάγειν ἐπ̓ αὐτὴν, φθάνουσιν οἱ Κυζικηνοὶ, καὶ χειροτονοῦσι ἄνδρα ἀσκητικὸν, ᾧ ὄνομα ἦν Δαλμάτιος. Καὶ τοῦτο ἐποίησαν ἀμελήσαντες τοῦ νόμου τοῦ κελεύοντος, παρὰ γνώμην τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως χειροτονίαν ἐπισκόπου μὴ γίνεσθαι: ἠμέλησαν δὲ τοῦ νόμου τούτου, ὡς Ἀττικῷ μόνῳ εἰς πρόσωπον παρασχεθέντος. Ἔμενεν οὖν ὁ Πρόκλος οἰκείας μὲν ἐκκλησίας μὴ προεστὼς, ἐν δὲ ταῖς ἐκκλησίαις τῆς Κωνσταντινουπόλεως κατὰ τὰς διδασκαλίας ἀνθῶν: ἀλλὰ περὶ μὲν τούτου κατὰ χώραν ἐροῦμεν. Σισίννιος δὲ οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπιβιοὺς τῇ ἐπισκοπῇ ἐτελεύτησεν ἐν ὑπατείᾳ [*](A.D. 427.) Ἱερίου καὶ Ἀρδαβουρίου, τῇ εἰκάδι τετάρτῃ τοῦ Δεκεμβρίου

312
μηνός. Ἀνὴρ ἐπὶ σωφροσύνῃ μὲν καὶ βίῳ ὀρθῷ καὶ φιλοπτωχίᾳ περιβόητος: τὸ δὲ ἦθος εὐπρόσιτός τε καὶ ἄπλαστος, καὶ διὰ τοῦτο ἀπραγμονέστερος: διὸ καὶ τοῖς φιλοπράγμοσιν λυπηρὸς ἦν, καὶ ἀδρανείας δόξαν ἔλαβε παῤ αὐτοῖς.

Ὡς μετὰ τὴν τελευτὴν Σισιννίου, Νεστόριον ἐκ τῆς Ἀντιοχείας μεταπεμψάμενοι ἐπίσκοπον Κωνσταντινουπόλεως πεποιήκασιν, ὃς εὐθὺς ἐφωράθη ὁποῖος ἦν.

Μετὰ δὲ τὴν τελευτὴν Σισιννίου ἐδόκει τοῖς κρατοῦσι μηδένα μὲν διὰ τοὺς κενοσπουδαστὰς ἐκ τῆς ἐκκλησίας εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι: καίτοι πολλῶν μὲν τὸν Φίλιππον, πολλῶν δὲ τὸν Πρόκλον χειροτονηθῆναι σπευδόντων. Ἐπήλυδα δὲ ἐκ τῆς Ἀντιοχείας καλεῖν ἐβούλοντο: ἦν γάρ τις ἐκεῖ Νεστόριος τοὔνομα, τὸ μὲν γένος Γερμανικεύς: εὔφωνος δὲ ἄλλως καὶ εὔλαλος: διὸ καὶ ὡς προσεπιτήδειον εἰς διδασκαλίαν ἔγνωσαν μεταπέμπεσθαι. Τριμήνου οὖν διαδραμόντος, ἄγεται ἐκ τῆς Ἀντιοχείας ὁ Νεστόριος: ὅστις ἐπὶ σωφροσύνῃ μὲν παρὰ τοῖς πλείστοις ἐκηρύττετο: ὁποῖος δὲ ἦν ἐν τοῖς ἄλλοις τὸ ἦθος, ἀπὸ τῆς πρώτης αὐτοῦ διδασκαλίας τοὺς εὖ φρονοῦντας οὐκ ἔλαθε. Χειροτονηθεὶς γὰρ τῇ δεκάτῃ τοῦ Ἀπριλλίου μηνὸς, ἐν ὑπατείᾳ Φίληκος καὶ Ταύρου, εὐθὺς ἐκείνην τὴν περιβόητον ἀφῆκε φωνὴν, ἐπὶ τοῦ λαοῦ παντὸς πρὸς τὸν βασιλέα τὸν λόγον ποιούμενος. Δός μοι, φησὶν, ὦ βασιλεῦ, καθαρὰν τὴν γῆν τῶν αἱρετικῶν, κἀγώ σοι τὸν οὐρανὸν ἀντιδώσω: συγκάθελέ μοι τοὺς αἱρετικοὺς, κἀγὼ συγκαθελῶ σοι τοὺς Πέρσας. Ταῦτα λεχθέντα, εἰ καί τινες τῶν πολλῶν πρὸς τοὺς αἱρετικοὺς ἀπεχθῶς ἔχοντες ἡδέως ἐδέχοντο, ἀλλ̓ οὖν γε, ὡς ἔφην, τοὺς εἰδότας ἐκ λόγου γνώμην τεκμῄρασθαι οὐκ ἔλαθεν οὐδὲ τὸ κοῦφον τῆς διανοίας, οὐδὲ τὸ θυμικὸν ἐν ταὐτῷ καὶ κενόδοξον: ὅτι μηδὲ τὸ βραχύτατον εἰς ὑπέρθεσιν ἀνασχόμενος εἰς τοιούτους προήχθη λόγους: ἀλλ̓ εἰ δεῖ κατὰ τὴν παροιμίαν εἰπεῖν, μηδὲ τοῦ τῆς πόλεως ὕδατος ἤδη γευσάμενος διάπυρος διώκτης ἐδείκνυτο. Πέμπτῃ γε οὖν μετὰ τὴν χειροτονίαν ἡμέρᾳ εὐκτήριον τῶν Ἀρειανῶν, ἐν ᾧ ἐν παραβύστῳ ηὔχοντο, καθελεῖν βουλόμενος, εἰς ἀπόνοιαν αὐτοὺς ἤλασεν. Ὁρῶντες γὰρ καθαιρούμενον τὸν εὐκτήριον

313
τόπον, πῦρ ἐμβαλόντες ὑφῆψαν αὐτόν: ἐπινεμηθὲν δὲ τὸ πῦρ καὶ τὰς παρακειμένας οἰκίας ἀνήλωσε: θόρυβός τε ἐκ τούτου κατὰ τὴν πόλιν ἐγένετο, καὶ οἱ Ἀρειανοὶ πρὸς ἄμυναν ηὐτρεπίζοντο: ἀλλὰ τὸ μὲν κακὸν προβῆναι εἰς ἔργον οὐ συνεχώρησεν ὁ τὴν πόλιν ἀεὶ φυλάσσων Θεός. Πυρκαϊὰν δὲ τοῦ λοιποῦ ἀπεκάλουν αὐτὸν οὐ μόνον οἱ τῶν αἱρέσεων, ἀλλ̓ ἤδη καὶ οἱ οἰκεῖοι τῆς πίστεως: οὐ γὰρ ἐπαύετο, ἀλλὰ κατὰ τῶν αἱρέσεων τεχναζόμενος, τὸ ἐπ̓ αὐτῷ τὴν πόλιν ἀνέτρεψε. Καὶ γὰρ Ναυατιανοὺς σκύλλειν ἐπειρᾶτο, ὑποκνιζόμενος ἐφ̓ οἶς ὁ Ναυατιανῶν ἐπίσκοπος Παῦλος ἐπ̓ εὐλαβείᾳ περιβόητος ἦν: ἀλλ̓ οἱ κρατοῦντες παραινέσει κατέστελλον αὐτοῦ τὴν ὁρμήν. Ὅσα δὲ περὶ Ἀσίαν, Λυδίαν τε καὶ Καρίαν κακὰ τοῖς Τεσσαρεσκαιδεκατίταις ἐποίησε, καὶ ὁπόσοι δἰ αὐτὸν πολλοὶ περὶ Μίλητον καὶ Σάρδεις ἐν τῇ γενομένῃ στάσει ἀπέθανον, παραλιπεῖν μοι δοκῶ. Ὁποίαν μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄθυρον αὐτοῦ γλῶσσαν δίκην ἔδωκε, μετ̓ ὀλίγον ἐρῶ.

Τίνα τρόπον ἐπὶ τοῦ νέου Θεοδοσίου Βουργουνζίωνες ἐχριστιάνισαν.

Πρᾶγμα μέντοι περὶ τόνδε τὸν χρόνον ἄξιον μνήμης γενόμενον διηγήσομαι. Ἔθνος ἐστὶ βάρβαρον πέραν τοῦ ποταμοῦ Ῥήνου ἔχον τὴν οἴκησιν, Βουργουνζίωνες καλοῦνται: οὗτοι βίον ἀπράγμονα ζῶσιν ἀεί: τέκτονες γὰρ σχεδὸν πάντες εἰσίν: καὶ ἐκ ταύτης μισθὸν λαμβάνοντες ἀποτρέφονται. Τούτοις συνεχῶς τὸ ἔθνος τῶν Οὕννων ἐπερχόμενον, ἐλεηλάτει τὴν χώραν αὐτῶν, καὶ πολλοὺς πολλάκις αὐτῶν ἀνῄρουν: οἱ δὲ ὑπὸ ἀμηχανίας ἀνθρώπῳ προσφεύγουσιν οὐδενὶ, θεῷ δέ τινι ἐπιτρέψαι ἑαυτοὺς ἐβούλοντο. Κατὰ νοῦν δὲ λαμβάνοντες ὅτι Ῥωμαίων ὁ Θεὸς ἰσχυρῶς τοῖς φοβουμένοις αὐτὸν βοηθεῖ, κοινῇ γνώμῃ πάντες ἐπὶ τὸ πιστεῦσαι τῷ Χριστῷ ἐληλύθασιν: γενόμενοί τε ἐν πόλει μιᾷ τῆς Γαλλίας παρακαλοῦσιν ὑπὸ τοῦ ἐπισκόπου τυχεῖν Χριστιανικοῦ βαπτίσματος. Ὁ δὲ ἐπὶ ἑπτὰ ἡμέρας παρασκευάσας νηστεῦσαι αὐτοὺς, καὶ τὴν πίστιν κατηχήσας αὐτοὺς, τῇ ὀγδόῃ ἡμέρᾳ βαπτίσας ἀπέλυσε. Θαρραλέοι οὖν οὗτοι κατὰ τῶν τυράννων ἐπορεύοντο: καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτον. Τοῦ γὰρ βασιλέως τῶν Οὕννων ὑπὸ ἀδηφαγίας

314
ἐν νυκτὶ διαρραγέντος, ᾧ ὄνομα Οὔπταρος ἦν, οἱ Βουργουνζίωνες ἀστρατηγήτοις ἐπιθέμενοι, ὀλίγοι τε πρὸς σφόδρα πολλοὺς συμβαλόντες, ἐνίκησαν: τρισχίλιοι γὰρ μόνοι περὶ τοὺς μυρίους κατήνεγκαν: καὶ ἐξ ἐκείνου τὸ ἔθνος διαπύρως ἐχριστιάνισεν. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Βάρβας ὁ τῶν Ἀρειανῶν ἐπίσκοπος [*](A.D. 430.) ἐτελεύτησεν, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Οὐαλεντινιανοῦ τὸ τρίτον, τῇ εἰκάδι τετάρτῃ τοῦ Ἰουνίου μηνός: καὶ καθίσταται εἰς τὸν τόπον αὐτοῦ Σαββάτιος: περὶ μὲν δὴ τούτων τοσαῦτα εἰρήσθω.

Οἷα πεπόνθασιν ὑπὸ Νεστορίου Μακεδονιανοί.

Νεστόριος μέντοι παρὰ τὸ εἰωθὸς τῇ ἐκκλησίᾳ πράττων καὶ [*]([*wal. mimei=sqai . . e)p) au)tou=.]) ἄλλως ἐν τοῖς τοιούτοις ἑαυτὸν μισεῖσθαι ἐποίει, ὡς τὰ ὑπ̓ αὐτοῦ γενόμενα δείκνυσιν. Ἐν Γέρμῃ γὰρ πόλει τοῦ Ἑλλησπόντου Ἀντώνιος ἐπίσκοπος ὢν, καὶ πειθόμενος τῇ Νεστορίου περὶ τοὺς αἱρετικοὺς ὁρμῇ, Μακεδονιανοὺς ἐλαύνειν ἐσπούδαζε, πρόσχημα ἀπολογίας τὴν τοῦ πατριάρχου πρόσταξιν λαμβάνων. Οἱ οὖν Μακεδονιανοὶ μέχρι μέν τινος τὸν σκυλμὸν ὑπέμενον: ἐπεὶ δὲ αὐτοὺς ὁ Ἀντώνιος σφοδρότερον ἔσκυλλε, μηκέτι φέροντες τὸ ἄχθος εἰς χαλεπὴν ἀπόνοιαν τρέπονται: ὑποπέμψαντές τε ἄνδρας ἐν δευτέρῳ τὸ ἀγαθὸν τοῦ ἡδέος τιθεμένους ἀναιροῦσιν αὐτόν. Τοῦτο τὸ μῦσος τῶν Μακεδονιανῶν ἐργασαμένων, ὁ Νεστόριος ὑπόθεσιν τῆς ἰδίας ὁρμῆς ἔλαβε τὰ γενόμενα: πείθει τε τοὺς κρατοῦντας τὰς ἐκκλησίας αὐτῶν ἀφελέσθαι. Ἀφῃρέθησαν οὖν ἥ τε ἐν Κωνσταντινουπόλει πρὸ τοῦ παλαιοῦ τείχους τῆς πόλεως, καὶ ἡ ἐν Κυζίκῳ, καὶ ἄλλαι πολλαὶ ὧν ἔσχον ἐν τοῖς ἐν Ἑλλησπόντῳ ἀγροῖς: τινὲς δὲ αὐτῶν προσεχώρησαν τῇ ἐκκλησίᾳ, τοῦ ὁμοουσίου τῇ πίστει συνθέμενοι. Ἀλλὰ φιλοίνοις, ὡς φησὶν ἡ παροιμία, οἶνος οὐ λείπει, οὐδὲ φιλονείκῳ μάχη: καὶ Νεστορίῳ τοίνυν φιλονεικοῦντι ἐξελαύνειν ἄλλους, αὐτὸν ἐξελαθῆναι τῆς ἐκκλησίας συνέπεσεν ἐξ αἰτίας τοιαύτης.

315

Περὶ Ἀναστασίου πρεσβυτέρου, δἰ οὗ καὶ Νεστόριος εἰς τὸ δυσσεβεῖν κατηνέχθη.

Συνῆν αὐτῷ Ἀναστάσιος πρεσβύτερος, ἅμα αὐτῷ ἐκ τῆς Ἀντιοχείας σταλείς: τοῦτον διὰ τιμῆς εἶχε πολλῆς, καὶ ἐν τοῖς πράγμασι συμβούλῳ ἐχρῆτο. Καί ποτε ἐπ̓ ἐκκλησίας ὁ Ἀναστάσιος διδάσκων ἔφη, Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς: Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ Θεὸν τεχθῆναι ἀδύνατον. Τοῦτο ἀκουσθὲν πολλοὺς κληρικούς τε καὶ λαϊκοὺς ἐν ταὐτῷ πάντας ἐτάραξεν: ἦσαν γὰρ πάλαι διδαχθέντες θεολογεῖν τὸν Χριστὸν, καὶ μηδαμῶς αὐτὸν τῆς οἰκονομίας, ὡς ἄνθρωπον, χωρίζειν ἐκ τῆς θεότητος, πειθόμενοι τῇ τοῦ ἀποστόλου φωνῇ λεγούσῃ, Εἰ καὶ [*](2 Cor. v. 16.) ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν: καὶ, Διὸ ἀφέντες τὸν περὶ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. [*](Heb. vi. 1.) Ταραχῆς οὖν, ὡς ἔφην, ἐν τῇ ἐκκλησίᾳ γενομένης, ὁ Νεστόριος τὸν τοῦ Ἀναστασίου λόγον κυρώσασθαι σπεύδων,—οὐ γὰρ ἐξελέγχεσθαι ὡς βλάσφημον τὸν παῤ αὐτοῦ τιμώμενον ἤθελε, —συνεχῶς περὶ τούτου ἐπὶ τῆς ἐκκλησίας ἐδίδασκε, φιλονεικότερόν τε περὶ αὐτοῦ τὰς ζητήσεις ποιούμενος, καὶ πανταχοῦ τὴν λέξιν τοῦ Θεοτόκος ἐκβάλλων. Διὸ τῆς περὶ τούτου ζητήσεως παῤ ἄλλοις ἄλλως ἐκδεχθείσης, διαίρεσις ἐν τῇ ἐκκλησίᾳ ἐγένετο: καὶ ὥσπερ ἐν νυκτομαχίᾳ καθεστῶτες νῦν μὲν ταῦτα ἔλεγον, νῦν δὲ τὰ ἕτερα: συγκατετίθεντό τε ἐν ταὐτῷ καὶ ἠρνοῦντο. Νεστόριος δὲ δόξαν παρὰ τοῖς πολλοῖς εἶχεν, ὡς ψιλὸν ἄνθρωπον λέγων τὸν Κύριον, καὶ ὡς Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ τὸ δόγμα εἰς τὴν ἐκκλησίαν ἄγων. Ἀλλὰ περὶ μὲν τούτου τοσαύτη ἐκινήθη ζήτησις καὶ ταραχὴ, ὡς καὶ συνόδου οἰκουμενικῆς δεηθῆναι. Ἐγὼ δὲ ἐντυχὼν τοῖς παρὰ Νεστορίαυ λόγοις ἐκδοθεῖσιν ἀγνοοῦντα ἐφευρίσκω τὸν ἄνδρα: καὶ μετ̓ ἀληθείας ἐρῶ: οὐδὲ γὰρ οὔτε ἀπεχθανόμενος πρὸς αὐτὸν ὧν εἶχεν ἐλαττωμάτων ἐμνήσθην, οὔτε χαριζόμενός τισιν ἐλαττονοῦντα ὧν ἐφεῦρον ἐκθήσομαι. Οὔ μοι δοκεῖ ὁ Νεστόριος οὔτε τὸν Σαμοσατέα Παῦλον ζηλῶν οὔτε μὴν Φωτεινὸν, μηδ̓ ὅλως ψιλὸν ἄνθρωπον λέγειν τὸν Κύριον: ἀλλὰ τὴν λέξιν μόνην ὡς τὰ μορμολύκια πεφόβηται. Καὶ τοῦτο πέπονθεν ὑπὸ ἀμαθίας πολλῆς: φυσικῶς γὰρ εὔλαλος ὢν, πεπαιδεῦσθαι μὲν

316
ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν: καὶ τὰς τῶν παλαιῶν ἑρμηνέων βίβλους ἀπηξίου μανθάνειν: τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. Αὐτίκα γοῦν ἠγνόησεν, ὅτι ἐν τῇ καθολικῇ Ἰωάννου γέγραπτο ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, ὅτι [*]([ge/graptai.] 1 John iv. 3.) πᾶν πνεῦμα ὃ λύει τὸν Ἰησοῦν ἀπὸ τοῦ Θεοῦ οὐκ ἔστι. Ταύτην γὰρ τὴν διάνοιαν ἐκ τῶν παλαιῶν ἀντιγράφων περιεῖλον οἱ χωρίζειν ἀπὸ τοῦ τῆς οἰκονομίας ἀνθρώπου βουλόμενοι τὴν θεότητα. Διὸ καὶ οἱ παλαιοὶ ἑρμηνεῖς αὐτὸ τοῦτο ἐπεσημῄναντο, ὥς τινες εἶεν ῥᾳδιουργήσαντες τὴν ἐπιστολὴν, λύειν ἀπὸ τοῦ Θεοῦ τὸν ἄνθρωπον θέλοντες: συνανείληπται δὲ ἡ ἀνθρωπότης τῇ θεότητι: καὶ οὐκέτι εἰσὶ δύο, ἀλλὰ ἕν. Τοῦτο θαρροῦντες οἱ παλαιοὶ Θεοτόκον τὴν Μαρίαν λέγειν οὐκ ὤκνησαν: οὕτω γὰρ καὶ ὁ Παμφίλου Εὐσέβιος [*](Euseb. *wit. Con. iii. 43.) ἐν τῷ τρίτῳ λόγῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα φησί: Καὶ γὰρ καὶ γέννησιν ὑπομένειν ὁ μεθ̓ ἡμῶν Θεὸς δἰ ἡμᾶς ἠνέσχετο: καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως ὀνομαστὶ παῤ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο. Διὸ δὴ καὶ ἡ βασίλισσα Ἑλένη ἡ θεοφιλεστάτη τῆς Θεοτόκου τὴν κύησιν μνήμασι θαυμασίοις κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα. [*](Cp. Orig. Comm. in Rom. l. i. 5.) Καὶ Ὠριγένης δὲ ἐν τῷ πρώτῳ τόμῳ τῶν εἰς τὴν πρὸς Ῥωμαίους τοῦ ἀποστόλου ἐπιστολὴν ἑρμηνεύων πῶς Θεοτόκος λέγεται πλατέως ἐξήτασε. Φαίνεται τοίνυν ὁ Νεστόριος ἀγνοήσας τὰς πραγματείας τῶν παλαιῶν: διὸ καθὼς ἔφην, τὴν λέξιν μόνην περιΐσταται. Ἐπεὶ ὅτι ψιλὸν οὐ λέγει ἄνθρωπον τὸν Χριστὸν, ὡς Φωτεινὸς ἢ Παῦλος ὁ Σαμοσατεὺς, καὶ αἱ ἐκδοθεῖσαι αὐτοῦ προσομιλίαι διδάσκουσιν: ὡς οὐδαμοῦ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν ἀναιρεῖ, ἀλλὰ πανταχοῦ ἐνυπόστατον αὐτὸν ὁμολογεῖ καὶ ἐνούσιον. Οὐ μὴν ὡς Φωτεινὸς καὶ ὁ Σαμοσατεὺς ἀναιρεῖ αὐτοῦ τὴν ὕπαρξιν: τοῦτο γὰρ καὶ Μανιχαῖοι καὶ οἱ ἀπὸ Μοντανοῦ δογματίζειν ἐτόλμησαν. Οὕτω μὲν οὖν τὸν Νεστόριον φρονοῦντα εὑρίσκω ἐγὼ, ἔκ τε ὧν ἀνέγνων αὐτοῦ λόγων, καὶ ἀφ̓ οὗ οἱ ἐρασταὶ αὐτοῦ λέγουσιν. Οὐ μικρὰν μέντοι ταραχὴν τῇ οἰκουμένῃ ἡ ψυχρολογία Νεστορίου ἐκίνησεν.
317

Περὶ τοῦ γενομένου μύσους ἐν τῷ θυσιαστηρίῳ τῆς μεγάλης ἐκκλησίας ὑπὸ τῶν φυγάδων δούλων.

Καὶ τούτων γενομένων, ἐπισυνέβη μυσαρόν τι πρᾶγμα κατὰ τὴν ἐκκλησίαν γενέσθαι. Οἰκέται γὰρ ἑνὸς τῶν μεγάλα δυναμένων, βάρβαροι ὄντες τὸ γένος, ἀπηνοῦς τοῦ δεσπότου πειρώμενοι, τῇ ἐκκλησίᾳ προσφεύγουσι: καὶ ξιφηροῦντες εἰς τὸ θυσιαστήριον εἰσεπήδησαν: παρακαλούμενοί τε ἐξελθεῖν οὐδενὶ τρόπῳ ἐπείθοντο, ἀλλ̓ ἐμποδὼν ταῖς ἱεραῖς λειτουργίαις ἐγίνοντο. Ἐπί τε ἡμέρας πολλὰς τὰ ξίφη γυμνὰ κατέχοντες, ἕτοιμοι πρὸς τὸ ἀμύνασθαι πάντα τὸν προσιόντα ἐγίνοντο: καὶ δὴ ἕνα τῶν κληρικῶν ἀποσφάξαντες, καὶ ἄλλον τραυματίαν ποιήσαντες, τέλος ἐπικατέσφαξαν ἑαυτούς. Καί τις τῶν παρόντων οὐ καλὸν ἔλεγε σημαίνειν τὸν μολυσμὸν τοῦ ναοῦ, ἐπιλέγων ἀρχαίου τινὸς ποιητοῦ δύο ἰάμβους: Σημεῖα γὰρ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, Ὅταν ἐν ναοῖς ἐγκατασκήψῃ μῦσος. Καὶ τῆς δόξης ὁ εἰπὼν οὐ διήμαρτεν: τὴν διαίρεσιν γὰρ, ὡς ἔοικεν, ἐσήμαινε τοῦ λαοῦ, καὶ καθαίρεσιν τοῦ αἰτίου τῆς διαιρέσεως.

Περὶ τῆς ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου συναθροισθείσης συνόδου.

Οὐ πολὺς γὰρ ἐν μέσῳ χρόνος, καὶ τοὺς πανταχόθεν ἐπισκόπους πρόσταγμα τοῦ βασιλέως εἰς τὴν Ἐφεσίων συνιέναι ἐκέλευσεν. Εὐθὺς οὖν μετὰ τὴν τοῦ Πάσχα ἑορτὴν ὁ Νεστόριος σὺν πολλῇ δυνάμει ὄχλων παρῆν εἰς τὴν Ἔφεσον, εὑρίσκεί τε πολλοὺς τῶν ἐπισκόπων συνεληλυθότας ἐκεῖ. Ὁ δὲ τῆς Ἀλεξανδρείας Κύριλλος μικρὸν ὑστερήσας, περὶ τὴν Πεντηκοστὴν ἀπήντησεν: πέμπτῃ δὲ μετὰ τὴν Πεντηκοστὴν ἡμέρᾳ καὶ Ἰουβενάλιος ὁ τῆς Ἱεροσολύμων ἐπέστη: Ἰωάννου δὲ τοῦ Ἀντιοχείας βραδύναντος, οἱ παρόντες ἀνεκίνουν τὸ ζήτημα. Καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρείας ἀκροβολισμούς τινας ἐποιεῖτο τῶν λόγων, Νεστόριον ταράττειν βουλόμενος: καὶ γὰρ ἀπεχθῶς εἶχε πρὸς αὐτόν. Καὶ δὴ πολλῶν θεολογούντων τὸν Ἰησοῦν, Ἐγὼ, ἔφη Νεστόριος, τὸν γενόμενον

318
διμηνιαῖον καὶ τριμηνιαῖον οὐκ ἂν Θεὸν ὀνομάσαιμι: καὶ διὰ τοῦτο καθαρὸς εἰμὶ ἀπὸ τοῦ αἵματος ὑμῶν, καὶ ἀπὸ τοῦ νῦν πρὸς ὑμᾶς οὐκ ἐλεύσομαι: καὶ ταῦτα εἰπὼν, μετὰ τῶν λοιπῶν ἐπισκόπων ἠθροίζετο, οἳ τῇ αὐτοῦ ἠκολούθουν γνώμῃ. Διῃροῦντο οὖν οἱ παρόντες εἰς δύο τμήματα: οἱ οὖν περὶ Κύριλλον συνέδριον ποιησάμενοι, ἐκάλεσαν τὸν Νεστόριον: ὁ δὲ οὐχ ὑπήκουσεν, εἰς τὴν παρουσίαν Ἰωάννου τοῦ Ἀντιοχέως ὑπερτιθέμενος. Οἱ δὲ περὶ Κύριλλον τὰς προσομιλίας Νεστορίου, ἃς περὶ τοῦ ζητήματος εἰρήκει, πολλάκις ὑπαναγνόντες, ἐξ αὐτῶν τε κρίναντες εὐτόνως βλασφημήσαντα εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καθεῖλον αὐτόν. Τούτου γενομένου, οἱ περὶ Νεστόριον ἕτερον καθ̓ ἑαυτοὺς συνέδριον ποιησάμενοι, καθαιροῦσι Κύριλλον, καὶ σὺν αὐτῷ Μέμνονα τὸν τῆς Ἐφέσου ἐπίσκοπον. Οὐκ εἰς μακρὰν δὲ καὶ μετὰ ταῦτα ἐπέστη Ἰωάννης ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος: καὶ γνοὺς τὰ γενόμενα, ἀπήχθετο πρὸς Κύριλλον, [*]([tw=|.]) ὡς αἴτιον τῆς γεγενημένης ταραχῆς, τὸ θερμῶς ποιῆσαι τὴν Νεστορίου καθαίρεσιν: Κύριλλος δὲ ἅμα καὶ Ἰουβεναλίῳ ἀμυνόμενος τὸν Ἰωάννην, καθαιρεῖ καὶ αὐτόν. Τούτων δὴ τότε οὕτω συμπεφυρμένων, γνοὺς ὁ Νεστόριος εἰς κοινωνίαν προβᾶσαν τὴν φιλονεικίαν, ἐκ μεταμελείας Θεοτόκον τὴν Μαρίαν ἐκάλει, λέγων, Λεγέσθω, φησὶ, καὶ Θεοτόκος ἡ Μαρία, καὶ παυσάσθω τὰ λυπηρά. Ἀλλ̓ οὐδεὶς αὐτὸν ἐκ μετανοίας ταῦτα λέγοντα προσεδέξατο: διὸ καὶ ἄχρι νῦν καθῃρημένος εἰς ἐξορίαν πεμφθεὶς εἰς τὴν Ὄασιν κατοικεῖ. Ἡ μὲν οὖν τότε γενομένη σύνοδος τοιοῦτον [*](A.D. 431.) ἔσχε τὸ τέλος: καὶ πέπρακται μὲν ταῦτα ἐν ὑπατείᾳ Βάσσου καὶ Ἀντιόχου, τῇ εἰκάδι ὀγδόῃ τοῦ Ἰουνίου μηνός. Ἰωάννης δὲ καταλαβὼν τὴν Ἀντιόχειαν, καὶ πολλοὺς συναγαγὼν ἐπισκόπους, καθαιρεῖ Κύριλλον ἤδη κατειληφότα τὴν Ἀλεξάνδρειαν: μικρόν τε ὕστερον λύσαντες τὴν ἔχθραν, συνέβησάν τε εἰς φιλίαν καὶ ἀλλήλοις τοὺς θρόνους ἀπέδοσαν. Μετὰ δὲ τὴν Νεστορίου καθαίρεσιν δεινὴ ἐν τῇ Κωνσταντινουπόλει ταραχὴ κατὰ τὰς ἐκκλησίας ἐγένετο: διῃρέθη γὰρ ὁ λαὸς διὰ τὴν, ὡς φθάσας εἶπον, ψυχρολογίαν αὐτοῦ. Κοινῇ μέντοι ψήφῳ πάντες οἱ κληρικοὶ αὐτὸν ἀνεθεμάτισαν: οὕτω γὰρ οἱ Χριστιανοὶ καλεῖν εἰώθαμεν τὴν κατὰ τοῦ βλασφήμου ψῆφον, ὅταν αὐτὴν ὥσπερ ἐν στήλῃ ἀναστήσαντες φανερὰν τοῖς ἅπασι καταστήσωμεν.
319

Ὡς μετὰ τὴν καθαίρεσιν Νεστορίου, τὸν Πρόκλον τινῶν βουλομένων ἐνθρονίσαι, προχειρίζονταί τινες τῶν ἐπισκόπων Μαξιμιανὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον.

Πάλιν περὶ ἐπιλογῆς ἐπισκόπων ζήτησις ἦν: καὶ πολλοὶ μὲν Φίλιππον, οὗ καὶ ἤδη ἐπεμνήσθημεν, πλείους δὲ τὸν Πρόκλον ἐπελέγοντο. Καὶ ἐκράτησεν ἂν ἡ Πρόκλου γνώμη, εἰ μή τινες τῶν μεγάλα δυναμένων ἐκώλυσαν, φήσαντες κανόνα ἐκκλησιαστικὸν κωλύειν τὸν ὀνομασθέντα τινὸς πόλεως ἐπίσκοπον εἰς ἑτέραν μεταφέρεσθαι πόλιν: τοῦτο λεχθὲν καὶ πιστευθὲν τὸν λαὸν ἡσυχάζειν ἠνάγκαζεν. Τετραμηνιαίου δὲ διαδραμόντος χρόνου μετὰ τὴν Νεστορίου καθαίρεσιν, προχειρίζεται πρὸς τὴν ἐπισκοπὴν Μαξιμιανὸς ὄνομα, ἀνὴρ ἀσκητικὸς μὲν τὸν βίον, ἐν τοῖς πρεσβυτέροις δὲ καὶ αὐτὸς ἐτέτακτο. Οὗτος ὑπόληψιν εὐλαβείας πάλαι ἐκέκτητο, διότι οἰκείοις ἀναλώμασι κατεσκευάκει μνήματα, ὥστε ἐν αὐτοῖς τοὺς εὐλαβεῖς τελευτῶντας κηδεύεσθαι: ἦν δὲ καὶ ἰδιώτης τῷ λόγῳ, [*](2 Cor. xi. 6.) καὶ ἀπραγμονέστερον ζῆν προαιρούμενος.

Παραδείγματα δἰ ὧν, ὡς δοκεῖ, κατασκευάζει ὁ συγγραφεὺς ἀκώλυτον εἶναι τὴν ἀπὸ θρόνου εἰς θρόνον μετάθεσιν.

Ἐπειδὴ δέ τινες ἐπιφημίσαντες ἐκκλησιαστικὸν κανόνα ἐκώλυσαν τὸν Πρόκλον ἐνθρονισθῆναι, ἤδη τῆς Κυζίκου ὀνομασθέντα ἐπίσκοπον, βούλομαι περὶ τούτου βραχέα εἰπεῖν. Οὔ μοι δοκοῦσιν ἀληθεῦσαι οἱ τότε ταῦτα λέγειν ἐπιχειρήσαντες, ἀλλ̓ ἢ κατασκευάσασθαι φθόνῳ τῷ πρὸς τὸν Πρόκλον, ἢ ἀγνοεῖν καὶ τοὺς κανόνας καὶ τὰ πολλάκις χρειωδῶς ἐν ταῖς ἐκκλησίαις γενόμενα. Εὐσέβιος γοῦν ὁ Παμφίλου ἐν τῇ ἕκτῃ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας [*](Euseb. H. E. vi. 11.) Ἀλέξανδρον μιᾶς τῶν ἐκ Καππαδοκίας πόλεων ἐπίσκοπον ὄντα, εὐχῆς ἕνεκα ἐπὶ τὰ Ἱεροσόλυμα παραγενόμενον, κατασχεθῆναι ὑπὸ τῶν Ἱεροσολυμιτῶν φησὶ, καὶ εἰς τόπον Ναρκίσσου τοῦ ἐπισκόπου ἐνθρονισθῆναι, καὶ τοῦ λοιποῦ τῆς ἐκεῖ ἐκκλησίας διὰ βίου προστῆναι. Οὕτω μὲν οὖν παρὰ τοῖς παλαιοτέροις ἡμῶν ἀδιάφορον ἦν ἀπὸ πόλεως εἰς πόλιν μετάγειν ἐπίσκοπον, ὁσάκις χρεία ἐκάλει. Εἰ δὲ δεῖ καὶ τὸν περὶ τούτου κανόνα τῇδε συζεῦξαι

320
τῇ συγγραφῇ, δειχθήσεται ὅπως αὐτοῦ κατεψεύσαντο οἱ τὸν Πρόκλον ἐνθρονισθῆναι κωλύσαντες. Ἔστι δὲ ὁ κανὼν οὗτος: [*](C. of Antioch, can. 18.) Εἴ τις ἐπίσκοπος χειροτονηθεὶς εἰς παροικίαν μὴ ἀπέλθοι εἰς ἣν ἐχειροτονήθη, οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν, ἀλλ̓ ἤτοι παρὰ τὴν τοῦ λαοῦ παραίτησιν ἢ [*]([e)c au)tou=.]) δἰ ἑτέραν αἰτίαν, οὐκ ἐξ ἀνάγκης γενομένην, τοῦτον μετέχειν τῆς τιμῆς καὶ τῆς λειτουργίας, μόνον μηδὲν παρενοχλοῦντα τοῖς πράγμασι τῆς ἐκκλησίας, ἔνθα ἂν συνάγοιτο. Ἐκδέχεσθαι δὲ αὐτὸν ὅπερ ἂν ἡ τῆς ἐπαρχίας σύνοδος κρίνασα τὸ παριστάμενον ὁρίσῃ. Οὗτος μὲν οὖν ὁ κανών. Ὅτι δὲ πολλοὶ ἐπίσκοποι καὶ ἀπὸ ἑτέρων πόλεων εἰς ἄλλας μετηνέχθησαν διὰ τὰς κατὰ καιρὸν τῶν ἐκκλησιῶν χρείας, αὐτῶν τῶν μετενεχθέντων τὰ ὀνόματα παραθήσομαι. Περιγένης ἐν Πάτραις ἐχειροτονήθη ἐπίσκοπος: καὶ ἐπειδὴ οἱ τῆς προειρημένης πόλεως αὐτὸν οὐκ ἐδέχοντο, ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐκέλευσεν αὐτὸν ἐνθρονισθῆναι ἐν Κορίνθῳ τῇ μητροπόλει, τοῦ ἐκεῖ ἐπισκόπου τελευτήσαντος: καὶ τῆς ἐκεῖ ἐκκλησίας διὰ βίου προέστη. Γρηγόριος ὁ Ναζιανζηνὸς πρότερον Σασίμων μιᾶς τῶν ἐν Καππαδοκίᾳ πόλεων ἐπίσκοπος ἦν, εἶτα γέγονε Ναζιανζοῦ. Μελίτιος πρότερον τῆς ἐν Σεβαστείᾳ προέστη ἐκκλησίας, καὶ μετὰ ταῦτα τῆς ἐν Ἀντιοχείᾳ προέστη. Δοσίθεον τὸν Σελευκείας ἐπίσκοπον Ἀλέξανδρος ὁ Ἀντιοχείας ἐπίσκοπος εἰς Ταρσὸν τῆς Κιλικίας μετήγαγεν. Ὁ Ῥεβερέντιος ἀπὸ Ἀρκῶν τῆς Φοινίκης μετὰ ταῦτα μετηνέχθη εἰς Τύρον. Ἰωάννης ἀπὸ Γόρδου τῆς Λυδίας μετηνέχθη ἐν Προκονήσῳ, καὶ τῆς ἐκεῖ προέστη ἐκκλησίας. Παλλάδιος ἀπὸ Ἑλενουπόλεως μετηνέχθη εἰς Ἄσπουνα. Ἀλέξανδρος ἀπὸ Ἑλενουπόλεως μετηνέχθη εἰς Ἀδριανούς. Θεόφιλος ἀπὸ Ἀπαμείας τῆς ἐν Ἀσίᾳ μετηνέχθη εἰς Εὐδοξιούπολιν, τὴν τὸ παλαιὸν Σαλαμβρίαν καλουμένην. Πολύκαρπος ἀπὸ Σεξανταπρίστων τῆς Μυσίας μετηνέχθη εἰς Νικόπολιν τῆς Θρᾴκης. Ἱερόφιλος ἀπὸ Τραπεζουπόλεως τῆς Φρυγίας μετηνέχθη εἰς Πλωτινούπολιν τῆς Θρᾴκης. Ὄπτιμος ὁ ἀπὸ Ἀγδαμείας τῆς Φρυγίας μετηνέχθη εἰς Ἀντιόχειαν τῆς Πισιδίας. Σιλβανὸς ἀπὸ Φιλιππουπόλεως τῆς Θρᾴκης μετηνέχθη εἰς Τρωάδα. Καὶ τοσούτων μὲν ἐπὶ τοῦ παρόντος ἐκ τῶν οἰκείων πόλεων εἰς ἑτέρας μετατεθέντων αὐτάρκως ἐμνημονεύσαμεν. Περὶ δὲ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως τῆς Θρᾴκης μετενεχθέντος εἰς Τρωάδα, χρήσιμον βραχέα μνημονεῦσαι νομίζω.
321