Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῶν Μακρῶν καλουμένων μοναχῶν, καὶ ὅπως δἰ αὐτοὺς ἄσπονδον ἔχθραν ὁ Θεόφιλος πρὸς Ἰωάννην ἐσχηκὼς καθαιρῆσαι τοῦτον ἐσπούδαζεν.

Οὐκ εἰς μακρὰν δὲ οἱ ἀπὸ τῆς ἐρήμου μοναχοὶ ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχονται ἅμα Διοσκόρῳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς. Συνῆν δὲ αὐτοῖς καὶ Ἰσίδωρος, ὁ πάλαι Θεοφίλῳ τῷ ἐπισκόπῳ φιλαίτατος, τότε δὲ ἀπεχθέστατος γενόμενος δἰ αἰτίαν τοιάνδε. Πέτρος τις πρωτοπρεσβύτερος ἦν τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας: πρὸς τοῦτον ἀπεχθῶς ἐσχηκὼς ὁ Θεόφιλος τῆς ἐκκλησίας αὐτὸν ἐκβαλεῖν ἐπενόησε. Καὶ μέμψιν αὐτῷ κατήνεγκεν, ὡς εἴη τινὰ γυναῖκα Μανιχαῖαν τὴν θρησκείαν εἰς τὰ ἱερὰ μυστήρια προσδεξάμενος, μὴ πρότερον τῆς Μανιχαϊκῆς αἱρέσεως ἀποστήσας αὐτήν. Ἐπεὶ δὲ ὁ Πέτρος ἔλεγε καὶ μετατίθεσθαι τῆς θρησκείας τὴν γυναῖκα, καὶ μηδὲ παρὰ γνώμην Θεοφίλου δεδέχθαι αὐτὴν, ἠγανάκτει ὁ Θεόφιλος, ὡς συκοφαντούμενος: μὴ γὰρ εἰδέναι τὸ γεγονὸς ἔλεγεν: ὁ οὖν Πέτρος Ἰσίδωρον ἐκάλει μαρτυρῆσαι αὐτῷ, ὡς οὐκ ἠγνόει τὰ περὶ τῆς γυναικὸς ὁ ἐπίσκοπος. Ἐτύγχανε δὲ κατ̓ αὐτὸν τὸν καιρὸν ἐν τῇ βασιλευούσῃ Ῥώμῃ διάγων ὁ Ἰσίδωρος: ἐπέμπετο γὰρ παρὰ Θεοφίλου πρὸς Δάμασον τὸν Ῥώμης ἐπίσκοπον, ἐπὶ τῷ καταλλάξαι αὐτὸν πρὸς Φλαβιανὸν τὸν ἐπίσκοπον Ἀντιοχείας. Διεκρίνοντο γὰρ οἱ Μελετίῳ προσκείμενοι πρὸς [*](Cp. v. 15.) Φλαβιανὸν διὰ τὸν ὅρκον, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐπανελθὼν τοίνυν ἐκ τῆς Ῥώμης ὁ Ἰσίδωρος, καὶ πρὸς μαρτυρίαν παρὰ τοῦ Πέτρου κληθεὶς, ἔλεγεν ὡς εἴη δεχθεῖσα ἡ Μανιχαία κατὰ γνώμην τοῦ ἐπισκόπου: μεταδεδωκέναι τε αὐτῇ καὶ αὐτὸν τὰ

264
μυστήρια. Ἐξάπτεται οὖν πρὸς ὀργὴν ὁ Θεόφιλος, καὶ ἀμφοτέρους [*]([Om. pro\s o)rgh/n (2).]) πρὸς ὀργὴν ἀπήλασεν. Αὕτη πρόφασις γέγονε τοῦ καὶ Ἰσίδωρον ἅμα τοῖς περὶ Διόσκορον ἐλθεῖν ἐν τῇ Κωνσταντινουπόλει, ὅπως ἂν παρά τε τῷ βασιλεῖ καὶ τῷ ἐπισκόπῳ Ἰωάννῃ τὰ κατ̓ αὐτῶν ἐσκευωρημένα ἐξελεγχθήσηται. Μαθὼν δὲ ταῦτα ὁ Ἰωάννης ἐν τιμῇ μὲν ἦγε τοὺς ἄνδρας: καὶ τῶν εὐχῶν μετέχειν οὐκ ἐκώλυσε, κοινωνίαν δὲ τῶν μυστηρίων οὐκ ἔφη πρὸ διαγνώσεως μεταδώσειν αὐτοῖς. Ἐν τούτοις καθεστῶτος τοῦ πράγματος, ἥκει εἰς τὰς ἀκοὰς Θεοφίλου λόγος ψευδὴς, ὡς εἴη Ἰωάννης καὶ εἰς τὰ μυστήρια δεξάμενος αὐτοὺς καὶ ἕτοιμος πρὸς τὸ ἐπικουρῆσαι αὐτοῖς. Καὶ παντοῖος ἐγίνετο, ὅπως ἂν μὴ μόνον τοὺς περὶ Διόσκορον καὶ Ἰσίδωρον ἀμύνηται, ἀλλὰ γὰρ καὶ Ἰωάννην κατενέγκῃ τοῦ θρόνου. Διαπέμπεται οὖν κατὰ πόλεις πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς, κρύπτων μὲν τὸν ἑαυτοῦ σκοπὸν, μόνοις δὲ τοῖς Ὠριγένους [*](Cp. Ath. de Decr. Nic. 27.) βιβλίοις δῆθεν μεμφόμενος: οἶς πρὸ αὐτοῦ Ἀθανάσιος μάρτυσι τῆς οἰκείας πίστεως ἐν τοῖς κατὰ Ἀρειανῶν λόγους ἐχρήσατο πολλάκις.

Ὡς καὶ Ἐπιφάνιος ὁ Κύπρου ταῖς Θεοφίλου ἀπάταις συναπαχθεὶς, τῷ δοκεῖν κατὰ τῶν Ὠριγένους συγγραμμάτων ἐπισκόπων σύνοδον ἐν τῇ Κύπρῳ συναγαγὼν, Ἰωάννῃ διεμέμψατο, χρωμένῳ ταῖς βίβλοις Ὠριγένους.

Σπένδεται δὴ φιλίαν καὶ πρὸς Ἐπιφάνιον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, πρότερον διαφερόμενος πρὸς αὐτόν: ἐμέμφετο γὰρ Ἐπιφανίῳ Θεόφιλος ὡς μικρὰ φρονοῦντι περὶ Θεοῦ, ὅτι ἀνθρωπόμορφον αὐτὸν εἶναι ἐνόμιζεν. Οὕτως οὖν Θεόφιλος ἔχων περὶ Θεοῦ, καὶ μεμφόμενος τοῖς ἀνθρωπόμορφον τὸ Θεῖον νομίζουσι, διὰ τὴν πρὸς ἑτέρους ἀπέχθειαν ἠρνεῖτο μὲν ἐν τῷ φανερῷ ἃ ἐδόξαζεν: φιλοποιεῖται δὲ τότε τὸν Ἐπιφάνιον διαφερόμενος πρὸς αὐτὸν, ὡς ἐκ μετανοίας ὁμοφρονήσας κατὰ τὴν περὶ Θεοῦ δόξαν αὐτῷ. Καὶ παρασκευάζει σύνοδον ποιῆσαι τῶν ἐν Κύπρῳ ἐπισκόπων ἐπὶ τῷ διαβαλεῖν τὰ Ὠριγένους βιβλία. Ἐπιφάνιος δὲ δἰ ὑπερβάλλουσαν εὐλάβειαν ἁπλοϊκὸς ὣν τὸν τρόπον ταχέως ὑπήχθη ὑπὸ τῶν Θεοφίλου γραμμάτων. Καὶ καθίσας συνέδριον τῶν ἐν τῇ νήσῳ ἐπισκόπων ἀπαγορεύει μὲν τοῦ ἀναγινώσκειν τὰ Ὠριγένους βιβλία, διαπέμπεται δὲ καὶ γράμματα πρὸς Ἰωάννην,

265
παραινῶν ἀπέχεσθαι μὲν τῶν Ὠριγενείων ἀναγνωσμάτων, συνάγειν δὲ καὶ αὐτὸν συνέδριον, καὶ σύμψηφον κατὰ τοῦτο γίνεσθαι. Θεόφιλος τοίνυν τὸν ἐπ̓ εὐλαβείᾳ περιβόητον Ἐπιφάνιον συναρπάσας, καὶ γνοὺς προβάντα αὐτοῦ τὸν σκοπὸν, θαρρῶν καὶ αὐτὸς συνήγαγε πολλοὺς τῶν ἐπισκόπων. Καὶ παραπλησίαν τῷ Ἐπιφανίῳ κατὰ τῶν Ὠριγένους βιβλίων, τοῦ πρὸ διακοσίων καὶ [*]([*wal. om. kai/.]) περίπου ἐτῶν τελευτήσαντος, διαβολὴν ἐποιεῖτο: οὐ τοῦτον προηγουμένως ἔχων τὸν σκοπὸν, ἀλλὰ τοὺς περὶ Διόσκορον σπεύδων ἀμύνασθαι. Ἰωάννης δὲ μικρὰ φροντίσας τῶν μηνυθέντων αὐτῷ παρά τε Ἐπιφανίου καὶ αὐτοῦ Θεοφίλου, τῇ διδασκαλίᾳ τῶν ἐκκλησιῶν προσεῖχε τὸν νοῦν. Καὶ ἤνθει μὲν κατ̓ αὐτήν: τῆς δὲ κατ̓ αὐτοῦ γενομένης σκευωρίας οὐδένα λόγον ἐτίθετο. Ἐπεὶ δὲ Θεόφιλος καταφανὴς ἐγένετο τοῖς πολλοῖς σπουδάζων καθελεῖν τῆς ἐπισκοπῆς τὸν Ἰωάννην, τότε δὴ καὶ οἱ ἀπεχθῶς πρὸς Ἰωάννην ἔχοντες πρὸς τὴν κατ̓ αὐτοῦ σκευωρίαν ἀνεκινοῦντο. Καὶ πολλοὶ μὲν τοῦ κλήρου, πολλοὶ δὲ καὶ τῶν ἐν τέλει κατὰ τὰ βασίλεια μέγιστον ἰσχύοντες, καιρὸν εὑρηκέναι λογιζόμενοι καθ̓ ὃν Ἰωάννην ἀμύνωνται, μεγίστην ἐν τῇ Κωνσταντινουπόλει σύνοδον γενέσθαι παρεσκεύαζον, τοῦτο μὲν δἰ ἐπιστολῶν, τοῦτο δὲ καὶ ἀγράφως διαπεμπόμενοι.

Περὶ Σεβηριανοῦ καὶ Ἀντιόχου τῶν Σύρων, ὅπως Ἰωάννου ἀπέστησαν, καὶ διὰ τίνας αἰτίας.

Ηὔξησε δὲ τὸ κατὰ Ἰωάννου μῖσος καὶ ἕτερον ἐπισυμβὰν τοιόνδε: δύο ἐπίσκοποι κατ̓ αὐτὸν ἤνθησαν Σύροι ὄντες τὸ γένος, Σεβηριανὸς καὶ Ἀντίοχος. Σεβηριανὸς μὲν Γαβάλων, πόλις δὲ αὕτη τῆς Συρίας: Ἀντίοχος δὲ Πτολεμαΐδος τῆς ἐν Φοινίκῃ ἐκκλησίας προειστήκει. Ἄμφω μὲν οὖν διὰ λόγων ῥητορικῶν ἤχθησαν: Σεβηριανὸς δὲ δοκῶν πεπαιδεῦσθαι, οὐ πάνυ τῇ φωνῇ τὴν Ἑλληνικὴν ἐξετράνου γλῶσσαν: ἀλλὰ καὶ Ἑλληνιστὶ φθεγγόμενος Σύρος ἦν τὴν φωνήν. Ἀντίοχος μὲν οὖν πρότερον ἐκ τῆς Πτολεμαΐδος ἐπὶ τὴν Κωνσταντινούπολιν ἐλθὼν, κατὰ τὰς ἐκκλησίας ἐπὶ χρόνον τινὰ πεπονημένως διδάξας, καὶ πολλὰ ἐκ τούτων χρηματισάμενος, ἐπὶ τὴν ἑαυτοῦ ἀνέδραμε. Σεβηριανὸς δὲ πυθόμενος μετὰ ταῦτα πολλὰ τὸν Ἀντίοχον ἐκ τῆς Κωνσταντινουπόλεως

266
συλλέξαντα, ζηλοῦν καὶ αὐτὸς τοῦτο ἐσπούδασεν. Ἀσκηθείς τε οὖν καὶ συντάξας λόγους συχνοὺς καὶ αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ δεχθεὶς ἀσμένως ὑπὸ Ἰωάννου, μέχρι μέν τινος ὑπέτρεχε τὸν ἄνδρα καὶ ἐκολάκευε, καὶ αὐτὸς οὐδὲν ἦττον ἀγαπώμενος καὶ τιμώμενος ἤνθει τε κατὰ τὰς διδασκαλίας, καὶ πολλοῖς τῶν ἐν τέλει καὶ δὴ καὶ αὐτῷ βασιλεῖ γίνεται γνώριμος. Ἐπειδὴ δὲ ἐν τοσούτῳ συνέβη τῆς Ἐφέσου τελευτῆσαι τὸν ἐπίσκοπον, ἀνάγκη κατέλαβε τὸν Ἰωάννην εἰς τὴν Ἔφεσον ἀπελθεῖν ἐπὶ τῷ χειροτονῆσαι ἐπίσκοπον. Καὶ γενόμενος ἐν αὐτῇ, ἄλλον τε ἄλλων προβάλλεσθαι σπουδαζόντων, καὶ σφόδρα διαπληκτιζομένων πρὸς ἑαυτοὺς περὶ ὧν ἕκαστος ἐψηφίζετο, συνιδὼν ὁ Ἰωάννης ἀμφότερα τὰ μέρη φιλονείκως διακείμενα, καὶ ἐν οὐδενὶ πείθεσθαι τῇ παραινέσει αὐτοῦ θέλοντα, ἐσπούδασεν ἀκοπιαστὶ τὴν τούτων ἔριν λῦσαι. Αὐτὸς τοίνυν Ἡρακλείδην τινα διάκονον ἑαυτοῦ, γένει Κύπριον, εἰς τὴν ἐπισκοπὴν προεβάλετο: καὶ οὕτω ἀμφότερα τὰ μέρη παυσάμενα τῆς πρὸς σφᾶς φιλονεικίας ἡσύχασαν. Ἀνάγκη οὖν γέγονε χρονίζειν τὸν Ἰωάννην κατὰ τὴν Ἔφεσον: παρέλκοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν, ὁ Σεβηριανὸς ἐν τῇ Κωνσταντινουπόλει ἐρασμιώτερος τοῖς ἀκροαταῖς ἐγίνετο. Καὶ ταῦτα οὐκ ἐλάνθανε μὲν τὸν Ἰωάννην, ταχέως γὰρ αὐτῷ τὰ γινόμενα διηγγέλλετο: Σαραπίωνος δὲ, οὗ καὶ πρότερον ἐποιησάμην μνήμην, ὑποβάλλοντος, καὶ ταράττεσθαι λέγοντος ὑπὸ Σεβηριανοῦ τὴν ἐκκλησίαν, πρὸς ζηλοτυπίαν ὁ Ἰωάννης προήχθη. Ὁδοῦ οὖν πάρεργον πολλὰς ἐκκλησίας Ναυατιανῶν καὶ Τεσσαρεσκαιδεκατιτῶν ἀφελὼν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ αὐτὸς μὲν πάλιν τὴν προσήκουσαν κηδεμονίαν τῶν ἐκκλησιῶν ἐποιεῖτο: Σαραπίωνος δὲ τὴν ὀφρῦν καὶ τὴν ἀλαζονείαν οὐδεὶς ὑποφέρειν ἐδύνατο. Ἐπεὶ γὰρ πολλὴν τὴν παρρησίαν παρὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐκέκτητο, πέρα τοῦ καθήκοντος πᾶσι προσεφέρετο: διὸ καὶ τὸ κατὰ τοῦ ἐπισκόπου μῖσος πλέον ἐξήπτετο. Καί ποτε τοῦ Σεβηριανοῦ παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν οὐκ ἀπένειμεν, ἀλλὰ καθήμενος διετέλει, δεικνὺς μικρὰ φροντίζειν τῆς Σεβηριανοῦ παρουσίας. Ταύτην οὐκ ἤνεγκεν ὁ Σεβηριανὸς τὴν τοῦ Σαραπίωνος καταφρόνησιν: καὶ πρὸς τούτοις μέγα ἀνακέκραγεν εἰπὼν, Εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι, Χριστὸς οὐκ ἐνηνθρώπησε. Ταύτης τῆς ἀφορμῆς ὁ Σαραπίων δραξάμενος φανερῶς ἐχθρὸν τὸν Σεβηριανὸν
267
τῷ Ἰωάννῃ κατέστησεν, ἀποκρύψας μὲν τὸν προσδιορισμὸν τοῦ εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι: μόνον δὲ εἰρηκέναι εἰπὼν τὸν Σεβηριανὸν, ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησε: καὶ τοῦ στίφους ἑαυτοῦ μάρτυρας, ὡς ἐπὶ εἰρημένῳ τούτῳ, παρῆγε. Μὴ μελλήσας οὖν ὁ Ἰωάννης ἐξελαύνει αὐτὸν τῆς πόλεως: καὶ γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται μὲν τῷ Ἰωάννῃ, παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς αὐτὸν φιλίαν ἐξέκλινε, καὶ οὐδενὶ παραινοῦντι πειθήνιος ἦν: ὡς καὶ ἡ βασίλισσα Εὐδοξία ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τὸν υἱὸν Θεοδόσιον τὸν νῦν εὐτυχῶς βασιλεύοντα, κομιδῆ τότε νήπιον ὄντα, εἰς [*](Cp. vii. 22.) τὰ γόνατα τοῦ Ἰωάννου ἐμβαλοῦσα, καὶ ὅρκους κατ̓ αὐτοῦ πολλοὺς καθορκώσασα, μόλις τὴν πρὸς Σεβηριανὸν ἔπεισε φιλίαν ἀσπάσασθαι. Τοῦτον μὲν οὖν τὸν τρόπον οὗτοι κατὰ τὸ φανερὸν ἐφιλιώθησαν: ἔμενον δὲ οὐδὲν ἧττον τὴν γνώμην ὕπουλον πρὸς ἀλλήλους φυλάττοντες: ἡ μὲν οὖν ὑπόθεσις τῆς πρὸς Σεβηριανὸν λύπης, τοιαύτη τις ἦν.

Ὡς καὶ ἐν Κωνσταντινουπόλει εἰσελθὼν ὁ Ἐπιφάνιος συνάξεις καὶ χειροτονίας ἐπετέλει παρὰ γνώμην τοῦ Ἰωάννου, Θεοφίλῳ χαριζόμενος.

Μετ̓ οὐ πολὺ δὲ ἐκ τῆς Κύπρου ὁ ἐπίσκοπος Ἐπιφάνιος ἐπὶ τὴν Κωνσταντινούπολιν πάλιν ἔρχεται, ταῖς ὑποθήκαις Θεοφίλου πεισθείς: ἐπικομιζόμενος ἐν ταὐτῷ τὰ καθαιρετικὰ τῶν Ὠριγένους βιβλίων, δἰ ὧν οὐκ αὐτὸν Ὠριγένην ἀκοινώνητον εἶναι ἀπέφῃνεν, ἀλλὰ τὰ βιβλία μόνον διέβαλλεν. Προσορμίσας οὖν τῷ ἐπὶ Ἰωάννην μαρτυρίῳ, ʽἀπέχει δὲ τοῦτο ἑπτὰ σημεῖα τῆς πόλεωσ̓, καὶ ἐξελθὼν τῆς νεὼς, σύναξίν τε ἐπιτελέσας, καὶ διάκονον χειροτονήσας, αὖθις εἰς τὴν πόλιν εἰσέρχεται. Καὶ τὴν μὲν προτροπὴν Ἰωάννου ἐξέκλινε Θεοφίλῳ χαριζόμενος, ἐν ἰδιαζούσῃ δὲ καταλύει μονῇ: καὶ συγκαλῶν τοὺς ἐπιδημοῦντας τῶν ἐπισκόπων, τὰ καθαιρετικὰ τῶν βιβλίων Ὠριγένους ὑπανεγίνωσκεν: οὐκ ἔχων μέν τι λέγειν πρὸς αὐτὰ, δοκεῖν δὲ αὐτῷ καὶ Θεοφίλῳ ἐκβαλεῖν αὐτά. [*]([e)do/kei, *wal.]) Καί τινες μὲν αἰδούμενοι τὸν Ἐπιφάνιον προσυπέγραφον: πολλοὶ δὲ τοῦτο ποιεῖν ἐξετρέποντο: ὧν ἦν καὶ Θεότιμος ὁ ἐπίσκοπος

268
Σκυθίας, ὃς πρὸς τὸν Ἐπιφάνιον τοιάδε ἀπεκρίνατο: Ἐγὼ, ἔφη, ὦ Ἐπιφάνιε, οὔτε τὸν πάλαι καλῶς κεκοιμημένον καθυβρίζειν αἱροῦμαι: οὔτε βλάσφημον ἐπιχειρεῖν πρᾶγμα τολμῶ, ἐκβάλλων ἃ οἱ πρὸ ἡμῶν οὐκ ἠθέτησαν: ἄλλως τε, μήτε κακὴν εἶναι [*]([ei)dw/s: tau=ta ei)pw\n, prokomi/sas te, *wal.]) διδασκαλίαν ἐν τοῖς Ὠριγένους βιβλίοις εἰπών. Προκομίσας τε βιβλίον Ὠριγένους, ὑπανέγνω, καὶ ἐδείκνυεν τὰς ἐκκλησιαστικὰς ἐκθέσεις: καὶ μετὰ ταῦτα ἐπῆγε λέγων: Οἱ ταῦτα ὑβρίσαντες, εἰς τὰ περὶ ὧν οἱ λόγοι ἐξυβρίσαντες ἔλαθον ἑαυτούς. Ταῦτα μὲν ὁ ἐπ̓ εὐλαβείᾳ καὶ βίου ὀρθότητι περιβόητος Θεότιμος πρὸς Ἐπιφάνιον ἀπεκρίνατο.

Οἶα φησὶν ὁ συγγραφεὺς ὑπὲρ Ὠριγένους.

Ἐπειδὴ δὲ οἱ φιλολοίδοροι τοὺς πολλοὺς συνήρπασαν, ὡς βλασφήμῳ μὴ προσέχειν τῷ Ὠριγένει, μικρὰ διελθεῖν περὶ τούτων οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Οἱ εὐτελεῖς, καὶ ἀφ̓ ἑαυτῶν μὴ δυνάμενοι φαίνεσθαι, ἐκ τοῦ ψέγειν τοὺς ἑαυτῶν κρείττονας δείκνυσθαι βούλονται. Τοῦτο πέπονθε πρῶτος Μεθόδιος, τῆς ἐν Λυκίᾳ πόλεως λεγομένης Ὀλύμπου ἐπίσκοπος: εἶτα Εὐστάθιος, ὁ τῆς ἐν Ἀντιοχείᾳ πρὸς ὀλίγον ἐκκλησίας προστάς: καὶ μετὰ ταῦτα Ἀπολινάριος, καὶ τὸ τελευταῖον Θεόφιλος. Αὕτη τῶν κακολόγων τετρακτὺς, οὐ κατὰ ταὐτὸν ἐλθόντες, τὸν ἄνδρα διέβαλον: ἄλλος γὰρ δἰ ἄλλο ἐπὶ τὴν κατ̓ αὐτοῦ κατηγορίαν ἐχώρησαν, δεικνύντες [*]([e(/kastos;]) ἕκαστοι, ὡς ὃ μὴ διέβαλλον, τοῦτο πάντως ἐδέξαντο. Ἐπειδὴ γὰρ ἄλλος ἄλλου δόγματος ὁ καθ̓ εἷς ἐπελαμβάνοντο, δῆλον ὡς ἕκαστος ὃ μὴ ἔσκωπτεν, τοῦτο ὡς ἀληθὲς πάντως ἐδέχετο, τῷ ἀποσιωπᾷν ἐπαινῶν τοῦτο ὃ μὴ διέβαλε. Μεθόδιος μὲν οὖν πολλὰ καταδραμὼν τοῦ Ὠριγένους, ὕστερον ὡς ἐκ παλινῳδίας θαυμάζει τὸν ἄνδρα ἐν τῷ διαλόγῳ ᾧ ἐπέγραψε Ξενῶνα. Ἐγὼ δέ τι καὶ πλέον ἐκ τῆς ἐκείνων αἰτιάσεως εἰς σύστασιν Ὠριγένους φημί. Οἱ γὰρ κινήσαντες ὅσαπερ ᾤοντο μέμψεως ἄξια, δἰ ὧν ὡς κακῶς δοξάζοντα περὶ τῆς ἁγίας Τριάδος οὐδ̓ ὅλως ἐμέμψαντο, δείκνυνται περιφανῶς τὴν ὀρθὴν εὐσέβειαν μαρτυροῦντες αὐτῷ. Οὗτοι μὲν οὖν διὰ τοῦ μὴ μέμψασθαι μαρτυροῦσιν αὐτῷ: Ἀθανάσιος δὲ, ὁ τῆς ὁμοουσίου πίστεως ὑπερασπιστὴς, ἐν τοῖς κατὰ Ἀρειανῶν

269
λόγοις μεγάλῃ τῇ φωνῇ μάρτυρα τῆς οἰκείας πίστεως τὸν ἄνδρα καλεῖ, τοὺς ἐκείνου λόγους τοῖς ἰδίοις συνάπτων, καὶ λέγων: Ὁ [*](Cp. Ath. de Decr. Nic. 27.) θαυμαστὸς, φησὶ, καὶ φιλοπονώτατος Ὠριγένης, τάδε περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τῇ ἡμετέρᾳ δόξῃ μαρτυρεῖ, συναΐδιον αὐτὸν λέγων τῷ Πατρί. Ἔλαθον οὖν ἑαυτοὺς οἱ λοιδορήσαντες Ὠριγένην βλασφημήσαντες καὶ τὸν ἐπαινέτην αὐτοῦ Ἀθανάσιον. Περὶ [*](Cp. c. 9; vii. 16.) μὲν οὖν Ὠριγένους τοσαῦτα εἰρήσθω: ἑξῆς δὲ τῆς ἱστορίας ἐχώμεθα.

Ὡς Ἰωάννης προσκαλεσάμενος τὸν Ἐπιφάνιον μὴ ὑπακούσαντα ἀλλὰ μᾶλλον καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ παρασυνάγοντα, δηλοῖ αὐτῷ μεμφόμενος, ὡς παρὰ κανόνας πολλὰ πράττοντι. Ὅθεν ὁ Ἐπιφάνιος εὐλαβηθεὶς ἀνεχώρησε.

Ἰωάννης οὐκ ἠγανάκτησεν, ἐφ̓ οἶς παρὰ κανόνα ἐν τῇ αὐτοῦ [*]([*wal. *(o me\n *)iwa/nuhs.]) ἐκκλησίᾳ Ἐπιφάνιος χειροτονίαν πεποίητο, ἀλλὰ παρεκάλει ἐν τοῖς ἐπισκοπικοῖς οἴκοις συμμένειν αὐτῷ. Ὁ δὲ οὐκ ἔφη οὐδὲ συμμένειν αὐτῷ, οὐδὲ συνεύξεσθαι, ἐὰν μὴ τοὺς περὶ Διόσκορον ἐξελάσῃ τῆς πόλεως, αὐτὸς δὲ καθυπογράψῃ τοῖς καθαιρετικοῖς τῶν Ὠριγένους βιβλίων. Ἰωάννου δὲ ταῦτα ποιεῖν ὑπερτιθεμένου, καὶ λέγοντος μὴ δεῖν πρὸ καθολικῆς διαγνώσεως προπετές τι ποιεῖν, ἐπὶ ἑτέραν βουλὴν οἱ ἀπεχθῶς πρὸς Ἰωάννην ἔχοντες τὸν Ἐπιφάνιον ἄγουσι. Κατασκευάζουσι γὰρ μελλούσης ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων συνάξεως γίνεσθαι προελθεῖν τὸν Ἐπιφάνιον, καὶ ἐπὶ τοῦ λαοῦ παντὸς διαβαλεῖν μὲν τὰ Ὠριγένους βιβλία, ἀποκηρῦξαι δὲ τοὺς περὶ Διόσκορον, καὶ διασύραι Ἰωάννην, ὡς καὶ αὐτὸν ἐκείνοις τιθέμενον. Ταῦτα ἀνηγγέλη [*]([suntiqe/menon;]) τῷ Ἰωάννῃ: καὶ τῇ ἑξῆς τῷ Ἐπιφανίῳ τὴν ἐκκλησίαν ἤδη κατειληφότι δηλοῖ διὰ Σαραπίωνος τάδε: Παρὰ κανόνας πράττεις πολλὰ, ὦ Ἐπιφάνιε: πρῶτον μὲν χειροτονίαν ἐν ταῖς ὑπ̓ ἐμὲ ἐκκλησίαις ποιησάμενος: εἶθ̓ ὅτι μὴ προταγεὶς παῤ ἐμοῦ ἐν αὐταῖς ἐλειτούργησας, οἰκείᾳ αὐθεντίᾳ χρησάμενος: πάλιν τε αὐτόθι προτραπεὶς [*]([*wal. pa/lai.]) παρῃτήσω, καὶ νῦν αὖθις ἐπιτρέπεις σαυτῷ. Φύλαξαι οὖν, μὴ ταραχῆς ἐν τῷ λαῷ διαγενομένης, τὸν ἐκ ταύτης κίνδυνον ἀναδέξῃ καὶ αὐτός. Ταῦτα ἀκούσας ὁ Ἐπιφάνιος, εὐλαβηθεὶς ἀναχωρεῖ μὲν τῆς ἐκκλησίας: πολλὰ δὲ τῷ Ἰωάννῃ μεμφόμενος ἀπαίρειν ἐπὶ τὴν

270
Κύπρον ἐστέλλετο. Λέγουσι δέ τινες ὅτι ἀπαίρειν μέλλων τῷ Ἰωάννῃ ταῦτα ἐδήλωσεν: Ἐλπίζω σε μὴ ἀποθανεῖν ἐπίσκοπον. [*]([*wal. e)/lpize.]) Ὁ δὲ ἀντεδήλωσεν, Ἔλπιζε μὴ ἐπιβῆναι τῆς σαυτοῦ πατρίδος. Ταῦτα οὐκ ἔχω εἰπεῖν, εἰ ἀληθῆ ἔλεξαν οἱ ἐμοὶ ἀπαγγείλαντες: ἀμφότεροι δὲ ὅμως ταύτην ἔσχον τὴν ἔκβασιν. Οὔτε γὰρ Ἐπιφάνιος τῆς Κύπρου ἐπέβη, ἐν γὰρ τῷ πλοίῳ ἀπιὼν ἐτελεύτησεν: καὶ Ἰωάννης μικρὸν ὕστερον κατηνέχθη τοῦ θρόνου, ὡς προϊόντες δηλώσομεν.

Ὡς μετὰ τὸν ἀπόπλουν Ἐπιφανίου λόγον κατὰ γυναικῶν Ἰωάννης δημηγορήσας, καὶ διὰ τοῦτο, σπουδῇ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης, συνόδου γενομένης ἐν Χαλκηδόνι κατ̓ αὐτοῦ, τῆς ἐκκλησίας ἐξωθεῖται.

Ἀποπλεύσαντος γὰρ τοῦ Ἐπιφανίου, πυνθάνεται παρὰ τινῶν ὁ Ἰωάννης, ὡς ἡ βασίλισσα Εὐδοξία τὸν Ἐπιφάνιον ἐξώπλισε κατ̓ αὐτοῦ. Καὶ θερμὸς ὢν τὸ ἦθος καὶ περὶ τὸν λόγον ἕτοιμος, μὴ μελλήσας διέξεισι ψόγον κοινῶς κατὰ πασῶν γυναικῶν ἐπὶ τοῦ λαοῦ. Ἁρπάζει τὸ πλῆθος τὸν λόγον ὡς αἴνιγμα κατὰ τῆς βασιλίδος λεχθέν: καὶ ὁ λόγος ἐκληφθεὶς ὑπὸ τῶν κακουργούντων εἰς γνῶσιν ἄγεται τῶν κρατούντων. Γνοῦσα δὲ ἡ Αὐγοῦστα, πρὸς τὸν βασιλέα τὴν οἰκείαν ὕβριν ὠδύρατο, αὐτοῦ ὕβριν εἶναι λέγουσα τὴν ἑαυτῆς. Παρασκευάζει οὖν τὸν Θεόφιλον ταχεῖαν ποιεῖσθαι σύνοδον κατ̓ αὐτοῦ: συγκατασκευάζει δὲ ταῦτα καὶ Σεβηριανός: ἔτι γὰρ τὴν λύπην ἐφύλαττεν. Οὐ πολὺς οὖν ἐν μέσῳ χρόνος, καὶ παρῆν Θεόφιλος πολλοὺς ἐκ διαφόρων πόλεων ἐπισκόπους κινήσας: τοῦτο δὲ καὶ τοῦ βασιλέως ἐκέλευε πρόσταγμα. Μάλιστα δὲ συνέρρεον, ὅσοι πρὸς Ἰωάννην ἄλλος δἰ ἄλλην αἰτίαν λελύπηντο: παρῆσαν δὲ καὶ ὅσους τῆς ἐπισκοπῆς ἀπεκίνησε. Πολλοὺς γὰρ ὁ Ἰωάννης καθῃρήκει τῶν ἐν Ἀσίᾳ ἐπισκόπων, ὅτε διὰ τὴν Ἡρακλείδου χειροτονίαν ἀπεληλύθει ἐπὶ τὴν Ἔφεσον. Πάντες οὖν συμφωνήσαντες εἰς τὴν Χαλκηδόνα τῆς Βιθυνίας συνήρχοντο: τότε δὲ ἦν ἐπίσκοπος τῆς Χαλκηδόνος Κυρῖνος ὄνομα, γένει Αἰγύπτιος: ὅστις πολλὰ πρὸς τοὺς ἐπισκόπους ἔλεγε, τὸν ἀσεβῆ, τὸν ἀλαζόνα, τὸν ἀγόνατον ἀποκαλῶν: ἥδοντο μὲν οὖν ἐπὶ τοῖς λεγομένοις οἱ ἐπίσκοποι. Μαρουθᾶς δὲ Μεσοποταμίας ἐπίσκοπος ἄκων τὸν πόδα τοῦ Κυρίνου ἐπάτησεν: ὁ δὲ ὀδυνηρῶς ἐκ τούτου

271
διατεθεὶς συνδιαβῆναι τοῖς ἐπισκόποις ἐπὶ τὴν Κωνσταντινούπολιν οὐ δεδύνηται: ἀλλὰ μένει μὲν αὐτὸς ἐν τῇ Χαλκηδόνι: οἱ δὲ ἄλλοι διεπεραιώθησαν. Θεοφίλῳ δὲ οὐδενὸς τῶν τῆς ἐκκλησίας ἀπαντησάντων, οὐδὲ τιμὴν τὴν εἰωθυῖαν παρεσχηκότων, φανερὸς γὰρ ἐχθρὸς ἐγινώσκετο, τῶν Ἀλεξανδρείων τὸ ναυτικὸν,—ἔτυχε γὰρ τότε παρεῖναι τὰ σιτηγοῦντα τῶν πλοίων,—ἀπαντήσαντα σὺν εὐφημίᾳ ἐδέξαντο. Ὁ δὲ παρῃτεῖτο μὲν ἐπὶ τὸν εὐκτήριον οἶκον εἰσελθεῖν: ἐν μιᾷ δὲ τῶν βασιλίδων οἰκίᾳ καταλύει, ᾗ προσωνυμία Πλακιδιαναί. Τότε ἐντεῦθεν ἀνεκινοῦντο κατὰ Ἰωάννου κατηγορίαι πολλαί: καὶ οὐκέτι μὲν τῶν Ὠριγένους βιβλίων μνεία τις ἦν: ἐπὶ ἑτέρας δὲ ἀτόπους κατηγορίας ἐτρέποντο. Τούτων δὲ οὕτω προκατεσκευασμένων, συνελθόντες οἱ ἐπίσκοποι ἐν προαστείῳ Χαλκηδόνος ᾧ ἐπώνυμον Δρῦς, καλοῦσιν εὐθὺς τὸν Ἰωάννην ἀπολογησόμενον περὶ ὧν κατηγορεῖτο. Ἐκέλευον δὲ παρεῖναι ἅμα αὐτῷ Σαραπίωνα, καὶ Τίγριν εὐνοῦχον πρεσβύτερον, καὶ Παῦλον ἀναγνώστην: καὶ γὰρ οὗτοι συγκατηγοροῦντο αὐτῷ. Ἐπεὶ δὲ ὁ Ἰωάννης τοὺς καλοῦντας ὡς ἐχθροὺς παρεγράφετο, οἰκουμενικὴν δὲ ἐπεκαλεῖτο σύνοδον, μὴ μελλήσαντες, τετράκις αὐτὸν ἐκάλεσαν. Τοῦ δὲ μὴ βουληθέντος ἀπαντῆσαι, ἀλλὰ τὰ αὐτὰ λέγοντος, κατεψηφίσαντο καὶ καθεῖλον αὐτὸν, ἄλλο μὲν οὐδὲν αἰτιασάμενοι, μόνον δὲ ὅτι καλούμενος οὐχ ὑπήκουσε. Τοῦτο ἀπαγγελθὲν περὶ ἑσπέραν πρὸς μεγίστην στάσιν ἐξῆπτε τὸ πλῆθος. Καὶ διανυκτερεύοντες οὐ συνεχώρουν ἀφέλκεσθαι τῆς ἐκκλησίας αὐτόν: ἀλλ̓ ἐβόων δεῖν κρίνεσθαι τὰ κατ αὐτὸν ἐπὶ μείζονος συνεδρίου.’ Τοῦ βασιλέως δὲ ἐκέλευε πρόσταγμα, ᾗ τάχος ἐξωθεῖσθαι αὐτὸν, καὶ ἐπ̓ ἐξορίαν ἀπάγεσθαι. Τοῦτο γνοὺς ὁ Ἰωάννης τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν καθαίρεσιν περὶ τὸ μεσημβρινὸν ἑαυτὸν ἐξέδωκε, λαθὼν τὸ πλῆθος: ἐφυλάττετο γὰρ μή τις ταραχὴ γένηται δἰ αὐτόν: καὶ ὁ μὲν ἀπήγετο.

Ὡς τοῦ λαοῦ στασιάσαντος διὰ τὴν ἀπαγωγὴν Ἰωάννου, Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος ἀποσταλεὶς πάλιν αὐτὸν ἐπανήγαγεν ἐν Κωνσταντινουπόλει.

Ὁ δὲ λαὸς ἀφόρητα ἐστασίαζεν. Οἷα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἀπεχθῶς πρὸς αὐτὸν ἐχόντων ἐπὶ οἶκτον

272
μετεβάλλοντο, καὶ συκοφαντεῖσθαι ἔλεγον, ὃν μικρῷ ἔμπροσθεν καθῃρημένον ἐπεθύμουν θεάσασθαι. Πλείους οὖν καὶ διὰ τοῦτο ἐγίνοντο οἱ καταβοῶντες καὶ τοῦ βασιλέως καὶ τῆς συνόδου τῶν ἐπισκόπων. Μάλιστα δὲ Θεοφίλῳ τῆς σκευωρίας τὴν αἰτίαν ἐτίθεσαν: οὐ γὰρ ἔτι λανθάνειν ἐπὶ τοῖς σκευωρημένοις ἐδύνατο: ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων τεκμηρίων, μάλιστα δὲ ὅτι τοῖς περὶ Διόσκορον τοῖς ἐπιλεγομένοις Μακροῖς εὐθὺς μετὰ τὴν Ἰωάννου καθαίρεσιν ἐκοινώνησε. Τότε δὴ καὶ Σεβηριανὸς ἐπὶ τῆς ἐκκλησίας διδάσκων εὐκαίρως ἔδοξε διασύρειν τὸν Ἰωάννην, φήσας, ‘Εἰ καὶ διὰ μηδὲν ἄλλο κατέγνωστο Ἰωάννης, ἀλλ̓ οὖν γε ἱκανὸν ἔγκλημα πρὸς καθαίρεσιν τὸ ἀλαζονικὸν ἦθος αὐτοῦ: πάντα μὲν γὰρ τὰ ἁμαρτήματα συγχωρεῖται τοῖς ἀνθρώποις, [*](1 Pet. v. 5.) ὑπερηφάνοις δὲ ὁ Θεὸς ἀντιτάσσεται, ὡς διδάσκουσιν αἱ θεῖαι γραφαί.ʼ Ταῦτα λεχθέντα φιλονεικότερον ἐποίει τὸ πλῆθος: διὸ τὴν ἀνάκλησιν ταχεῖαν ὁ βασιλεὺς ἐποίησε γενέσθαι. Πεμφθεὶς οὖν Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος καταλαμβάνει αὐτὸν ἐν Πρενέτῳ,—ἐμπόριον δὲ τοῦτο καταντικρὺ τῆς Νικομηδείας κείμενον, —καὶ ἀναστρέφει αὐτὸν ἐπὶ τὴν Κωνσταντινούπολιν. Ἐπεὶ δὲ ἀνακληθεὶς Ἰωάννης οὐ πρότερον εἰς τὴν πόλιν εἰσελθεῖν προῃρεῖτο, ἢ ἐν μείζονι δικαστηρίῳ ἀθῳωθῆναι, ἐν προαστείῳ ὃ καλεῖται Μαριαναὶ τέως ἐπέμενε. Παρέλκοντος δὲ αὐτοῦ, καὶ μὴ βουλομένου εἰς τὴν πόλιν ἐπανελθεῖν, ἠγανάκτει τὸ πλῆθος, καὶ ᾗ τάχος βλάσφημα κατὰ τῶν κρατούντων ἠφίεσαν ῥήματα: διὸ καὶ ἀνάγκην ἐπέθηκαν τῇ ἐπανόδῳ αὐτοῦ. Ἀπαντῆσαν οὖν τὸ πλῆθος σὺν πολλῇ σεβασμίῳ τιμῇ ἐπὶ τὴν ἐκκλησίαν εὐθὺς ἄγουσι: καὶ παρεκάλουν, ἔν τε τῷ ἐπισκοπικῷ θρόνῳ καθέζεσθαι, καὶ συνήθως τῷ λαῷ τὴν εἰρήνην ἐπεύξασθαι. Τοῦ δὲ παραιτουμένου, καὶ λέγοντος ὅτι τοῦτο δεῖ κρίσει γενέσθαι, καὶ δεῖν τοὺς καταψηφισαμένους πάλιν ἀποψηφίσασθαι, ἐξεκαίετο τὸ πλῆθος, ἰδεῖν αὐτὸν καθήμενον ἐν τῷ θρόνῳ ποθοῦντες, καὶ πάλιν αὐτοῦ διδάσκοντος ἀκροᾶσθαι. Ἐξίσχυσεν ὁ λαὸς ταῦτα κατεργάσασθαι: καὶ καθίσας ὁ Ἰωάννης εἰς τὸν ἐπισκοπικὸν θρόνον συνήθως μὲν τὴν εἰρήνην τῷ λαῷ ἐπηύξατο: προσαναγκασθεὶς δὲ, καὶ ἐδίδαξε. Τοῦτο πραχθὲν τοῖς ἀπεχθῶς ἔχουσι πρὸς αὐτὸν ἑτέρας σκευωρίας παρέσχεν ὑπόθεσιν: ἀλλὰ περὶ τούτου μὲν τέως ἡσύχαζον.
273

Ὡς δ̔??ʼὰ τὸ βὁ??ʼλεσθτα Θεόφιλ̔??ʼν τὰ ʽ??ʼθ̓ Ἡῥ??ʼκλείδὁ??ʼ ἀπ̔??ʼντος ἐξετάζεσθαι, τοῦ Ἱ̓??ʼννὁ??ʼ ἀντιλέγ̔??ʼντ̔??ʼς, συμπληγάδος γενομέν̔??ʼς, πολλοὶ ἀπώλοντο μετ̔??ʼξὺ τῶν Κ̔??ʼταντιν̔??ʼολ̔??ʼῶν καὶ τῶν Ἀλεξανδρέων: ἐφ̓ οἷς φοβηθεὶς Θεόφιλος καί τινες τῶν ἐπισκὅ??ʼ τῆς πόλεως ἐξεληλ̔??ʼσι.

Πρότερον δὲ τὰ κατὰ τὴν χειροτονίαν Ἡρακλείδου ἀναζητεῖσθαι Θεόφιλος παρεσκεύαζεν, ὅπως, εἰ δύναιτο, ταύτην γοῦν ἀφορμὴν λάβοι πρὸς τὴν Ἰωάννου καθαίρεσιν. Ἡρακλείδης μὲν οὖν οὐ παρῆν: ἐκρίνετο δὲ ἀπὼν, ὡς εἴη τυπτήσας τινὰς ἀδίκως, ἀλύσει τε δήσας, καὶ πομπεῦσαι ποιήσας διὰ μέσης τῆς Ἐφεσίων πόλεως. Τῶν τοίνυν περὶ Ἰωάννου λεγόντων, μὴ δεῖν κατὰ ἀπόντων κριτήριον ποιεῖσθαι, οἱ ἐκ τῆς Ἀλεξανδρείας ἐφιλονείκουν, δεῖν δέχεσθαι τοὺς κατηγοροῦντας Ἡρακλείδου, εἰ καὶ κατηγοροῦσιν ἀπόντος αὐτοῦ. Στάσις οὖν ἐντεῦθεν καὶ διαπληκτισμὸς μεταξὺ τῶν Κωνσταντινουπόλεως καὶ τῆς Ἀλεξανδρείας ἐγίνετο σύντονος. Καὶ γενομένης συμπληγάδος, πολλοὶ μὲν τραύματα ἔλαβον, ὀλίγοι δὲ καὶ ἀπώλοντο. Ταῦτα εἰδὼς Θεόφιλος εὐθὺς ὡς εἶχεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔφυγε: τοῦτο δὲ καὶ οἱ ἄλλοι ἐποίουν ἐπίσκοποι, πλὴν ὀλίγων οἳ τὰ Ἰωάννου ἠσπάζοντο: καὶ πάντες εἰς τὰ ἑαυτῶν φυγῇ ἀπεχώρησαν. Τούτων οὕτω γενομένων, ἐν καταγνώσει μὲν τοῖς πᾶσιν ὁ Θεόφιλος ἦν: ηὔξησε δὲ τὸ κατ̓ αὐτοῦ μῖσος τὸ αὖθις αὐτὸν μηδὲν ὑποστειλάμενον τὰ Ὠριγένους ἀσκεῖσθαι βιβλία. Ἐρωτηθεὶς οὖν ὑπό τινος, πῶς ἃ ἀπεκήρυξε, ταῦτα ἀσπάζεται πάλιν, ταῦτα ἀπεκρίνατο: Τὰ Ὠριγένους ἔοικε βιβλία λειμῶνι πάντων ἀνθέων: εἴ τι οὖν ἐν αὐτοῖς ἐφεύρω καλὸν, τοῦτο δρέπομαι: εἰ δέ τι μοι ἀκανθῶδες φανείη, τοῦτο ὡς κεντοῦν ὑπερβαίνω. Τοιαῦτα Θεόφιλος ἀπεκρίνατο, μὴ λογισάμενος τὸ τοῦ σοφοῦ Σολομῶντος, ὅτι λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ οὐκ ὀφείλουσι [*](Eccles. xii. 11.) λακτίζειν πρὸς αὐτοὺς οἱ ὑπὸ τῶν θεωρημάτων κεντούμενοι. Διὰ ταῦτα μὲν δὴ ἐν καταγνώσει παρὰ πᾶσιν ὁ Θεόφιλος ἦν. Διόσκορος δὲ, εἷς τῶν Μακρῶν, ὁ τῆς Ἑρμουπόλεως ἐπίσκοπος, ὀλίγον ὕστερον μετὰ τὴν Θεοφίλου φυγὴν ἐτελεύτησε: καὶ ταφῆς ἠξιώθη λαμπρᾶς, ἐν τῷ μαρτυρίῳ τῷ ἐν τῇ Δρυῒ κηδευθεὶς, ἔνθα διὰ Ἰωάννην γέγονεν ἡ σύνοδος. Ἰωάννης δὲ ταῖς διδασκαλίαις ἐσχόλαζε, καὶ χειροτονεῖ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ Ἡρακλείας ἐπίσκοπον, δἰ

274
ὃν τὸ κατ̓ αὐτοῦ μῖσος ἐγήγερτο: μετ̓ οὐ πολὺ δὲ ταῦτα ἐπισυνέβη γενέσθαι.

Περὶ τῆς ἀργυρᾶς στήλης τῆς Εὐδοξίας, καὶ ὡς διὰ τοῦτο πάλιν Ἰωάννης τῆς ἐκκλησίας ἐξωσθεὶς εἰς ἐξορίαν ἀπήγετο.

Τῆς Αὐγούστης Εὐδοξίας ἀνδριὰς ἀνέστη ἀργυροῦς ἐπὶ κίονος πορφυροῦ, χλανίδα ἐνδεδυμένος: ἕστηκε δὲ οὗτος ἐπὶ βήματος ὑψηλοῦ, οὔτε ἐγγὺς οὔτε πόρρω τῆς ἐκκλησίας, ᾗ ἐπώνυμον Σοφία: ἀλλὰ διείργει ἄμφω μέση πλατείας ὁδός. Ἐπὶ τούτῳ συνήθως δημώδεις ἤγοντο παιδιαί: Ἰωάννης δὲ ὕβριν τὰ γινόμενα τῆς ἐκκλησίας νομίζων, τὴν συνήθη τε παρρησίαν ἀνακτησάμενος, πάλιν τὴν ἑαυτοῦ γλῶτταν κατὰ τῶν ταῦτα ποιούντων ἐξώπλιζε. Καὶ δέον τοὺς κρατοῦντας λόγῳ παρακλητικῷ πείθειν παῦσαι τῆς παιδιᾶς, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίει: καταφορικῇ δὲ τῇ γλώσσῃ χρησάμενος ἔσκωπτε τοὺς γενέσθαι ταῦτα κελεύσαντας. Ἡ δὲ βασίλισσα πάλιν εἰς ἑαυτὴν εἷλκε τὰ γενόμενα: καὶ ὕβριν ἑαυτῆς τοὺς ἐκείνου λόγους νομίζουσα, πάλιν παρασκευάζει σύνοδον ἐπισκόπων συνάγεσθαι κατ̓ αὐτοῦ. Αἰσθόμενος δὲ ὁ Ἰωάννης τὴν περιβόητον ἐκείνην ἐπὶ τῆς ἐκκλησίας διεξῆλθεν ὁμιλίαν, ἧς ἡ ἀρχή: Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράσσεται, πάλιν ὀρχεῖται, πάλιν ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου ζητεῖ λαβεῖν. Τοῦτο πλέον πρὸς ὀργὴν ἐξῆψε τὴν βασιλίδα. Καὶ μετ̓ οὐ πολὺ παρῆσαν οἱ ἐπίσκοποι, Λεόντιος ἐπίσκοπος Ἀγκύρας τῆς μικρᾶς Γαλατίας, Ἀμμώνιος Λαοδικείας τῆς ἐν Πισιδίᾳ, Βρίσων Φιλίππων τῶν ἐν Θρᾴκῃ, Ἀκάκιος Βεροίας τῆς ἐν Συρίᾳ, καὶ ἄλλοι τινές: παρόντων δὲ τούτων, ἀνεκινοῦντο οἱ πρώην κατήγοροι. Ἰωάννης μὲν οὖν ἐθάρρει ἐπὶ τούτοις, καὶ ἠξίου ἐπιζητεῖσθαι τὰ κατηγορούμενα: τῆς δὲ ἑορτῆς τῶν γενεθλίων τοῦ Σωτῆρος ἐπελθούσης, ὁ βασιλεὺς εἰς τὴν ἐκκλησίαν συνήθως οὐκ ἀπήντα: ἀλλὰ δηλοῖ τῷ Ἰωάννῃ, ὡς οὐ πρότερον αὐτῷ κοινωνήσει πρὶν ἂν πρότερον ἀποδύσηται τὰ ἐγκλήματα. Ἐπεὶ δὲ τοῦ Ἰωάννου θαρροῦντος οἱ κατήγοροι δειλότεροι ἐδείκνυντο, οἱ παρόντες ἐπίσκοποι ἄλλο μὲν ἐρεύνων οὐδέν: μόνον δὲ τοῦτο δεῖν εἰς κρίσιν ἄγεσθαι ἔλεγον, ὅτι μετὰ τὴν καθαίρεσιν, μὴ ψηφισαμένης τῆς συνόδου αὐτῷ, εἰς τὸν θρόνον εἰσεπήδησε. Τοῦ δὲ λέγοντος, ὡς ἑξηκονταπέντε ἐπίσκοποι

275
κοινωνήσαντες αὐτῷ ἐψηφίσαντο, οἱ περὶ Λεόντιον ἀντεπῆγον: Ἀλλὰ πλείους, ὦ Ἰωάννη, κατεψηφίσαντό σου ἐν τῇ συνόδῳ. Ἐπεὶ δὲ πάλιν ὁ Ἰωάννης τὸν κανόνα τοῦτον οὐ τῆς αὐτῶν ἐκκλησίας, ἀλλὰ τῶν Ἀρειανῶν εἶναι ἔλεγεν,—οἱ γὰρ ἐν τῇ Ἀντιοχείᾳ συνελθόντες ἐπὶ τῇ καθαιρέσει τῆς ὁμοουσίου πίστεως, ἀπεχθείᾳ τῇ πρὸς Ἀθανάσιον τὸν κανόνα ἐξέδωκαν,—μὴ [*](Cp. ii. 8.) προσδεξάμενοι τὰς ἀπολογίας κατεψηφίσαντο: μὴ νοήσαντες, ὅτι τῷ κανόνι τούτῳ χρησάμενοι καὶ Ἀθανάσιον καθεῖλον. Ταῦτα πέπρακται ἐγγιζούσης τῆς ἑορτῆς τοῦ Πάσχα: δηλοῖ οὖν ὁ βασιλεὺς τῷ Ἰωάννῃ μὴ δύνασθαι εἰς τὴν ἐκκλησίαν ἐλθεῖν, ὅτι δύο αὐτοῦ κατεψηφίσαντο σύνοδοι. Ἤργει οὖν ὁ Ἰωάννης λοιπὸν, οὐδαμῶς τε εἰς τὴν ἐκκλησίαν κατήρχετο. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι, ἐκ τῆς ἐκκλησίας ἀναχωρήσαντες, τὸ μὲν Πάσχα ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐν Κωνσταντιαναῖς ἐπετέλεσαν: σὺν αὐτοῖς δὲ πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ἄλλοι ἱερατικοῦ τάγματος. Ἐξ ἐκείνου τε κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐν διαφόροις τόποις ποιούμενοι Ἰωαννῖται προσηγορεύθησαν. Ἰωάννης δὲ ἐπὶ δύο μῆνας οὐδαμοῦ προέβαινεν, ἕως ὅτου βασιλέως ἐκέλευε πρόσταγμα εἰς ἐξορίαν ἀπάγεσθαι. Καὶ ὁ μὲν ἀπήγετο τῆς ἐκκλησίας ἑλκυσθείς: τινὲς δὲ τῶν Ἰωαννιτῶν κατ̓ αὐτὴν τὴν ἡμέραν τὴν ἐκκλησίαν ἐνέπρησαν. Καιομένης δὲ αὐτῆς, ἄνεμος ἀπηλιώτης πνεύσας καὶ τὸν οἶκον τῆς συγκλήτου γερουσίας κατέκαυσε. Τοῦτο γέγονε τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς, ἐν ὑπατείᾳ Ὁνωρίου ἕκτῃ, [*](A.D. 404.) ἣν σὺν Ἀρισταινέτῳ ἐδίδου. Ὅσα μὲν οὖν διὰ τὸν γεγενημένον ἐμπρησμὸν ὁ τῆς Κωνσταντινουπόλεως ὕπαρχος, ᾧ ὄνομα ἦν Ὀπτάτος, Ἕλλην τὴν θρησκείαν ὑπάρχων, καὶ διὰ τοῦτο τοὺς Χριστιανοὺς μισῶν, κατὰ τῶν φιλούντων τὸν Ἰωάννην ἔπραξε, καὶ ὡς πολλοὺς ἐξ αὐτῶν ἐκόλασεν, παραλιπεῖν μοι δοκῶ.

Περὶ Ἀρσακίου τοῦ μετὰ Ἰωάννην χειροτονηθέντος καὶ περὶ Κυρίνου τοῦ Χαλκηδόνος.

Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, χειροτονεῖται ἐπίσκοπος Κωνσταντινουπόλεως Ἀρσάκιος: ὃς ἀδελφὸς μὲν ἐγεγόνει Νεκταρίου, τοῦ πρὸ Ἰωάννου τὴν ἐπισκοπὴν καλῶς δισικήσαντος, γηραιὸς δὲ σφόδρα, ὑπὲρ γὰρ ὀγδοήκοντα ἔτη ἐτύγχανεν ὤν. Καὶ τούτου δἰ

276
ὑπερβολὴν πρᾳότητος τὴν ἐπισκοπὴν ἡσύχως διέποντος, ὁ τῆς Χαλκηδόνος ἐπίσκοπος Κυρῖνος, οὗ τὸν πόδα ἄκων Μαρουθᾶς ὁ Μεσοποταμίας ἐπίσκοπος ἐπάτησεν, οὕτω κακῶς διετέθη, ὡς σηπεδόνα ποιῆσαι, καὶ γενέσθαι ἀνάγκην ὥστε ἀποπρισθῆναι τὸν πόδα. Οὐχ ἅπαξ δὲ τοῦτο ἐγένετο, ἀλλὰ πλειστάκις ἀπεπρίζετο: ἐπενέμετο γὰρ τὸ πάθος καὶ ὅλον τὸ σῶμα, ὥστε καὶ τὸν ἕτερον πόδα μεταλαβόντα τοῦ κακοῦ τὸ αὐτὸ ὑπομεῖναι. Τούτου χάριν δὲ πεποίημαι μνήμην, ὅτι πολλοὶ ἔφασκον διὰ τὴν εἰς Ἰωάννην βλασφημίαν ταῦτα παθεῖν τὸν Κυρῖνον, ὅτι ἀγόνατον αὐτὸν συνεχῶς [*](Cp. c. 15.) ἀπεκάλει, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐπειδὴ δὲ συνέβη καὶ χάλαζαν παμμεγεθεστάτην ἐν τῇ Κωνσταντινουπόλει καὶ περὶ τὰ αὐτῆς κατενεχθῆναι προάστεια, γέγονε δὲ τοῦτο ἐν τῇ αὐτῇ ὑπατείᾳ, περὶ τὴν τριακάδα τοῦ Σεπτεμβρίου μηνὸς, τοῦτο ἔλεγον κατὰ Θεοῦ μῆνιν γενέσθαι ἐπὶ τῇ ἀκρίτῳ καθαιρέσει Ἰωάννου. Ηὔξησε δὲ τοὺς τοιούτους λόγους καὶ ἡ τῆς βασιλίδος ἐπιγενομένη τελευτή: τετάρτῃ γὰρ ἡμέρᾳ μετὰ τὸ κατενεχθῆναι τὴν χάλαζαν ἐτελεύτησεν. Ἄλλοι δὲ ἔφασκον δίκαια πεπονθέναι τὸν Ἰωάννην ἐπὶ τῇ καθαιρέσει, ὅτι πολλὰς ἐκκλησίας τῶν Ναυατιανῶν καὶ Τεσσαρεσκαιδεκατιτῶν καὶ ἄλλων τινῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Λυδίαν γενόμενος ἔλαβεν, ἡνίκα διὰ τὴν Ἡρακλείδου χειροτονίαν ἐπὶ τὴν Ἔφεσον ἐστάλη. Ἀλλὰ πότερον δικαία ἡ καθαίρεσις Ἰωάννου κατὰ τὸν λόγον τῶν λυπηθέντων ὑπ̓ αὐτοῦ ἐγένετο, ἢ Κυρῖνος δικαίαν τῆς βλασφημίας ἐδίδου δίκην, καὶ πότερον διὰ Ἰωάννην ἡ χάλαζα κατηνέχθη, καὶ ἡ βασίλισσα ἐτελεύτησεν, ἢ ταῦτα δἰ ἑτέρους ἐγίνετο λόγους, ἢ καὶ δἰ ἀμφότερα, Θεὸς ἂν εἰδείη, ὁ τῶν κρυπτῶν γνώστης, ὁ καὶ αὐτῆς τῆς ἀληθείας κριτὴς δίκαιος: ἐγὼ δὲ τὰ τότε θρυλούμενα ἔγραψα.

Ὡς μετὰ Ἀρσάκιον Ἀττικὸς τὸν Κωνσταντινουπόλεως θρόνον κατέσχεν.

Ἀρσάκιος δὲ οὐ πολὺν ἐπεβίω τῇ ἐπισκοπῇ χρόνον: τῇ γὰρ [*](A.D. 405.) ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Στελίχωνος τὸ δεύτερον καὶ Ἀνθεμίου, περὶ τὴν ἑνδεκάτην τοῦ Νοεμβρίου μηνὸς ἐτελεύτησε. Περισπουδάστου δὲ πολλοῖς γενομένης τῆς ἐπισκοπῆς, καὶ διὰ τοῦτο πολλοῦ διαδραμόντος

277
χρόνου, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ἀρκαδίου τὸ ἕκτον, καὶ [*](A.D. 406.) Πρόβου, προεβλήθη εἰς τὴν ἐπισκοπὴν ἀνὴρ εὐλαβὴς, ᾧ ὄνομα ἦν Ἀττικός: ὃς τὸ μὲν γένος ἐκ Σεβαστείας τῆς Ἀρμενίας κατῆγεν: ἀσκητικὸς δὲ τὸν βίον ἐκ νέας ἡλικίας, καὶ ἄλλως μετὰ τοῦ μετρίως πεπαιδεῦσθαι πλέον φυσικῶς φρόνιμος ἦν: ἀλλὰ περὶ μὲν τούτου μικρὸν ὕστερον λέξω.

Περὶ τῆς Ἰωάννου ἐν ἐξορίᾳ πρὸς Κύριον ἀναλύσεως.

Ἰωάννης δὲ ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἐν Κομάνοις τοῦ Εὐξείνου Πόντου ἐτελεύτησε, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου [*](A.D. 407.) τὸ δεύτερον. Ἀνὴρ, ὡς καὶ πρότερον ἔφην, διὰ ζῆλον [*](Cp. c. 3.) σωφροσύνης θυμῷ πλέον ἢ αἰδοῖ χαριζόμενος, καὶ διὰ σωφροσύνην παρρησιαιτέρᾳ διὰ βίου τῇ γλώσσῃ χρησάμενος. Θαυμάσαι δέ μοι ἔπεισι, πῶς τοσοῦτον ζῆλον σωφροσύνης ἀσκῶν ἐν προσομιλίαις αὐτοῦ καταφρονεῖν τῆς σωφροσύνης ἐδίδαξε. Μιᾶς γὰρ μετὰ τὸ βάπτισμα παρὰ τῆς συνόδου τῶν ἐπισκόπων μετανοίας τοῖς ἐπταικόσι δοθείσης, αὐτὸς ἀπετόλμησεν εἰπεῖν, Χιλιάκις μετανοήσας εἴσελθε. Ἐφ̓ ᾗ διδασκαλίᾳ πολλοὶ μὲν τῶν γνωρίμων αὐτοῦ κατέγνωσαν: μάλιστα δὲ Σισίννιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, ὃς καὶ λόγον ὑπεναντίον τοῦ λεχθέντος συνέγραψεν, καὶ γενναίως αὐτοῦ διὰ τοῦτο κατέδραμεν: ἀλλὰ ταῦτα μὲν ἤδη πρότερον ἐγεγόνει.

Περὶ Σισιννίου ἐπισκόπου Ναυατιανῶν, οἷα φησὶ προσωμιληκέναι πρὸς Ἰωάννην.

Περὶ δὲ Σισιννίου βραχέα διεξελθεῖν, οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Ἀνὴρ ἦν, ὡς πολλάκις ἔφην, ἐλλόγιμος, καὶ τὰ φιλόσοφα [*](Cp. v. 10, 21.) ἄκρως μαθών: διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, καὶ τὰ ἱερὰ γράμματα ἄκρως ἑρμηνεύειν ἠπίστατο: ὡς καὶ Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν ἐπὶ τῇ διαλέξει δεινότητα. Τὴν δὲ δίαιταν ἦν οὐ λιτός: ἀλλ̓ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ

278
ἐκέχρητο: τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. Καὶ ποτὲ ἐρομένου αὐτὸν τινὸς, τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας, Ἐπειδὴ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. Ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν, ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διὰ τί ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι. Ὁ δὲ, Σὺ πρότερον, ἔφη, εἰπὲ ποῦ γέγραπται μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον. Τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἀπήγαγεν ὁ Σισίννιος: Ἀλλὰ σὺ μὲν οὐκ ἂν, ἔφη, ‘δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλανα ἀμφιέννυσθαι: ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε [*](Eccles. ix. 8.) λέγων, Ἔστωσάν σοι ἱμάτια λευκά: καὶ ὁ Σωτὴρ ἐν τοῖς [*](Matt. xvii. 2, etc.) εὐαγγελίοις λευκῇ φαίνεται ἐσθῆτι χρησάμενος: οὐ μὴν ἀλλὰ καὶ Μωϋσῆν καὶ Ηλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξεν. Ταῦτα δὴ καὶ ἄλλα πολλὰ ἑτοίμως εἰπὼν τὰ μέγιστα ἐπὶ τῶν παρόντων ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου, καὶ τῇ Κωνσταντινουπόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παῤ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. Ὁ δὲ θερμῶς ἀπήντησε καὶ φησὶ πρὸς αὐτόν: Ὑμεῖς, φησὶν, οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίας ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀποκλείοντες. Ταῦτα καὶ τὰ τοιαῦτα πλείονα τοῦ Λεοντίου κακῶς τοὺς Ναυατιανοὺς λέγοντος, ἔφη ὁ Σισίννιος: Καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. Τοῦ δὲ πάλιν ἐπάγοντος, [*]([Om. e)fh.]) Πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, Ὅτι σὲ εἶδον, ἀπεκρίνατο. Ἰωάννου δέ ποτε τοῦ ἐπισκόπου ἐγκαλοῦντος αὐτῷ, καὶ λέγοντος ὅτι οὐ δύναται ἡ πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, Οὐδὲ γὰρ ἔχει. Τοῦ δὲ Ἰωάννου χαλεπῄναντος καὶ φήσαντος, Ὁρᾷς ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος, ὁ Σισίννιος, Οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ̓ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὐκ εἰμὶ ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. Ὁ δὲ Ἰωάννης πρὸς τὸ λεχθὲν ἀγανακτήσας, Ἀλλ̓ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν: αἱρετικὸς γὰρ ὑπάρχεις. [*]([tou=to.]) Πρὸς δὴ τούτῳ χαριέντως ὁ Σισίννιος ὑπήντησεν: Ἀλλ̓ ἐγὼ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ με τηλικούτου καμάτου ἀπαλλάξειας. Διαμαλαχθεὶς δὲ ἐκ τῆς ἀποκρίσεως ὁ Ἰωάννης, Ἀλλ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγὼ, εἴ σε ὅλως τὸ
279
λέγειν λυπεῖ. Οὕτω μὲν οὖν ἕτοιμος πρὸς τὰς ἀποκρίσεις καὶ χαρίεις ἦν ὁ Σισίννιος. Γράφειν δὲ ταῦτα καὶ ἀπομνημονεύειν τὰ εἰρημένα αὐτῷ, μακρὸν ἂν εἴη: διὸ καὶ δἰ ὀλίγων ἐπέδειξα οἷος ἦν, ἀρκεῖν ἡγησάμενος. Ἐκεῖνο δέ φημι, ὅτι διὰ παίδευσιν περιβόητος ἦν: καὶ διὰ ταύτην πάντες ἐφεξῆς οἱ ἐπίσκοποι ἠγάπων τε καὶ ἐτίμων αὐτόν: οὐ μὴν ἀλλὰ καὶ πάντες οἱ τῆς συγκλήτου περιφανεῖς ἔστεργόν τε αὐτὸν καὶ ἐθαύμαζον. Καὶ πολλὰ μὲν αὐτῷ βιβλία συγγέγραπται: λεξιθηρεῖ δὲ ἐν αὐτοῖς, καὶ ποιητικὰς παραμίγνυσι λέξεις: λέγων δὲ μᾶλλον, ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο: προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ, καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος. Ἠγαπᾶτο οὖν καὶ διὰ ταῦτα παρὰ πασῶν τε τῶν θρησκειῶν, καὶ μάλιστα παρὰ τοῦ ἐπισκόπου Ἀττικοῦ. Καὶ τὰ μὲν περὶ Σισιννίου ἐξαρκεῖν ἡγοῦμαι.

Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως τελευτῆς.

Τελευτᾷ δὲ οὐ πολὺ μετὰ τὴν Ἰωάννου τελευτὴν ὁ βασιλεὺς Ἀρκάδιος, ἀνὴρ πρᾷος καὶ ἡσύχιος, καὶ πρὸς τῷ τέλει τῆς ζωῆς θεοφιλοῦς δόξαν κτησάμενος ἐξ αἰτίας τοιᾶσδε. Ἐν τῇ Κωνσταντινουπόλει οἶκος ἐστὶ μέγιστος, Καρύαν ἔχων ἐπώνυμον: ἔστι γὰρ ἐν τῇ αὐλῇ τοῦ οἴκου δένδρον καροία, ἐφ̓ ἧς κρεμασθῆναι λόγος τὸν μάρτυρα Ἀκάκιον καὶ τελειωθῆναι: δἰ ἣν αἰτίαν καὶ οἰκίσκος τῷ δένδρῳ παρῳκοδομήθη εὐκτήριος. Τοῦτον ἱστορῆσαι ὁ βασιλεὺς Ἀρκάδιος βουληθεὶς, εἰς αὐτὸν παρεγένετο: εὐξάμενός τε αὖθις ἀπεχώρει. Πάντες δὲ οἱ περιοικοῦντες τὸν εὐκτήριον οἶκον ἐπὶ τῷ θεάσασθαι τὸν βασιλέα συνέτρεχον. Καὶ οἱ μὲν ἔξω τῆς οἰκίας γενόμενοι προκαταλαβεῖν τὰς παρόδους ἐσπούδαζον, ἀφ̓ ὧν φανερώτερόν τε τοῦ βασιλέως τὸ πρόσωπον καὶ τὴν περὶ αὐτὸν δορυφορίαν ἡγοῦντο θεάσασθαι: ἄλλοι δὲ ἐπηκολούθουν, ἕως ἅπαντες σὺν γυναιξὶ καὶ παιδίοις ἐκτὸς τοῦ οἴκου ἐγένοντο: καὶ μετὰ τοῦτο εὐθὺς ὁ περικείμενος τῷ εὐκτηρίῳ μέγιστος οἶκος ἅπας κατέπεσεν. Ἐκ δὴ τούτου βοὴ σὺν θαύματι ἐπηκολούθει, ὡς ἡ τοῦ βασιλέως εὐχὴ τοσούτους τῆς ἀπωλείας ἐρρύσατο: τοῦτο μὲν οὕτως ἐγένετο.

280
Καταλιπὼν δὲ τὸν υἱὸν Θεοδόσιον ὀκταετῆ τυγχάνοντα ἐτελεύτησεν [*](A.D. 408.) ἐν ὑπατείᾳ Βάσσου καὶ Φιλίππου, τῇ πρώτῃ τοῦ Μαΐου μηνός: τοῦτο δὲ ἦν ἔτος δεύτερον τῆς διακοσιοστῆς ἐνενηκοστῆς ἑβδόμης Ὀλυμπιάδος: συμβασιλεύσας μὲν τῷ πατρὶ Θεοδοσίῳ ἔτη δεκατρία, μετὰ δὲ τὴν τελευτὴν τοῦ πατρὸς ἔτη δεκατέσσαρα: ζήσας ἔτη τριακονταέν. Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δώδεκα, μηνῶν ἕξ. Ἐν ἄλλοις ἀντιγράφοις εὔρηται ταῦτα κείμενα, οὐχ ὡς λείποντα, ἀλλὰ κατὰ τρόπον ἄλλον φράσεως ὄντα. Συνείδομεν οὖν ὡς καλόν ἐστι ταῦτα παραθέσθαι: τούτου χάριν ταῦτα παρεθήκαμεν ἐνταῦθα. [*](Cp. c. 11.) Ἐπειδὴ δὲ ἐν τοσούτῳ συνέβη τῆς Ἐφέσου τελευτῆσαι τὸν ἐπίσκοπον, ἀνάγκη κατέλαβε τὸν Ἰωάννην εἰς τὴν Ἔφεσον ἀπελθεῖν ἐπὶ τὸ χειροτονῆσαι ἐπίσκοπον. Καὶ γενόμενος ἐν αὐτῇ, ἄλλων τε ἄλλον προβαλέσθαι σπουδαζόντων, αὐτὸς Ἡρακλείδην τινὰ διάκονον ἑαυτοῦ, γένει Κύπριον, εἰς τὴν ἐπισκοπὴν προεβάλετο. Γενομένης δὲ ἐπὶ τούτῳ στάσεως ἐν τῇ Ἐφέσῳ, ὡς οὐκ ἀξίου πρὸς τὴν ἐπισκοπὴν τοῦ Ἡρακλείδου, ἀνάγκη γέγονε χρονίζειν τὸν Ἰωάννην κατὰ τὴν Ἔφεσον. Παρέλκοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν, ὁ Σεβηριανὸς ἐν τῇ Κωνσταντινουπόλει ἐρασμιώτερος τοῖς ἀκροαταῖς ἐγίνετο. Καὶ ταῦτα οὐκ ἐλάνθανε τὸν Ἰωάννην: ταχέως γὰρ αὐτῷ τὰ γινόμενα διηγγέλλετο παρὰ Σαραπίωνος, ὃ πάνυ ἠγαπᾶτο παρὰ τοῦ Ἰωάννου, καὶ πᾶσαν τὴν περὶ τὸ ἐπισκόπειον φροντίδα ἐκεχείριστο, διὰ τὸ εὐλαβὲς αὐτοῦ καὶ ἐν πᾶσι πιστὸν καὶ περὶ πάντα νηφάλεον καὶ σπουδαῖον περὶ τὴν τοῦ ἐπισκόπου συγκρότησιν. Ἀλλ̓ οὐκ εἰς μακρὰν Ἰωάννης ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ αὐτὸς μὲν πάλιν τὴν προσήκουσαν κηδεμονίαν τῶν ἐκκλησιῶν ἐποιεῖτο: μεταξὺ δὲ Σαραπίωνος τοῦ διακόνου καὶ Σεβηριανοῦ τοῦ ἐπισκόπου πολλή τις ἦν μικροψυχία: τοῦ μὲν Σαραπίωνος ἀντικειμένου τῷ Σεβηριανῷ διὰ τὸ ἐθέλειν αὐτὸν ἐν ταῖς διαλέξεσι παρευδοκιμεῖν τοῦ Ἰωάννου, τοῦ δὲ Σεβηριανοῦ ζηλοῦντος τὸν Σαραπίωνα διὰ τὸ προσκεῖσθαι αὐτῷ Ἰωάννην τὸν ἐπίσκοπον, καὶ πᾶσαν τὴν φροντίδα ἐγχειρισθῆναι τοῦ ἐπισκοπείου. Οὕτω δὲ πρὸς ἀλλήλους ἐχόντων, συνέβη τὴν κακίαν τοῦ μίσους ἐπὶ πλεῖον προελθεῖν ἐξ αἰτίας τοιᾶσδε. Ποτὲ γὰρ τοῦ Σεβηριανοῦ παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν ὁ Σαραπίων οὐκ ἀπένειμεν: ἀλλὰ καθήμενος διετέλει, ἢ μὴ ἑωρακὼς αὐτὸν, ὡς
281
ὕστερον ἐπὶ τοῦ συνεδρίου μεθ̓ ὅρκων ἐβεβαιοῦτο, ἢ μικρὰ φροντίσας ὡς κατὰ ἐπισκόπου παρουσίας, καθὼς ἔλεγε Σεβηριανὸς, οὐκ ἔχω λέγειν: ὁ Θεὸς μόνος ἴστω. Τότε δὲ Σεβηριανὸς οὐκ ἤνεγκε τὴν τοῦ Σαραπίωνος καταφρόνησιν, ἀλλὰ παῤ αὐτὰ καὶ πρὸ κοινῆς διαγνώσεως συνεδρίου, μεθ̓ ὅρκου κατακρίνει τὸν Σαραπίωνα, καὶ οὐ μόνον τῆς ἀξίας τοῦ διακόνου ἀποκηρύττει, ἀλλὰ καὶ τῆς ἐκκλησίας αὐτῆς: μαθὼν ταῦτα Ἰωάννης βαρέως ἤνεγκεν. Τοῦ δὲ πράγματος μετὰ ταῦτα ζητουμένου ἐπὶ συνεδρίου, καὶ τοῦ Σαραπίωνος ἀπολογουμένου καὶ πιστουμένου τὸ μὴ ἑωρακέναι, ἀλλὰ καὶ μάρτυρας παράγοντος, τὸ μὲν κοινὸν τῶν συνεληλυθότων ἐπισκόπων συνεγίνωσκε, καὶ παρεκάλει τὸν Σεβηριανὸν δέξασθαι ἀπολογούμενον τὸν Σαραπίωνα. Ὁ δὲ ἐπίσκοπος Ἰωάννης πρὸς πληροφορίαν Σεβηριανοῦ ἀφορίζει τὸν Σαραπίωνα, ἑβδομάδα ἀποστήσας τῆς τιμῆς τοῦ διακόνου: καίτοι ἐν πᾶσι τοῖς πράγμασι δεξιὰν χεῖρα ἔχων αὐτὸν, καὶ περὶ τὰς ἐκκλησιαστικὰς ἀποκρίσεις ὀξύτατον καὶ σπουδαῖον ὄντα. Σεβηριανὸς δὲ οὐδ̓ οὕτως ἐπείθετο: ἀλλὰ παντοῖος ἐγίνετο τελείως ἀποκηρυχθῆναι τῆς διακονίας τὸν Σαραπίωνα καὶ τῆς κοινωνίας. Λυπηθεὶς σφόδρα ἐπὶ τούτοις Ἱωάννης, καὶ ἀναστὰς ἀπὸ τοῦ συνεδρίου, κατέλιπε τοῖς παροῦσιν ἐπισκόποις τὰ τῆς δίκης, εἰρηκὼς πρὸς αὐτοὺς, Τὸ παριστάμενον ὑμῖν καταξιώσατε αὐτοὶ διαλαβόντες καὶ κρίναντες ὁρίσαι, ἐγὼ γὰρ παραιτοῦμαι τὴν μεταξὺ αὐτῶν διάγνωσιν. Τούτων λεχθέντων ὑπὸ Ἰωάννου, καὶ ἀναστάντος αὐτοῦ, ὁμοίως καὶ τὸ κοινὸν τοῦ συνεδρίου ἀναστὰν κατέλιπεν οὕτω τὰ τῆς δίκης, καταμεμφόμενοι μᾶλλον Σεβηριανὸν διὰ τὸ μὴ εἶξαι τοῖς ῥηθεῖσι παρὰ τοῦ ἐπισκόπου Ἰωάννου. Τοῦ λοιποῦ δὲ οὐκέτι εἰς συντυχίαν τὸν Σεβηριανὸν Ἰωάννης ἐδέξατο: ἀλλ̓ εἰς τὴν πατρίδα τὴν αὐτοῦ ἐκδημεῖν αὐτὸν παρεκελεύετο, δηλώσας αὐτῷ τοιάδε: Οὐκ ἔστι χρήσιμον, φησὶ, ὦ Σεβηριανὲ, ἐν τοσούτῳ χρόνῳ τὴν ἐμπιστευθεῖσάν σοι παροικίαν ἀπρονόητον καὶ ἐκτὸς ἐπισκόπου τυγχάνειν: διὸ σπεύσας κατάλαβε τὰς ἐκκλησίας σου, καὶ μὴ ἀμέλει τοῦ χαρίσματος τοῦ ἐν σοί. Ἤδη δὲ στειλαμένου αὐτοῦ ἐπὶ τὴν ὁδοιπορίαν, γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται μὲν τῷ Ἰωάννῃ: παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς αὐτὸν φιλίαν ἐξέκλινε, καὶ οὐδενὸς παρακαλοῦντος ἐπείθετο. Ἕως ἡ βασίλισσα
282
Εὐδοξία ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τὸν υἱὸν Θεοδόσιον τοῦτον τὸν νέον, τότε κομιδῆ νήπιον ὄντα, εἰς τὰ γόνατα τοῦ Ἰωάννου ἐμβαλοῦσα, καὶ ὅρκους κατ̓ αὐτοῦ πολλοὺς καθορκώσασα, μόλις τὴν πρὸς Σεβηριανὸν ἔπεισε φιλίαν ἀσπάσασθαι. Τοῦτον μὲν οὖν τὸν τρόπον: καὶ τὰ ἑξῆς.

283

Ὡς τοῦ βασιλέως Ἀρκαδίου τελευτήσαντος, καὶ καταλιπόντος τὸν υἱὸν Θεοδόσιον ὀκταετῆ, Ἀνθέμιος ὕπαρχος τὴν τῶν ὅλων διοίκησιν ἐποιεῖτο.

Τοῦ δὴ βασιλέως Ἀρκαδίου τελευτήσαντος τῇ πρώτῃ τοῦ Μαίου μηνὸς, ἐν ὑπατείᾳ Βάσσου καὶ Φιλίππου, Ὁνώριος μὲν ὁ αὐτοῦ ἀδελφὸς τὰ ἑσπέρια διεῖπε μέρη: ὑπὸ δὲ τῷ υἱῷ τῷ νέῳ Θεοδοσίῳ ὀκταετεῖ τυγχάνοντι τὰ τῆς ἑῴας ἐτάττετο: Ἀνθεμίου τοῦ ὑπάρχου τὴν διοίκησιν ποιουμένου τῶν ὅλων, ὃς ἔγγονος μὲν ἦν Φιλίππου τοῦ Παῦλον τὸν ἐπίσκοπον ἐπὶ Κωνσταντίου ἐκβαλόντος τῆς [*](Cp. ii. 16.) ἐκκλησίας, ἀντεισαγαγόντος δὲ Μακεδόνιον. Οὗτος τὰ μεγάλα τείχη τῇ Κωνσταντινουπόλει περιεβάλετο: φρονιμώτατος δὲ τῶν τότε ἀνθρώπων καὶ ἐδόκει καὶ ἦν, καὶ ἀβούλως ἔπραττεν οὐδέν: ἀλλὰ ἀνεκοινοῦτο πολλοῖς τῶν γνωρίμων περὶ τῶν πρακτέων, μάλιστα δὲ Τρωΐλῳ τῷ σοφιστῇ, ὃς μετὰ τῆς οὔσης αὐτῷ σοφίας καὶ κατὰ τὴν πολιτικὴν φρόνησιν τῷ Ἀνθεμίῳ ἐφάμιλλος ἦν: διὸ σχεδὸν πάντα τῇ συμβουλῇ Τρωΐλου ἐπράττετο.

Περὶ Ἀττικοῦ τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου, ὁποῖος ἦν τὸ ἦθος.

Τοῦ τοίνυν βασιλέως ὄγδοον ἔτος ἄγοντος, τρίτον ἔτος εἶχεν Ἀττικὸς τοῦτο ἐν τῇ Κωνσταντινουπόλει διαπρέπων: ἀνὴρ, ὡς [*](Cp. vi. 20.) φθάσαντες εἴπομεν, μετὰ τοῦ πολὺ πεπαιδεῦσθαι εὐλαβής τε καὶ φρόνιμος: διὸ καὶ τὰς ἐκκλησίας ἐπὶ αὐτοῦ συνέβη εἰς μέγα ἐπιδοῦναι. Οὐ γὰρ μόνον τοὺς οἰκείους τῆς πίστεως συνεκρότει, [*](Gal. vi. 10.) ἀλλὰ καὶ τοὺς αἱρεσιώτας τῇ φρονήσει κατέπληττε: καὶ σκύλλειν μὲν αὐτοὺς οὐδαμῶς ᾑρεῖτο, φοβεῖν δὲ ἐπιχειρῶν αὖθις αὐτοῖς πρᾷον ἑαυτὸν ἐπεδείκνυεν. Ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει: ἐπόνει

284
γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα, διανυκτερεύων ἐν αὐτοῖς: διὸ καὶ οὐκ ἐξενοφωνεῖτο παρὰ τῶν φιλοσόφων ἢ σοφιστῶν. Ἦν δὲ καὶ τοῖς ἐντυγχάνουσι χαρίεις τε καὶ ἐπαγωγὸς, καὶ τοῖς λυπουμένοις [*](1 Cor. ix. 22.) μένοις συνεστύγναζε: καὶ ἁπλῶς κατὰ τὸν ἀπόστολον τοῖς πᾶσι τὰ πάντα ἐγίνετο. Καὶ πρότερον μὲν ἡνίκα ἐν τῷ πρεσβυτερίῳ ἐτάττετο, ἐκμαθὼν οὓς καὶ ἐπόνει λόγους ἐπ̓ ἐκκλησίας ἐδίδασκε: μετὰ δὲ ταῦτα σὺν τῇ φιλοπονίᾳ καὶ παρρησίαν κτησάμενος, ἐξ αὐτοσχεδίου καὶ πανηγυρικωτέραν τὴν διδασκαλίαν ἐποιεῖτο. Οὐ μὴν τοιοῦτοι ἦσαν οἱ λόγοι ὡς καὶ παρὰ τῶν ἀκροατῶν σπουδάζεσθαι ἢ γραφῇ παραδίδοσθαι. Περὶ μὲν οὖν ἤθους αὐτοῦ καὶ τρόπου καὶ παιδεύσεως ἀποχρώντως εἰρήσθω: ὅσα μέντοι μνήμης ἄξια ἐπὶ τῶν αὐτοῦ χρόνων ἐγένετο, διηγήσομαι.

Περὶ Θεοδοσίου καὶ Ἀγαπητοῦ τῶν ἐν Συνάδοις ἐπισκοπησάντων.

Ἐν Συνάδῳ πόλει τῆς Πακατιανῆς Φρυγίας, Θεοδόσιός τις ἐπίσκοπος ἦν, ὃς τοὺς ἐν αὐτῇ αἱρετικοὺς,—πολλοὶ δὲ ἐν αὐτῇ ὄντες ἐτύγχανον τῆς Μακεδονιανῶν θρησκείας,—συντόνως ἐδίωκεν: ἐξελαύνων αὐτοὺς οὐ μόνον τῆς πόλεως, ἀλλὰ δὴ καὶ τῶν ἀγρῶν. Καὶ τοῦτο ἐποίει, οὐκ εἰωθὸς διώκειν τῇ ὀρθοδόξῳ ἐκκλησίᾳ, οὔτε μὴν ζήλῳ τῆς ὀρθῆς πίστεως, ἀλλὰ φιλαργυρίας πάθει δουλεύων ἐκ τῶν αἱρετικῶν χρήματα συλλέγειν ἐσπούδαζεν. Διὸ πάντα ἐκίνει κατὰ τῶν τὰ Μακεδονίου φρονούντων, τὰς χεῖρας ἐξοπλίζων τῶν ὑφ̓ αὑτῷ κληρικῶν: καὶ μυρίαις κατ̓ αὐτῶν χρώμενος μηχαναῖς: οὐδὲ τοῦ δικαστηρίοις αὐτοὺς προσδεσμεῖν ἀπήλλακτο: μάλιστα δὲ τὸν ἐπίσκοπον αὐτῶν, ᾧ ὄνομα ἦν Ἀγαπητὸς, διαφόρως ἐτάραττεν. Ἐπειδὴ δὲ οἱ τῆς ἐπαρχίας ἄρχοντες οὐδαμῶς ἐξαρκεῖν αὐτῷ πρὸς τιμωρίαν ἐδόκουν, ἀναδραμὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπαρχικῶν προσταγμάτων ἐδέετο. Ἐν ὅσῳ οὖν ὁ Θεοδόσιος ἐν τῇ Κωνσταντινουπόλει διὰ ταῦτα παρεῖλκεν, ὁ Ἀγαπητὸς, ὃν προεστάναι τῆς Μακεδονίου θρησκείας ἔφην, ἐπὶ ἀγαθὴν ἦλθεν [*]([e)pi/noian.]) ἀπόνοιαν. Βουλευσάμενος γὰρ ἅμα τῷ αὐτοῦ κλήρῳ παντὶ, καὶ προσκαλεσάμενος τὸν ὑφ̓ αὑτῷ λαὸν, πείθει τὴν τοῦ ὁμοουσίου πίστιν προσδέξασθαι. Καὶ τοῦτο καταστήσας, εὐθὺς ὡς εἶχε σὺν πλήθει πολλῷ, μᾶλλον δὲ σὺν παντὶ τῷ λαῷ, ἐπὶ τὴν ἐκκλησίαν

285
ὥρμησεν: εὐχήν τε ἐπιτελέσας, καταλαμβάνει τὸν θρόνον ἐν ᾧ εἰώθει ὁ Θεοδόσιος προκαθέζεσθαι. Ἑνώσας δὲ τὸν λαὸν καὶ τοῦ λοιποῦ τὴν τοῦ ὁμοουσίου πίστιν διδάσκων, τῶν ὑπὸ Σύναδα ἐκκλησιῶν ἐγκρατὴς ἐγένετο. Τούτων οὕτω γενομένων, ἐφίσταται μετ̓ οὐ πολὺ Θεοδόσιος, τὴν ἐπαρχικὴν βοήθειαν ἐπαγόμενος: οὐδέν τε τῶν γενομένων εἰδὼς, ὡς εἶχεν ἐπὶ τὴν ἐκκλησίαν ἐχώρει: ἐξελαθεὶς δὲ ἐξ αὐτῆς παρὰ πάντων ὁμοῦ, αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν πάλιν ἐπορεύετο. Γενόμενός τε ἐν αὐτῇ ἐπὶ τοῦ ἐπισκόπου Ἀττικοῦ τὰ καθ̓ ἑαυτὸν ἀπωδύρετο, ὡς παραλόγως εἴη τῆς ἐπισκοπῆς ἐκβληθείς. Ἀττικὸς δὲ γνοὺς πρᾶγμα λυσιτελῶς ἀποβὰν τῇ ἐκκλησίᾳ, τὸν μὲν Θεοδόσιον λόγῳ παρεμυθήσατο, πείσας ἀνεξικάκως τὸν ἡσύχιον βίον ἀσπάζεσθαι, προκρίνειν τε τὰ κοινὰ τῶν ἰδίων διδάξας. Γράφει τε τῷ Ἀγαπητῷ, ἔχεσθαι τῆς ἐπισκοπῆς μηδὲν ἐκ τῆς Θεοδοσίου λύπης ἀνιαρὸν ὑφορώμενον.