Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῶν συνάξεων τῶν νυκτερινῶν ὕμνων τῶν Ἀρειανῶν, καὶ τῶν τὸ Ὁμοούσιον πρεσβευόντων, καὶ περὶ τῆς γενομένης ἐν αὐτοῖς συμβολῆς: καὶ ὅτι ἡ τῶν ἀντιφώνων ὑμνῳδίᾳ ἀπὸ Ἰγνατίου τοῦ Θεοφόρου τὴν ἀρχὴν ἔσχεν.

Οἱ Ἀρειανίζοντες, ὥσπερ ἔφημεν, ἔξω τῆς πόλεως τὰς συναγωγὰς ἐποιοῦντο. Ἡνίκα οὖν ἑκάστης ἑβδομάδος ἑορταὶ κατελάμβανον, φημὶ δὴ τό τε σάββατον καὶ ἡ Κυριακὴ, ἐν αἷς αἱ συνάξεις κατὰ τὰς ἐκκλησίας εἰώθασι γίνεσθαι, αὐτοὶ ἐντὸς τῶν τῆς πόλεως πυλῶν περὶ τὰς στοὰς ἀθροιζόμενοι, καὶ ᾠδὰς ἀντιφώνους πρὸς τὴν Ἀρειανὴν δόξαν συντιθέντες ᾖδον: καὶ τοῦτο ἐποίουν κατὰ τὸ πλεῖστον μέρος τῆς νυκτός. Ὑπὸ δὲ ὄρθρον τὰ τοιαῦτα ἀντίφωνα λέγοντες διὰ μέσης τῆς πόλεως ἐξῄεσαν τῶν πυλῶν, καὶ τοὺς τόπους ἔνθα συνῆγον κατελάμβανον. Ἐπειδὴ δὲ ἐρεθισμοὺς κατὰ τῶν τὸ ὁμοούσιον φρονούντων λέγοντες οὐκ ἐπαύοντο,—πολλάκις γὰρ καὶ τοιαύτην ᾠδὴν ἔλεγον, Ποῦ εἰσὶν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν; τότε δὴ καὶ Ἰωάννης εὐλαβηθεὶς, μή τις τῶν ἁπλουστέρων ὑπὸ τῶν τοιούτων ᾠδῶν ἀφελκυσθῇ τῆς ἐκκλησίας, ἀντιτίθησιν αὐτοῖς τοὺς τοῦ ἰδίου λαοῦ, ὅπως ἂν καὶ αὐτοὶ ταῖς νυκτεριναῖς ὑμνολογίαις σχολάζοντες ἀμαυρώσωσι μὲν τὴν ἐκείνων περὶ τούτου σπουδὴν, βεβαίους δὲ τοὺς οἰκείους πρὸς τὴν ἑαυτῶν πίστιν ἐργάσωνται. Ἀλλ̓ ὁ μὲν σκοπὸς Ἰωάννου ἐδόκει εἶναι χρηστός: σὺν ταραχῇ δὲ καὶ κινδύνοις τὸ τέλος ἐδέξατο. Ὡς γὰρ λαμπρότεροι οἱ τοῦ ὁμοουσίου ὕμνοι ἐν ταῖς νυκτεριναῖς ὑμνολογίαις ἐδείκνυντο,—ἐπινενόηντο γὰρ παῤ αὐτοῦ σταυροὶ ἀργυροῖ φέροντες φῶτα ἐκ τῶν κηρίνων λαμπάδων, τῆς βασιλίδος Εὐδοξίας παρεχούσης τὴν εἰς αὐτὰ δαπάνην,—πλῆθος ὄντες οἱ Ἀρειανίζοντες καὶ ζηλοτυπίᾳ ληφθέντες ἀμύνεσθαί τε καὶ συμπληγάδας ἐπεχείρουν ποιεῖν. Ἔτι γὰρ ἐκ τῆς παραλαβούσης δυναστείας ἔνθερμοί τε πρὸς μάχην ἦσαν, καὶ κατεφρόνουν αὐτῶν. Μὴ μελλήσαντες οὖν ἐν μιᾷ τῶν νυκτῶν συγκρούουσι: καὶ βάλλεται μὲν λίθῳ κατὰ μετώπου Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος, συγκροτῶν τότε τοὺς ὑμνῳδούς: ἀπόλλυνται δὲ καί τινες τοῦ λαοῦ ἐξ ἀμφοτέρων τῶν μερῶν. Ἐφ̓ οἷς κινηθεὶς ὁ βασιλεὺς διεκώλυσε τοὺς Ἀρειανοὺς τὰς ὑμνολογίας ἐν τῷ δημοσίῳ ποιεῖν: καὶ τὰ μὲν

263
λεγόμενα τοιαῦτα ἦν. Λεκτέον δὲ καὶ ὅθεν τὴν ἀρχὴν ἔλαβεν ἡ κατὰ τοὺς ἀντιφώνους ὕμνους ἐν τῇ ἐκκλησίᾳ συνήθεια. Ἰγνάτιος ὁ Ἀντιοχείας τῆς Συρίας, τρίτος ἀπὸ τοῦ ἀποστόλου Πέτρου ἐπίσκοπος, ὃς καὶ τοῖς ἀποστόλοις αὐτοῖς συνδιέτριψεν, ὀπτασίαν εἶδεν ἀγγέων διὰ τῶν ἀντιφώνων ὕμνων τὴν ἁγίαν Τριάδα ὑμνούντων, καὶ τὸν τρόπον τοῦ ὁράματος τῇ ἐν Ἀντιοχείᾳ ἐκκλησίᾳ παρέδωκεν. Ὅθεν καὶ ἐν πάσαις ταῖς ἐκκλησίαις αὕτη ἡ παράδοσις διεδόθη: οὗτος μὲν οὖν ὁ περὶ τῶν ἀντιφώνων ὕμνων λόγος ἐστίν.

Περὶ τῶν Μακρῶν καλουμένων μοναχῶν, καὶ ὅπως δἰ αὐτοὺς ἄσπονδον ἔχθραν ὁ Θεόφιλος πρὸς Ἰωάννην ἐσχηκὼς καθαιρῆσαι τοῦτον ἐσπούδαζεν.

Οὐκ εἰς μακρὰν δὲ οἱ ἀπὸ τῆς ἐρήμου μοναχοὶ ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχονται ἅμα Διοσκόρῳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς. Συνῆν δὲ αὐτοῖς καὶ Ἰσίδωρος, ὁ πάλαι Θεοφίλῳ τῷ ἐπισκόπῳ φιλαίτατος, τότε δὲ ἀπεχθέστατος γενόμενος δἰ αἰτίαν τοιάνδε. Πέτρος τις πρωτοπρεσβύτερος ἦν τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας: πρὸς τοῦτον ἀπεχθῶς ἐσχηκὼς ὁ Θεόφιλος τῆς ἐκκλησίας αὐτὸν ἐκβαλεῖν ἐπενόησε. Καὶ μέμψιν αὐτῷ κατήνεγκεν, ὡς εἴη τινὰ γυναῖκα Μανιχαῖαν τὴν θρησκείαν εἰς τὰ ἱερὰ μυστήρια προσδεξάμενος, μὴ πρότερον τῆς Μανιχαϊκῆς αἱρέσεως ἀποστήσας αὐτήν. Ἐπεὶ δὲ ὁ Πέτρος ἔλεγε καὶ μετατίθεσθαι τῆς θρησκείας τὴν γυναῖκα, καὶ μηδὲ παρὰ γνώμην Θεοφίλου δεδέχθαι αὐτὴν, ἠγανάκτει ὁ Θεόφιλος, ὡς συκοφαντούμενος: μὴ γὰρ εἰδέναι τὸ γεγονὸς ἔλεγεν: ὁ οὖν Πέτρος Ἰσίδωρον ἐκάλει μαρτυρῆσαι αὐτῷ, ὡς οὐκ ἠγνόει τὰ περὶ τῆς γυναικὸς ὁ ἐπίσκοπος. Ἐτύγχανε δὲ κατ̓ αὐτὸν τὸν καιρὸν ἐν τῇ βασιλευούσῃ Ῥώμῃ διάγων ὁ Ἰσίδωρος: ἐπέμπετο γὰρ παρὰ Θεοφίλου πρὸς Δάμασον τὸν Ῥώμης ἐπίσκοπον, ἐπὶ τῷ καταλλάξαι αὐτὸν πρὸς Φλαβιανὸν τὸν ἐπίσκοπον Ἀντιοχείας. Διεκρίνοντο γὰρ οἱ Μελετίῳ προσκείμενοι πρὸς [*](Cp. v. 15.) Φλαβιανὸν διὰ τὸν ὅρκον, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐπανελθὼν τοίνυν ἐκ τῆς Ῥώμης ὁ Ἰσίδωρος, καὶ πρὸς μαρτυρίαν παρὰ τοῦ Πέτρου κληθεὶς, ἔλεγεν ὡς εἴη δεχθεῖσα ἡ Μανιχαία κατὰ γνώμην τοῦ ἐπισκόπου: μεταδεδωκέναι τε αὐτῇ καὶ αὐτὸν τὰ

264
μυστήρια. Ἐξάπτεται οὖν πρὸς ὀργὴν ὁ Θεόφιλος, καὶ ἀμφοτέρους [*]([Om. pro\s o)rgh/n (2).]) πρὸς ὀργὴν ἀπήλασεν. Αὕτη πρόφασις γέγονε τοῦ καὶ Ἰσίδωρον ἅμα τοῖς περὶ Διόσκορον ἐλθεῖν ἐν τῇ Κωνσταντινουπόλει, ὅπως ἂν παρά τε τῷ βασιλεῖ καὶ τῷ ἐπισκόπῳ Ἰωάννῃ τὰ κατ̓ αὐτῶν ἐσκευωρημένα ἐξελεγχθήσηται. Μαθὼν δὲ ταῦτα ὁ Ἰωάννης ἐν τιμῇ μὲν ἦγε τοὺς ἄνδρας: καὶ τῶν εὐχῶν μετέχειν οὐκ ἐκώλυσε, κοινωνίαν δὲ τῶν μυστηρίων οὐκ ἔφη πρὸ διαγνώσεως μεταδώσειν αὐτοῖς. Ἐν τούτοις καθεστῶτος τοῦ πράγματος, ἥκει εἰς τὰς ἀκοὰς Θεοφίλου λόγος ψευδὴς, ὡς εἴη Ἰωάννης καὶ εἰς τὰ μυστήρια δεξάμενος αὐτοὺς καὶ ἕτοιμος πρὸς τὸ ἐπικουρῆσαι αὐτοῖς. Καὶ παντοῖος ἐγίνετο, ὅπως ἂν μὴ μόνον τοὺς περὶ Διόσκορον καὶ Ἰσίδωρον ἀμύνηται, ἀλλὰ γὰρ καὶ Ἰωάννην κατενέγκῃ τοῦ θρόνου. Διαπέμπεται οὖν κατὰ πόλεις πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς, κρύπτων μὲν τὸν ἑαυτοῦ σκοπὸν, μόνοις δὲ τοῖς Ὠριγένους [*](Cp. Ath. de Decr. Nic. 27.) βιβλίοις δῆθεν μεμφόμενος: οἶς πρὸ αὐτοῦ Ἀθανάσιος μάρτυσι τῆς οἰκείας πίστεως ἐν τοῖς κατὰ Ἀρειανῶν λόγους ἐχρήσατο πολλάκις.

Ὡς καὶ Ἐπιφάνιος ὁ Κύπρου ταῖς Θεοφίλου ἀπάταις συναπαχθεὶς, τῷ δοκεῖν κατὰ τῶν Ὠριγένους συγγραμμάτων ἐπισκόπων σύνοδον ἐν τῇ Κύπρῳ συναγαγὼν, Ἰωάννῃ διεμέμψατο, χρωμένῳ ταῖς βίβλοις Ὠριγένους.

Σπένδεται δὴ φιλίαν καὶ πρὸς Ἐπιφάνιον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, πρότερον διαφερόμενος πρὸς αὐτόν: ἐμέμφετο γὰρ Ἐπιφανίῳ Θεόφιλος ὡς μικρὰ φρονοῦντι περὶ Θεοῦ, ὅτι ἀνθρωπόμορφον αὐτὸν εἶναι ἐνόμιζεν. Οὕτως οὖν Θεόφιλος ἔχων περὶ Θεοῦ, καὶ μεμφόμενος τοῖς ἀνθρωπόμορφον τὸ Θεῖον νομίζουσι, διὰ τὴν πρὸς ἑτέρους ἀπέχθειαν ἠρνεῖτο μὲν ἐν τῷ φανερῷ ἃ ἐδόξαζεν: φιλοποιεῖται δὲ τότε τὸν Ἐπιφάνιον διαφερόμενος πρὸς αὐτὸν, ὡς ἐκ μετανοίας ὁμοφρονήσας κατὰ τὴν περὶ Θεοῦ δόξαν αὐτῷ. Καὶ παρασκευάζει σύνοδον ποιῆσαι τῶν ἐν Κύπρῳ ἐπισκόπων ἐπὶ τῷ διαβαλεῖν τὰ Ὠριγένους βιβλία. Ἐπιφάνιος δὲ δἰ ὑπερβάλλουσαν εὐλάβειαν ἁπλοϊκὸς ὣν τὸν τρόπον ταχέως ὑπήχθη ὑπὸ τῶν Θεοφίλου γραμμάτων. Καὶ καθίσας συνέδριον τῶν ἐν τῇ νήσῳ ἐπισκόπων ἀπαγορεύει μὲν τοῦ ἀναγινώσκειν τὰ Ὠριγένους βιβλία, διαπέμπεται δὲ καὶ γράμματα πρὸς Ἰωάννην,

265
παραινῶν ἀπέχεσθαι μὲν τῶν Ὠριγενείων ἀναγνωσμάτων, συνάγειν δὲ καὶ αὐτὸν συνέδριον, καὶ σύμψηφον κατὰ τοῦτο γίνεσθαι. Θεόφιλος τοίνυν τὸν ἐπ̓ εὐλαβείᾳ περιβόητον Ἐπιφάνιον συναρπάσας, καὶ γνοὺς προβάντα αὐτοῦ τὸν σκοπὸν, θαρρῶν καὶ αὐτὸς συνήγαγε πολλοὺς τῶν ἐπισκόπων. Καὶ παραπλησίαν τῷ Ἐπιφανίῳ κατὰ τῶν Ὠριγένους βιβλίων, τοῦ πρὸ διακοσίων καὶ [*]([*wal. om. kai/.]) περίπου ἐτῶν τελευτήσαντος, διαβολὴν ἐποιεῖτο: οὐ τοῦτον προηγουμένως ἔχων τὸν σκοπὸν, ἀλλὰ τοὺς περὶ Διόσκορον σπεύδων ἀμύνασθαι. Ἰωάννης δὲ μικρὰ φροντίσας τῶν μηνυθέντων αὐτῷ παρά τε Ἐπιφανίου καὶ αὐτοῦ Θεοφίλου, τῇ διδασκαλίᾳ τῶν ἐκκλησιῶν προσεῖχε τὸν νοῦν. Καὶ ἤνθει μὲν κατ̓ αὐτήν: τῆς δὲ κατ̓ αὐτοῦ γενομένης σκευωρίας οὐδένα λόγον ἐτίθετο. Ἐπεὶ δὲ Θεόφιλος καταφανὴς ἐγένετο τοῖς πολλοῖς σπουδάζων καθελεῖν τῆς ἐπισκοπῆς τὸν Ἰωάννην, τότε δὴ καὶ οἱ ἀπεχθῶς πρὸς Ἰωάννην ἔχοντες πρὸς τὴν κατ̓ αὐτοῦ σκευωρίαν ἀνεκινοῦντο. Καὶ πολλοὶ μὲν τοῦ κλήρου, πολλοὶ δὲ καὶ τῶν ἐν τέλει κατὰ τὰ βασίλεια μέγιστον ἰσχύοντες, καιρὸν εὑρηκέναι λογιζόμενοι καθ̓ ὃν Ἰωάννην ἀμύνωνται, μεγίστην ἐν τῇ Κωνσταντινουπόλει σύνοδον γενέσθαι παρεσκεύαζον, τοῦτο μὲν δἰ ἐπιστολῶν, τοῦτο δὲ καὶ ἀγράφως διαπεμπόμενοι.

Περὶ Σεβηριανοῦ καὶ Ἀντιόχου τῶν Σύρων, ὅπως Ἰωάννου ἀπέστησαν, καὶ διὰ τίνας αἰτίας.

Ηὔξησε δὲ τὸ κατὰ Ἰωάννου μῖσος καὶ ἕτερον ἐπισυμβὰν τοιόνδε: δύο ἐπίσκοποι κατ̓ αὐτὸν ἤνθησαν Σύροι ὄντες τὸ γένος, Σεβηριανὸς καὶ Ἀντίοχος. Σεβηριανὸς μὲν Γαβάλων, πόλις δὲ αὕτη τῆς Συρίας: Ἀντίοχος δὲ Πτολεμαΐδος τῆς ἐν Φοινίκῃ ἐκκλησίας προειστήκει. Ἄμφω μὲν οὖν διὰ λόγων ῥητορικῶν ἤχθησαν: Σεβηριανὸς δὲ δοκῶν πεπαιδεῦσθαι, οὐ πάνυ τῇ φωνῇ τὴν Ἑλληνικὴν ἐξετράνου γλῶσσαν: ἀλλὰ καὶ Ἑλληνιστὶ φθεγγόμενος Σύρος ἦν τὴν φωνήν. Ἀντίοχος μὲν οὖν πρότερον ἐκ τῆς Πτολεμαΐδος ἐπὶ τὴν Κωνσταντινούπολιν ἐλθὼν, κατὰ τὰς ἐκκλησίας ἐπὶ χρόνον τινὰ πεπονημένως διδάξας, καὶ πολλὰ ἐκ τούτων χρηματισάμενος, ἐπὶ τὴν ἑαυτοῦ ἀνέδραμε. Σεβηριανὸς δὲ πυθόμενος μετὰ ταῦτα πολλὰ τὸν Ἀντίοχον ἐκ τῆς Κωνσταντινουπόλεως

266
συλλέξαντα, ζηλοῦν καὶ αὐτὸς τοῦτο ἐσπούδασεν. Ἀσκηθείς τε οὖν καὶ συντάξας λόγους συχνοὺς καὶ αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ δεχθεὶς ἀσμένως ὑπὸ Ἰωάννου, μέχρι μέν τινος ὑπέτρεχε τὸν ἄνδρα καὶ ἐκολάκευε, καὶ αὐτὸς οὐδὲν ἦττον ἀγαπώμενος καὶ τιμώμενος ἤνθει τε κατὰ τὰς διδασκαλίας, καὶ πολλοῖς τῶν ἐν τέλει καὶ δὴ καὶ αὐτῷ βασιλεῖ γίνεται γνώριμος. Ἐπειδὴ δὲ ἐν τοσούτῳ συνέβη τῆς Ἐφέσου τελευτῆσαι τὸν ἐπίσκοπον, ἀνάγκη κατέλαβε τὸν Ἰωάννην εἰς τὴν Ἔφεσον ἀπελθεῖν ἐπὶ τῷ χειροτονῆσαι ἐπίσκοπον. Καὶ γενόμενος ἐν αὐτῇ, ἄλλον τε ἄλλων προβάλλεσθαι σπουδαζόντων, καὶ σφόδρα διαπληκτιζομένων πρὸς ἑαυτοὺς περὶ ὧν ἕκαστος ἐψηφίζετο, συνιδὼν ὁ Ἰωάννης ἀμφότερα τὰ μέρη φιλονείκως διακείμενα, καὶ ἐν οὐδενὶ πείθεσθαι τῇ παραινέσει αὐτοῦ θέλοντα, ἐσπούδασεν ἀκοπιαστὶ τὴν τούτων ἔριν λῦσαι. Αὐτὸς τοίνυν Ἡρακλείδην τινα διάκονον ἑαυτοῦ, γένει Κύπριον, εἰς τὴν ἐπισκοπὴν προεβάλετο: καὶ οὕτω ἀμφότερα τὰ μέρη παυσάμενα τῆς πρὸς σφᾶς φιλονεικίας ἡσύχασαν. Ἀνάγκη οὖν γέγονε χρονίζειν τὸν Ἰωάννην κατὰ τὴν Ἔφεσον: παρέλκοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν, ὁ Σεβηριανὸς ἐν τῇ Κωνσταντινουπόλει ἐρασμιώτερος τοῖς ἀκροαταῖς ἐγίνετο. Καὶ ταῦτα οὐκ ἐλάνθανε μὲν τὸν Ἰωάννην, ταχέως γὰρ αὐτῷ τὰ γινόμενα διηγγέλλετο: Σαραπίωνος δὲ, οὗ καὶ πρότερον ἐποιησάμην μνήμην, ὑποβάλλοντος, καὶ ταράττεσθαι λέγοντος ὑπὸ Σεβηριανοῦ τὴν ἐκκλησίαν, πρὸς ζηλοτυπίαν ὁ Ἰωάννης προήχθη. Ὁδοῦ οὖν πάρεργον πολλὰς ἐκκλησίας Ναυατιανῶν καὶ Τεσσαρεσκαιδεκατιτῶν ἀφελὼν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται. Καὶ αὐτὸς μὲν πάλιν τὴν προσήκουσαν κηδεμονίαν τῶν ἐκκλησιῶν ἐποιεῖτο: Σαραπίωνος δὲ τὴν ὀφρῦν καὶ τὴν ἀλαζονείαν οὐδεὶς ὑποφέρειν ἐδύνατο. Ἐπεὶ γὰρ πολλὴν τὴν παρρησίαν παρὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐκέκτητο, πέρα τοῦ καθήκοντος πᾶσι προσεφέρετο: διὸ καὶ τὸ κατὰ τοῦ ἐπισκόπου μῖσος πλέον ἐξήπτετο. Καί ποτε τοῦ Σεβηριανοῦ παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν οὐκ ἀπένειμεν, ἀλλὰ καθήμενος διετέλει, δεικνὺς μικρὰ φροντίζειν τῆς Σεβηριανοῦ παρουσίας. Ταύτην οὐκ ἤνεγκεν ὁ Σεβηριανὸς τὴν τοῦ Σαραπίωνος καταφρόνησιν: καὶ πρὸς τούτοις μέγα ἀνακέκραγεν εἰπὼν, Εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι, Χριστὸς οὐκ ἐνηνθρώπησε. Ταύτης τῆς ἀφορμῆς ὁ Σαραπίων δραξάμενος φανερῶς ἐχθρὸν τὸν Σεβηριανὸν
267
τῷ Ἰωάννῃ κατέστησεν, ἀποκρύψας μὲν τὸν προσδιορισμὸν τοῦ εἰ Σαραπίων Χριστιανὸς ἀποθάνοι: μόνον δὲ εἰρηκέναι εἰπὼν τὸν Σεβηριανὸν, ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησε: καὶ τοῦ στίφους ἑαυτοῦ μάρτυρας, ὡς ἐπὶ εἰρημένῳ τούτῳ, παρῆγε. Μὴ μελλήσας οὖν ὁ Ἰωάννης ἐξελαύνει αὐτὸν τῆς πόλεως: καὶ γνοῦσα ταῦτα ἡ Αὐγοῦστα Εὐδοξία μέμφεται μὲν τῷ Ἰωάννῃ, παρασκευάζει δὲ ᾗ τάχος καλεῖσθαι τὸν Σεβηριανὸν ἐκ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος. Καὶ ὁ μὲν ὅσον οὐδέπω παρῆν: Ἰωάννης δὲ τὴν πρὸς αὐτὸν φιλίαν ἐξέκλινε, καὶ οὐδενὶ παραινοῦντι πειθήνιος ἦν: ὡς καὶ ἡ βασίλισσα Εὐδοξία ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τὸν υἱὸν Θεοδόσιον τὸν νῦν εὐτυχῶς βασιλεύοντα, κομιδῆ τότε νήπιον ὄντα, εἰς [*](Cp. vii. 22.) τὰ γόνατα τοῦ Ἰωάννου ἐμβαλοῦσα, καὶ ὅρκους κατ̓ αὐτοῦ πολλοὺς καθορκώσασα, μόλις τὴν πρὸς Σεβηριανὸν ἔπεισε φιλίαν ἀσπάσασθαι. Τοῦτον μὲν οὖν τὸν τρόπον οὗτοι κατὰ τὸ φανερὸν ἐφιλιώθησαν: ἔμενον δὲ οὐδὲν ἧττον τὴν γνώμην ὕπουλον πρὸς ἀλλήλους φυλάττοντες: ἡ μὲν οὖν ὑπόθεσις τῆς πρὸς Σεβηριανὸν λύπης, τοιαύτη τις ἦν.