Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς τοῦ λαοῦ στασιάσαντος διὰ τὴν ἀπαγωγὴν Ἰωάννου, Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος ἀποσταλεὶς πάλιν αὐτὸν ἐπανήγαγεν ἐν Κωνσταντινουπόλει.

Ὁ δὲ λαὸς ἀφόρητα ἐστασίαζεν. Οἷα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἀπεχθῶς πρὸς αὐτὸν ἐχόντων ἐπὶ οἶκτον

272
μετεβάλλοντο, καὶ συκοφαντεῖσθαι ἔλεγον, ὃν μικρῷ ἔμπροσθεν καθῃρημένον ἐπεθύμουν θεάσασθαι. Πλείους οὖν καὶ διὰ τοῦτο ἐγίνοντο οἱ καταβοῶντες καὶ τοῦ βασιλέως καὶ τῆς συνόδου τῶν ἐπισκόπων. Μάλιστα δὲ Θεοφίλῳ τῆς σκευωρίας τὴν αἰτίαν ἐτίθεσαν: οὐ γὰρ ἔτι λανθάνειν ἐπὶ τοῖς σκευωρημένοις ἐδύνατο: ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων τεκμηρίων, μάλιστα δὲ ὅτι τοῖς περὶ Διόσκορον τοῖς ἐπιλεγομένοις Μακροῖς εὐθὺς μετὰ τὴν Ἰωάννου καθαίρεσιν ἐκοινώνησε. Τότε δὴ καὶ Σεβηριανὸς ἐπὶ τῆς ἐκκλησίας διδάσκων εὐκαίρως ἔδοξε διασύρειν τὸν Ἰωάννην, φήσας, ‘Εἰ καὶ διὰ μηδὲν ἄλλο κατέγνωστο Ἰωάννης, ἀλλ̓ οὖν γε ἱκανὸν ἔγκλημα πρὸς καθαίρεσιν τὸ ἀλαζονικὸν ἦθος αὐτοῦ: πάντα μὲν γὰρ τὰ ἁμαρτήματα συγχωρεῖται τοῖς ἀνθρώποις, [*](1 Pet. v. 5.) ὑπερηφάνοις δὲ ὁ Θεὸς ἀντιτάσσεται, ὡς διδάσκουσιν αἱ θεῖαι γραφαί.ʼ Ταῦτα λεχθέντα φιλονεικότερον ἐποίει τὸ πλῆθος: διὸ τὴν ἀνάκλησιν ταχεῖαν ὁ βασιλεὺς ἐποίησε γενέσθαι. Πεμφθεὶς οὖν Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος καταλαμβάνει αὐτὸν ἐν Πρενέτῳ,—ἐμπόριον δὲ τοῦτο καταντικρὺ τῆς Νικομηδείας κείμενον, —καὶ ἀναστρέφει αὐτὸν ἐπὶ τὴν Κωνσταντινούπολιν. Ἐπεὶ δὲ ἀνακληθεὶς Ἰωάννης οὐ πρότερον εἰς τὴν πόλιν εἰσελθεῖν προῃρεῖτο, ἢ ἐν μείζονι δικαστηρίῳ ἀθῳωθῆναι, ἐν προαστείῳ ὃ καλεῖται Μαριαναὶ τέως ἐπέμενε. Παρέλκοντος δὲ αὐτοῦ, καὶ μὴ βουλομένου εἰς τὴν πόλιν ἐπανελθεῖν, ἠγανάκτει τὸ πλῆθος, καὶ ᾗ τάχος βλάσφημα κατὰ τῶν κρατούντων ἠφίεσαν ῥήματα: διὸ καὶ ἀνάγκην ἐπέθηκαν τῇ ἐπανόδῳ αὐτοῦ. Ἀπαντῆσαν οὖν τὸ πλῆθος σὺν πολλῇ σεβασμίῳ τιμῇ ἐπὶ τὴν ἐκκλησίαν εὐθὺς ἄγουσι: καὶ παρεκάλουν, ἔν τε τῷ ἐπισκοπικῷ θρόνῳ καθέζεσθαι, καὶ συνήθως τῷ λαῷ τὴν εἰρήνην ἐπεύξασθαι. Τοῦ δὲ παραιτουμένου, καὶ λέγοντος ὅτι τοῦτο δεῖ κρίσει γενέσθαι, καὶ δεῖν τοὺς καταψηφισαμένους πάλιν ἀποψηφίσασθαι, ἐξεκαίετο τὸ πλῆθος, ἰδεῖν αὐτὸν καθήμενον ἐν τῷ θρόνῳ ποθοῦντες, καὶ πάλιν αὐτοῦ διδάσκοντος ἀκροᾶσθαι. Ἐξίσχυσεν ὁ λαὸς ταῦτα κατεργάσασθαι: καὶ καθίσας ὁ Ἰωάννης εἰς τὸν ἐπισκοπικὸν θρόνον συνήθως μὲν τὴν εἰρήνην τῷ λαῷ ἐπηύξατο: προσαναγκασθεὶς δὲ, καὶ ἐδίδαξε. Τοῦτο πραχθὲν τοῖς ἀπεχθῶς ἔχουσι πρὸς αὐτὸν ἑτέρας σκευωρίας παρέσχεν ὑπόθεσιν: ἀλλὰ περὶ τούτου μὲν τέως ἡσύχαζον.
273

Ὡς δ̔??ʼὰ τὸ βὁ??ʼλεσθτα Θεόφιλ̔??ʼν τὰ ʽ??ʼθ̓ Ἡῥ??ʼκλείδὁ??ʼ ἀπ̔??ʼντος ἐξετάζεσθαι, τοῦ Ἱ̓??ʼννὁ??ʼ ἀντιλέγ̔??ʼντ̔??ʼς, συμπληγάδος γενομέν̔??ʼς, πολλοὶ ἀπώλοντο μετ̔??ʼξὺ τῶν Κ̔??ʼταντιν̔??ʼολ̔??ʼῶν καὶ τῶν Ἀλεξανδρέων: ἐφ̓ οἷς φοβηθεὶς Θεόφιλος καί τινες τῶν ἐπισκὅ??ʼ τῆς πόλεως ἐξεληλ̔??ʼσι.

Πρότερον δὲ τὰ κατὰ τὴν χειροτονίαν Ἡρακλείδου ἀναζητεῖσθαι Θεόφιλος παρεσκεύαζεν, ὅπως, εἰ δύναιτο, ταύτην γοῦν ἀφορμὴν λάβοι πρὸς τὴν Ἰωάννου καθαίρεσιν. Ἡρακλείδης μὲν οὖν οὐ παρῆν: ἐκρίνετο δὲ ἀπὼν, ὡς εἴη τυπτήσας τινὰς ἀδίκως, ἀλύσει τε δήσας, καὶ πομπεῦσαι ποιήσας διὰ μέσης τῆς Ἐφεσίων πόλεως. Τῶν τοίνυν περὶ Ἰωάννου λεγόντων, μὴ δεῖν κατὰ ἀπόντων κριτήριον ποιεῖσθαι, οἱ ἐκ τῆς Ἀλεξανδρείας ἐφιλονείκουν, δεῖν δέχεσθαι τοὺς κατηγοροῦντας Ἡρακλείδου, εἰ καὶ κατηγοροῦσιν ἀπόντος αὐτοῦ. Στάσις οὖν ἐντεῦθεν καὶ διαπληκτισμὸς μεταξὺ τῶν Κωνσταντινουπόλεως καὶ τῆς Ἀλεξανδρείας ἐγίνετο σύντονος. Καὶ γενομένης συμπληγάδος, πολλοὶ μὲν τραύματα ἔλαβον, ὀλίγοι δὲ καὶ ἀπώλοντο. Ταῦτα εἰδὼς Θεόφιλος εὐθὺς ὡς εἶχεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔφυγε: τοῦτο δὲ καὶ οἱ ἄλλοι ἐποίουν ἐπίσκοποι, πλὴν ὀλίγων οἳ τὰ Ἰωάννου ἠσπάζοντο: καὶ πάντες εἰς τὰ ἑαυτῶν φυγῇ ἀπεχώρησαν. Τούτων οὕτω γενομένων, ἐν καταγνώσει μὲν τοῖς πᾶσιν ὁ Θεόφιλος ἦν: ηὔξησε δὲ τὸ κατ̓ αὐτοῦ μῖσος τὸ αὖθις αὐτὸν μηδὲν ὑποστειλάμενον τὰ Ὠριγένους ἀσκεῖσθαι βιβλία. Ἐρωτηθεὶς οὖν ὑπό τινος, πῶς ἃ ἀπεκήρυξε, ταῦτα ἀσπάζεται πάλιν, ταῦτα ἀπεκρίνατο: Τὰ Ὠριγένους ἔοικε βιβλία λειμῶνι πάντων ἀνθέων: εἴ τι οὖν ἐν αὐτοῖς ἐφεύρω καλὸν, τοῦτο δρέπομαι: εἰ δέ τι μοι ἀκανθῶδες φανείη, τοῦτο ὡς κεντοῦν ὑπερβαίνω. Τοιαῦτα Θεόφιλος ἀπεκρίνατο, μὴ λογισάμενος τὸ τοῦ σοφοῦ Σολομῶντος, ὅτι λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ οὐκ ὀφείλουσι [*](Eccles. xii. 11.) λακτίζειν πρὸς αὐτοὺς οἱ ὑπὸ τῶν θεωρημάτων κεντούμενοι. Διὰ ταῦτα μὲν δὴ ἐν καταγνώσει παρὰ πᾶσιν ὁ Θεόφιλος ἦν. Διόσκορος δὲ, εἷς τῶν Μακρῶν, ὁ τῆς Ἑρμουπόλεως ἐπίσκοπος, ὀλίγον ὕστερον μετὰ τὴν Θεοφίλου φυγὴν ἐτελεύτησε: καὶ ταφῆς ἠξιώθη λαμπρᾶς, ἐν τῷ μαρτυρίῳ τῷ ἐν τῇ Δρυῒ κηδευθεὶς, ἔνθα διὰ Ἰωάννην γέγονεν ἡ σύνοδος. Ἰωάννης δὲ ταῖς διδασκαλίαις ἐσχόλαζε, καὶ χειροτονεῖ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ Ἡρακλείας ἐπίσκοπον, δἰ

274
ὃν τὸ κατ̓ αὐτοῦ μῖσος ἐγήγερτο: μετ̓ οὐ πολὺ δὲ ταῦτα ἐπισυνέβη γενέσθαι.

Περὶ τῆς ἀργυρᾶς στήλης τῆς Εὐδοξίας, καὶ ὡς διὰ τοῦτο πάλιν Ἰωάννης τῆς ἐκκλησίας ἐξωσθεὶς εἰς ἐξορίαν ἀπήγετο.

Τῆς Αὐγούστης Εὐδοξίας ἀνδριὰς ἀνέστη ἀργυροῦς ἐπὶ κίονος πορφυροῦ, χλανίδα ἐνδεδυμένος: ἕστηκε δὲ οὗτος ἐπὶ βήματος ὑψηλοῦ, οὔτε ἐγγὺς οὔτε πόρρω τῆς ἐκκλησίας, ᾗ ἐπώνυμον Σοφία: ἀλλὰ διείργει ἄμφω μέση πλατείας ὁδός. Ἐπὶ τούτῳ συνήθως δημώδεις ἤγοντο παιδιαί: Ἰωάννης δὲ ὕβριν τὰ γινόμενα τῆς ἐκκλησίας νομίζων, τὴν συνήθη τε παρρησίαν ἀνακτησάμενος, πάλιν τὴν ἑαυτοῦ γλῶτταν κατὰ τῶν ταῦτα ποιούντων ἐξώπλιζε. Καὶ δέον τοὺς κρατοῦντας λόγῳ παρακλητικῷ πείθειν παῦσαι τῆς παιδιᾶς, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίει: καταφορικῇ δὲ τῇ γλώσσῃ χρησάμενος ἔσκωπτε τοὺς γενέσθαι ταῦτα κελεύσαντας. Ἡ δὲ βασίλισσα πάλιν εἰς ἑαυτὴν εἷλκε τὰ γενόμενα: καὶ ὕβριν ἑαυτῆς τοὺς ἐκείνου λόγους νομίζουσα, πάλιν παρασκευάζει σύνοδον ἐπισκόπων συνάγεσθαι κατ̓ αὐτοῦ. Αἰσθόμενος δὲ ὁ Ἰωάννης τὴν περιβόητον ἐκείνην ἐπὶ τῆς ἐκκλησίας διεξῆλθεν ὁμιλίαν, ἧς ἡ ἀρχή: Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράσσεται, πάλιν ὀρχεῖται, πάλιν ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου ζητεῖ λαβεῖν. Τοῦτο πλέον πρὸς ὀργὴν ἐξῆψε τὴν βασιλίδα. Καὶ μετ̓ οὐ πολὺ παρῆσαν οἱ ἐπίσκοποι, Λεόντιος ἐπίσκοπος Ἀγκύρας τῆς μικρᾶς Γαλατίας, Ἀμμώνιος Λαοδικείας τῆς ἐν Πισιδίᾳ, Βρίσων Φιλίππων τῶν ἐν Θρᾴκῃ, Ἀκάκιος Βεροίας τῆς ἐν Συρίᾳ, καὶ ἄλλοι τινές: παρόντων δὲ τούτων, ἀνεκινοῦντο οἱ πρώην κατήγοροι. Ἰωάννης μὲν οὖν ἐθάρρει ἐπὶ τούτοις, καὶ ἠξίου ἐπιζητεῖσθαι τὰ κατηγορούμενα: τῆς δὲ ἑορτῆς τῶν γενεθλίων τοῦ Σωτῆρος ἐπελθούσης, ὁ βασιλεὺς εἰς τὴν ἐκκλησίαν συνήθως οὐκ ἀπήντα: ἀλλὰ δηλοῖ τῷ Ἰωάννῃ, ὡς οὐ πρότερον αὐτῷ κοινωνήσει πρὶν ἂν πρότερον ἀποδύσηται τὰ ἐγκλήματα. Ἐπεὶ δὲ τοῦ Ἰωάννου θαρροῦντος οἱ κατήγοροι δειλότεροι ἐδείκνυντο, οἱ παρόντες ἐπίσκοποι ἄλλο μὲν ἐρεύνων οὐδέν: μόνον δὲ τοῦτο δεῖν εἰς κρίσιν ἄγεσθαι ἔλεγον, ὅτι μετὰ τὴν καθαίρεσιν, μὴ ψηφισαμένης τῆς συνόδου αὐτῷ, εἰς τὸν θρόνον εἰσεπήδησε. Τοῦ δὲ λέγοντος, ὡς ἑξηκονταπέντε ἐπίσκοποι

275
κοινωνήσαντες αὐτῷ ἐψηφίσαντο, οἱ περὶ Λεόντιον ἀντεπῆγον: Ἀλλὰ πλείους, ὦ Ἰωάννη, κατεψηφίσαντό σου ἐν τῇ συνόδῳ. Ἐπεὶ δὲ πάλιν ὁ Ἰωάννης τὸν κανόνα τοῦτον οὐ τῆς αὐτῶν ἐκκλησίας, ἀλλὰ τῶν Ἀρειανῶν εἶναι ἔλεγεν,—οἱ γὰρ ἐν τῇ Ἀντιοχείᾳ συνελθόντες ἐπὶ τῇ καθαιρέσει τῆς ὁμοουσίου πίστεως, ἀπεχθείᾳ τῇ πρὸς Ἀθανάσιον τὸν κανόνα ἐξέδωκαν,—μὴ [*](Cp. ii. 8.) προσδεξάμενοι τὰς ἀπολογίας κατεψηφίσαντο: μὴ νοήσαντες, ὅτι τῷ κανόνι τούτῳ χρησάμενοι καὶ Ἀθανάσιον καθεῖλον. Ταῦτα πέπρακται ἐγγιζούσης τῆς ἑορτῆς τοῦ Πάσχα: δηλοῖ οὖν ὁ βασιλεὺς τῷ Ἰωάννῃ μὴ δύνασθαι εἰς τὴν ἐκκλησίαν ἐλθεῖν, ὅτι δύο αὐτοῦ κατεψηφίσαντο σύνοδοι. Ἤργει οὖν ὁ Ἰωάννης λοιπὸν, οὐδαμῶς τε εἰς τὴν ἐκκλησίαν κατήρχετο. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι, ἐκ τῆς ἐκκλησίας ἀναχωρήσαντες, τὸ μὲν Πάσχα ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐν Κωνσταντιαναῖς ἐπετέλεσαν: σὺν αὐτοῖς δὲ πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ἄλλοι ἱερατικοῦ τάγματος. Ἐξ ἐκείνου τε κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐν διαφόροις τόποις ποιούμενοι Ἰωαννῖται προσηγορεύθησαν. Ἰωάννης δὲ ἐπὶ δύο μῆνας οὐδαμοῦ προέβαινεν, ἕως ὅτου βασιλέως ἐκέλευε πρόσταγμα εἰς ἐξορίαν ἀπάγεσθαι. Καὶ ὁ μὲν ἀπήγετο τῆς ἐκκλησίας ἑλκυσθείς: τινὲς δὲ τῶν Ἰωαννιτῶν κατ̓ αὐτὴν τὴν ἡμέραν τὴν ἐκκλησίαν ἐνέπρησαν. Καιομένης δὲ αὐτῆς, ἄνεμος ἀπηλιώτης πνεύσας καὶ τὸν οἶκον τῆς συγκλήτου γερουσίας κατέκαυσε. Τοῦτο γέγονε τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς, ἐν ὑπατείᾳ Ὁνωρίου ἕκτῃ, [*](A.D. 404.) ἣν σὺν Ἀρισταινέτῳ ἐδίδου. Ὅσα μὲν οὖν διὰ τὸν γεγενημένον ἐμπρησμὸν ὁ τῆς Κωνσταντινουπόλεως ὕπαρχος, ᾧ ὄνομα ἦν Ὀπτάτος, Ἕλλην τὴν θρησκείαν ὑπάρχων, καὶ διὰ τοῦτο τοὺς Χριστιανοὺς μισῶν, κατὰ τῶν φιλούντων τὸν Ἰωάννην ἔπραξε, καὶ ὡς πολλοὺς ἐξ αὐτῶν ἐκόλασεν, παραλιπεῖν μοι δοκῶ.

Περὶ Ἀρσακίου τοῦ μετὰ Ἰωάννην χειροτονηθέντος καὶ περὶ Κυρίνου τοῦ Χαλκηδόνος.

Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, χειροτονεῖται ἐπίσκοπος Κωνσταντινουπόλεως Ἀρσάκιος: ὃς ἀδελφὸς μὲν ἐγεγόνει Νεκταρίου, τοῦ πρὸ Ἰωάννου τὴν ἐπισκοπὴν καλῶς δισικήσαντος, γηραιὸς δὲ σφόδρα, ὑπὲρ γὰρ ὀγδοήκοντα ἔτη ἐτύγχανεν ὤν. Καὶ τούτου δἰ

276
ὑπερβολὴν πρᾳότητος τὴν ἐπισκοπὴν ἡσύχως διέποντος, ὁ τῆς Χαλκηδόνος ἐπίσκοπος Κυρῖνος, οὗ τὸν πόδα ἄκων Μαρουθᾶς ὁ Μεσοποταμίας ἐπίσκοπος ἐπάτησεν, οὕτω κακῶς διετέθη, ὡς σηπεδόνα ποιῆσαι, καὶ γενέσθαι ἀνάγκην ὥστε ἀποπρισθῆναι τὸν πόδα. Οὐχ ἅπαξ δὲ τοῦτο ἐγένετο, ἀλλὰ πλειστάκις ἀπεπρίζετο: ἐπενέμετο γὰρ τὸ πάθος καὶ ὅλον τὸ σῶμα, ὥστε καὶ τὸν ἕτερον πόδα μεταλαβόντα τοῦ κακοῦ τὸ αὐτὸ ὑπομεῖναι. Τούτου χάριν δὲ πεποίημαι μνήμην, ὅτι πολλοὶ ἔφασκον διὰ τὴν εἰς Ἰωάννην βλασφημίαν ταῦτα παθεῖν τὸν Κυρῖνον, ὅτι ἀγόνατον αὐτὸν συνεχῶς [*](Cp. c. 15.) ἀπεκάλει, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐπειδὴ δὲ συνέβη καὶ χάλαζαν παμμεγεθεστάτην ἐν τῇ Κωνσταντινουπόλει καὶ περὶ τὰ αὐτῆς κατενεχθῆναι προάστεια, γέγονε δὲ τοῦτο ἐν τῇ αὐτῇ ὑπατείᾳ, περὶ τὴν τριακάδα τοῦ Σεπτεμβρίου μηνὸς, τοῦτο ἔλεγον κατὰ Θεοῦ μῆνιν γενέσθαι ἐπὶ τῇ ἀκρίτῳ καθαιρέσει Ἰωάννου. Ηὔξησε δὲ τοὺς τοιούτους λόγους καὶ ἡ τῆς βασιλίδος ἐπιγενομένη τελευτή: τετάρτῃ γὰρ ἡμέρᾳ μετὰ τὸ κατενεχθῆναι τὴν χάλαζαν ἐτελεύτησεν. Ἄλλοι δὲ ἔφασκον δίκαια πεπονθέναι τὸν Ἰωάννην ἐπὶ τῇ καθαιρέσει, ὅτι πολλὰς ἐκκλησίας τῶν Ναυατιανῶν καὶ Τεσσαρεσκαιδεκατιτῶν καὶ ἄλλων τινῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Λυδίαν γενόμενος ἔλαβεν, ἡνίκα διὰ τὴν Ἡρακλείδου χειροτονίαν ἐπὶ τὴν Ἔφεσον ἐστάλη. Ἀλλὰ πότερον δικαία ἡ καθαίρεσις Ἰωάννου κατὰ τὸν λόγον τῶν λυπηθέντων ὑπ̓ αὐτοῦ ἐγένετο, ἢ Κυρῖνος δικαίαν τῆς βλασφημίας ἐδίδου δίκην, καὶ πότερον διὰ Ἰωάννην ἡ χάλαζα κατηνέχθη, καὶ ἡ βασίλισσα ἐτελεύτησεν, ἢ ταῦτα δἰ ἑτέρους ἐγίνετο λόγους, ἢ καὶ δἰ ἀμφότερα, Θεὸς ἂν εἰδείη, ὁ τῶν κρυπτῶν γνώστης, ὁ καὶ αὐτῆς τῆς ἀληθείας κριτὴς δίκαιος: ἐγὼ δὲ τὰ τότε θρυλούμενα ἔγραψα.