Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς Ἀθανασίου τελευτήσαντος, οἱ Ἀρειανοὶ προστάξει τοῦ βασιλέως Οὐάλεντος Λουκίῳ τῷ ὑπ̓ αὐτῶν πρότερον χειροτονηθέντι τὰς ἐν Ἀλεξανδρείᾳ παραδόντες ἐκκλησίας τὸν Πέτρον φυλακῇ παρέδοσαν.

Εὐθὺς οὖν ἀνεθάρρουν οἱ Ἀρειανίζοντες, τῇ τοῦ βασιλέως αὐχοῦντες θρησκείᾳ: καὶ μηδὲν μελλήσαντες γνωρίζουσι βασιλεῖ κατὰ τὴν Ἀντιόχειαν τότε διάγοντι. Τότε δὴ καὶ Εὐζώϊος ὁ ἐν Ἀντιοχείᾳ τῆς Ἀρειανῆς προεστὼς θρησκείας ἁρπάζει τὸ εὐεπιχείρητον τοῦ καιροῦ: κατασκευάζει τε αὐτὸς κατελθεῖν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπὶ τῷ παραδοῦναι Λουκίῳ τῷ Ἀρειανῷ τὰς ἐκεῖ ἐκκλησίας. Ταῦτ̓ ἐδόκει καὶ βασιλεῖ: καὶ ᾗ τάχος σὺν δυνάμει βασιλικῇ παρῆν ἐπὶ τὴν Ἀλεξάνδρειαν: καὶ γὰρ Μάγνος ὁ ἐπὶ τῶν βασιλικῶν θησαυρῶν συγκατῆλθεν αὐτῷ. Καὶ βασιλέως πρόσταγμα Παλλαδίῳ τῷ Ἀλεξανδρείας ἐπάρχῳ ἐγέγραπτο, καὶ στρατιωτικὴ χεὶρ ὑπουργεῖν προσετέτακτο: διὸ τὸν μὲν Πέτρον συλλαβόντες, κατάκλειστον πεποιήκασι: τοὺς δὲ ἄλλους κληρικοὺς ἄλλον ἀλλαχῇ διασπείραντες, τὸν Λούκιον ἐνθρονίζουσιν.

192

Ὅτι πολλῶν κακῶν γενομένων εἰς τὸν Λουκίου ἐνθρονισμὸν, Σαβῖνος ὁ Μακεδονιανὸς οὐδενὸς ἐμνημόνευσε: Πέτρος δὲ συγγράφων ἐμνήσθη, ὃς καὶ διαφυγὼν πρὸς Δάμασον τὸν Ῥώμης ἀπεσώθη: οἱ δὲ Ἀρειανοὶ καὶ Λούκιος πολλὰ κακὰ τοῖς ἐν ἐρήμῳ ἁγίοις μονάζουσιν ἐνεδείξαντο.

Οἷα μὲν οὖν κακὰ ἐπὶ τῆς εἰσόδου Λουκίου γεγένηται, ἢ ὅσα κατὰ τῶν ἐξωθηθέντων ἔν τε δικαστηρίοις καὶ ἐκτὸς δικαστηρίων ἐπράχθη, ὅπως τε οἱ μὲν βασάνοις ποικίλαις ὑπεβλήθησαν, οἱ δὲ καὶ μετὰ τὰς βασάνους ἐξωρίσθησαν, Σαβῖνος μὲν οὐδ̓ ἡντιναοῦν πεποίηται μνήμην: Ἀρειανίζων γὰρ τὸ ἥμισυ, κρύπτει τὰ τῶν φίλων ἀδικήματα. Πέτρος δέ τοι γράμμασιν οἰκείοις, ἃ μετὰ τὴν ἐκ τῶν δεσμῶν φυγὴν ταῖς πανταχοῦ ἐκκλησίαις διεπέμψατο, φανερὰ τοῖς πᾶσι κατέστησεν. Οὗτος μὲν οὖν διαδράσαι τῆς εἱρκτῆς ἰσχύσας, πρὸς Δάμασον τὸν ἐπίσκοπον Ῥώμης ἀνέδραμε. Πάλιν δὲ οἱ Ἀρειανοὶ, καὶ ὀλίγοι τυγχάνοντες, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησιῶν ὅμως ἐκράτησαν. Οὐ πολὺς δὲ ἐν μέσῳ χρόνος ἐγίνετο, καὶ βασιλέως ἐκέλευε πρόσταγμα, τῆς τε Ἀλεξανδρείας καὶ πανταχόθεν τῆς Αἰγύπτου ἐλαύνεσθαι τοὺς φρονοῦντας τὸ ὁμοούσιον. Ἐπετέτακτο δὲ καὶ ὁ ἄρχων σὺν πολλῷ πλήθει στρατιωτῶν διώκειν πανταχόθεν ὅσους ἐκέλευσε Λούκιος. Ἔσκυλαν δὲ τηνικαῦτα καὶ ἐτάραξαν καὶ δεινῶς κατεπολέμησαν τὰ ἐν τῇ ἐρήμῳ μοναστήρια: ἐπελθόντες γὰρ ἔνοπλοι γυμνοῖς ἀνδράσι καὶ οὐδὲ τὴν χεῖρα αὐτὴν ἐκτείνειν πρὸς πληγὴν αἱρουμένοις, οὕτως ἐλεεινῶς ἐξεπόρθησαν, ὡς εἶναι λόγου κρείσσονα τὰ κατ̓ αὐτῶν πάθη γενόμενα.

Κατάλογος τῶν ἐν τῇ ἐρήμῳ ἁγίων μοναχῶν.

Ἐπειδὴ δὲ τῶν ἐν Αἰγύπτῳ μοναστηρίων μνήμην ἐποιησάμην, οὐδὲν κωλύει περὶ αὐτῶν βραχέα διεξελθεῖν. Τὰ ἐν Αἰγύπτῳ ἀσκητήρια ἴσως μὲν ἐκ μακρῶν τῶν χρόνων ἔλαβε τὴν ἀρχήν: ἐπλατύνθη μέντοι καὶ ἐπὶ μεῖζον προέκοψεν ἐξ ἀνδρὸς θεοφιλοῦς, ᾧ ὄνομα ἦν Ἀμμοῦν. Οὗτος νέος ὢν παρῃτεῖτο τὸν γάμον: ὡς δέ τινες τῶν προσηκόντων παρῄνουν μὴ καθυβρίζειν τὸν γάμον, ἀλλὰ γυναῖκα ἄγεσθαι, πείθεται μὲν καὶ ἔρχεται ἐπὶ γάμον. Εὐθὺς δὲ ἀπὸ τῆς παστάδος παραλαβὼν τὴν παρθένον, καὶ ἀγαγὼν ἐπὶ

193
τὸν κοιτῶνα μετὰ τῆς εἰωθυίας πομπῆς, τέλος ἀναχωρησάντων τῶν ἐπιτηδείων, αὐτὸς βιβλίον λαβὼν ἀποστολικὸν, τὴν πρὸς Κορινθίους Παύλου ἐπιστολὴν ἀνεγίνωσκε, καὶ πρὸς τὴν γαμετὴν τὰ τοῦ [*](1 Cor. vii. 10 ff.) ἀποστόλου πρὸς τοὺς γεγαμηκότας παραγγέλματα διεξήρχετο. Πολλὰ δὲ καὶ ἔξωθεν αὐτὸς προστιθεὶς ἐδίδασκεν, ὅσα ὁ γάμος ἔχει φορτικὰ, ὅπως τε ἐπώδυνος ἡ μεταξὺ ἀνδρὸς καὶ γυναικὸς συμβίωσις, καὶ οἷαι ὠδῖνες τὴν κυοφοροῦσαν ἐκδέχονται: καὶ τὰ ἐκ τῆς παιδοτροφίας προσετίθει μοχθηρά. Ἐπῆγε δὲ τὰ ἐκ τῆς ἁγνείας χρηστὰ, καὶ ὅπως ὁ καθαρὸς βίος ἐστὶν ἐλεύθερος καὶ ἀμόλυντος καὶ παντὸς ῥύπου ἐκτός: καὶ ὅτι ἡ παρθενία παρὰ Θεὸν εἶναι ποιεῖ. Ταῦτα καὶ πολλὰ τοιαῦτα πρὸς τὴν γαμετὴν παρθένον οὖσαν διεξελθὼν, πείθει αὐτὴν σὺν αὐτῷ πρὸ τοῦ συνελθεῖν ἀποτάξασθαι τῷ βίῳ τῷ κοσμικῷ. Καὶ ταύτας ἄμφω τὰς συνθήκας θέμενοι, ἐπὶ τὸ ὄρος τῆς καλουμένης Νιτρίας χωροῦσιν: ἐκεῖ τε βραχὺν χρόνον καλύβῃ διάγοντες ἀσκητήριον εἶχον κοινὸν, οὐκ ἔχοντες διάκρισιν θηλείας τε καὶ ἄρρενος: ἀλλὰ ὄντες ἓν, [*](Gal. iii. 28.) κατὰ τὸν ἀπόστολον, ἐν Χριστῷ. Οὐ πολλοῦ δὲ παραδραμόντος καιροῦ, ἡ νεόνυμφος καὶ ἀμόλυντος τοιάδε πρὸς τὸν Ἀμμοῦν ἔλεξεν: Οὐ πρέπον, ἔφη, ἀσκοῦντί σοι σωφροσύνην, ὁρᾷν ἐν τοσούτῳ οἰκήματι θήλειαν: διὸ εἰ δοκεῖ, ἕκαστος ἰδίᾳ τὴν ἄσκησιν ποιησώμεθα. Αὗται πάλιν αἱ συνθῆκαι ἤρεσκον ἀμφοτέροις: καὶ χωρισθέντες ἀπ̓ ἀπ̓ ἀλλήλων, οὕτως τὸ λοιπὸν τοῦ βίου διήνυσαν, ἀπεχόμενοι οἴνου τε καὶ ἐλαίου, μόνον τε ξηρὸν ἄρτον, καὶ αὐτὸν ποτὲ μὲν ὑπὲρ μίαν ἡμέραν, ποτὲ δὲ ὑπὲρ δύο, ἔστι δὲ καὶ ὑπὲρ πλείους ἐσθίοντες. Τούτου τοῦ Ἀμμοῦν τὴν ψυχὴν μετὰ θάνατον ἀναλαμβανομένην ὑπὸ ἀγγέλων ὁ κατ̓ αὐτὸν βιώσας Ἀντώνιος ἐθεάσατο, ὥς φησιν ἐν τῷ βίῳ αὐτοῦ ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος. [*](Cp. Ath. *wit. Anton. 60.) Ἐζήλωσαν οὖν τὸν βίον τοῦ Ἀμμοῦν πάνυ πολλοί: καὶ κατὰ μέρος ἐπληρώθη τὸ τῆς Νιτρίας ὄρος, καὶ τὸ τῆς Σκίτεως, ἐκ τοῦ πλήθους τῶν μοναχῶν. Ὧν πάντων τὸν βίον συγγράφειν ἰδίας ἔργον ἐστὶν ὑποθέσεως: ἐπεὶ δὲ ἐγένοντο ἐν αὐτοῖς ἄνδρες θεοφιλεῖς, καὶ ἐν τῇ ἀσκήσει διαπρέψαντες, καὶ ἀποστολικὸν βίον βιώσαντες, χρειώδη τέ τινα καὶ ἄξια τοῦ ἀπομνημονεύεσθαι ἐποίησάν τε καὶ ἔλεξαν, χρήσιμον οἶμαι ἐκ πολλῶν ὀλίγα ἐγκαταμίξαι τῇ ἱστορίᾳ πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων. Λέγεται τοίνυν Ἀμμοῦν οὗτος γυμνὸν ἑαυτὸν μὴ ἑωρακέναι ποτέ: λέγων ἀπρεπὲς
194
εἷναι τῷ μοναχῷ καὶ τὸ ἑαυτοῦ σῶμα γυμνὸν θεωρεῖν. Καί ποτε διαβῆναι ποταμὸν βουλόμενος, ὤκνει ἀποδύσασθαι: ηὔξατό τε τῷ Θεῷ, γενέσθαι αὐτῷ τὴν διάβασιν μὴ ἐγκοπτομένῳ τὴν πρόθεσιν: καὶ ἄγγελος μετέθηκεν αὐτὸν εἰς τὸ πέραν τοῦ ποταμοῦ. Δίδυμος ἄλλος: οὗτος μοναχὸς ἐνενήκοντα ἔτη βιοὺς οὐδενὶ ἀνθρώπων συνέμεινεν ἄχρι τῆς τελευτῆς. Ἀρσήνιος ἄλλος τοὺς τῶν νέων πταίσαντας οὐκ ἀφώριζεν, ἀλλὰ τοὺς προκόψαντας: λέγων ὅτι ὁ νέος ἀφορισθεὶς καταφρονητὴς γίνεται, ὁ δὲ προκόψας τῆς ἐκ τοῦ ἀφορισμοῦ ὀδύνης ταχεῖαν λαμβάνει τὴν αἴσθησιν. Πίωρ περιπατῶν ἤσθιεν: πυθομένου δέ τινος, Διὰ τί οὕτως ἐσθίεις; Οὐ βούλομαι, ἔφη, ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ̓ ὡς παρέργῳ. Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα ἀπεκρίνατο: Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν, φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνοιτο ἡ ψυχή. Ἰσίδωρος ἔλεγε τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ̓ οὗ αἰσθάνεσθαι μὲν τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέ ποτε δὲ συγκατατίθεσθαι μήτε ἐπιθυμίᾳ μήτε θυμῷ. Παμβὼς δὲ ἀγράμματος ὢν προσῆλθέ τινι ἐπὶ τῷ [*](Ps. xxxviii. (Lxx.) 1.) διδαχθῆναι ψαλμόν: ἀκούσας δὲ τὸν πρῶτον στίχον τοῦ λη ψαλμοῦ τοῦ λέγοντος, Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, δευτέρου ἀκοῦσαι μὴ ἀνεχόμενος ἀνεχώρησεν: ἀρκεῖσθαι φήσας τούτῳ τῷ ἑνὶ στίχῳ, ἐὰν δυνηθῶ ἔργῳ αὐτὸν ἐκμαθεῖν. Ἐγκαλέσαντος δὲ τοῦ παραδεδωκότος τὸν στίχον, διὰ τί ἑξαμηνιαίου παραδραμόντος χρόνου μὴ ἑωράκει αὐτὸν, ἀπεκρίνατο, Ὅτι τοῦ ψαλμοῦ τὸν στίχον οὔπω τῷ ἔργῳ ἐξέμαθον. Μετὰ ταῦτα δὲ πολλοὺς ἐπιβιοὺς χρόνους, πρός τινα τῶν γνωρίμων ἐρωτήσαντα εἰ τὸν στίχον ἐξέμαθεν, Ἐν ὅλοις, ἔφη, ἐννεακαίδεκα ἔτεσι μόλις αὐτὸν πράττειν ἐξέμαθον. Ὁ αὐτὸς, δεδωκότος τινος χρυσίον εἰς διατροφὴν τῶν πτωχῶν, καὶ εἰπόντος, Ἀρίθμησον ὃ δέδωκα, ἔφη, ἀριθμοῦ οὐ χρῄζειν, ἀλλ̓ ὑγιοῦς διαθέσεως. Οὗτος ὁ Παμβὼς, Ἀθανασίου τοῦ ἐπισκόπου παρακαλέσαντος, κατῆλθεν ἐκ τῆς ἐρήμου εἰς τὴν Ἀλεξάνδρειαν. Ἰδὼν δὲ ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο: τῶν δὲ παρόντων πυθομένων διὰ τί ἐδάκρυσε, Δύο, ἔφη, ἐκίνησεν: ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια: ἕτερον δὲ, ὅτι ἐγὼ οὐ τηλικαύτην ἔχω σπουδὴν πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσην αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς. Ἄλλος δέ τις ἔλεγεν, ὅτι ὁ μοναχὸς εἰ μὴ ἐργάζοιτο, ἐπίσης τῷ πλεονέκτῃ κρίνεται. Πιτ̔??ʼροῦς πολλά τινα φυσικὰ θεωρήματα ἠπίστατο: καὶ
195
συνεχῶς ἄλλοτε ἄλλα πρὸς τοὺς ἐντυγχάνοντας ἔλεγεν: καθ̓ ἕκαστον δὲ τῶν θεωρημάτων ηὔχετο. Ἐγένοντο δὲ ἐν τοῖς μοναχοῖς κατ̓ ἐκεῖνον τὸν χρόνον δύο ἄνδρες θεοφιλεῖς ὁμώνυμοι ἑαυτοῖς, ἑκατέρῳ γὰρ αὐτῶν ὄνομα ἦν Μακάριος. Ὧν ὁ μὲν ἐκ τῆς ἄνω Αἰγύπτου ἦν, ὁ δὲ ἐκ τῆς Ἀλεξανδρέων πόλεως: ἀμφότεροι δὲ πολλῶν ἕνεκεν γεγόνασι περιβόητοι, δἰ ἄσκησιν, διὰ βίον, διὰ τὰ ἐν χερσὶν αὐτῶν γενόμενα θαύματα. Ὁ μὲν οὖν Αἰγύπτιος Μακάριος τοσαύτας θεραπείας ποιησάμενος, καὶ τοσούτους τῶν δαιμονώντων ἐξήλασε [*]([Qu. e)poi/hse;]) δαίμονας, ὡς ἰδίας δεῖσθαι συγγραφῆς, ὧν χάριτι Θεοῦ διεπράξατο: ἦν δὲ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός. Ὁ δὲ Ἀλεξανδρεὺς Μακάριος, κατὰ πάντα παραπλήσιος ὢν τῷ Αἰγυπτίῳ, ἐν τούτῳ διήλλασσεν, ὅτι πρὸς τοὺς ἐντυγχάνοντας ἱλαρός τε ἦν, καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγεν πρὸς ἄσκησιν. Τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δἰ ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν: ὃς ἐν τῇ Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ Ναζιανζηνοῦ εἰς τὴν τοῦ διακόνου προχειρισθεὶς τάξιν, εἶτα ἅμα αὐτῷ εἰς τὴν Αἴγυπτον κατελθὼν, καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι, τὸν ἐκείνων βίον ἐζήλωσε. Καὶ τοσαῦτα τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ γέγονεν, ὅσα καὶ ἐν ταῖς τῶν αὐτοῦ καθηγητῶν. Τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται: ὧν τὸ μὲν, Μοναχὸς, ἢ περὶ πρακτικῆς, ἐπιγέγραπται: τὸ δὲ, Γνωστικὸς, [*](Cp. iii. 7.) ἢ πρὸς τὸν καταξιωθέντα γνώσεως, κεφάλαια δὲ αὐτοῦ πεντήκοντα: τὸ δὲ, Ἀντιρρητικὸς ἀπὸ τῶν θείων γραφῶν πρὸς τοὺς πειράζοντας δαίμονας, ἐν ὀκτὼ διῃρημένον μέρεσι κατὰ τὸν ἀριθμὸν τῶν ὀκτὼ λογισμῶν. Καὶ ἑξακόσια προγνωστικὰ προβλήματα: ἔτι μὴν καὶ στιχηρὰ δύο, ἓν πρὸς τοὺς ἐν τοῖς κοινοβίοις ἢ ἐν συνοδίαις μοναχοὺς, καὶ ἓν πρὸς τὴν παρθένον: ἅτινα ὅπως ἐστὶ θαυμαστὰ, οἱ ἐντυγχάνοντες εἴσονται. Εὔκαιρον δὲ, ὡς ἡγοῦμαι, μικρὰ τῶν αὐτῷ μνημονευθέντων περὶ τῶν μοναχῶν τούτοις συνάψαι: φησὶ γὰρ κατὰ λέξιν τάδε: Ἀναγκαῖον καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾷν, [*](Cp. Coteler. Eccl. Gr. Mon. iii. 59.) καὶ πρὸς αὐτὰς κατορθοῦσθαι: πολλὰ γάρ ἐστιν ὑπ̓ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς. Ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δὲ αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας:
196
Οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφησεν, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη. Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέν τις τῶν τότε σοφῶν, καὶ, Πῶς δαικαρτερεῖς, εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος; Τὸ ἐμὸν βιβλίον, ἕφη ὁ Ἀντώνιος, ὦ φιλόσοφε, ἡ φύσις τῶν γεγονότων ἐστι: καὶ πάρεστιν, ὅτε βούλομαι, τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ. [*](Acts ix. 15.) Ἠρώτησέ με τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ Αἰγύπτιος γέρων Μακάριος, Τί δή ποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν; Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος, καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, Διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον πάθος παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. Παρέβαλλον κατ̓ αὐτὴν τὴν σταθηρὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ, καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ᾔτουν ὕδωρ πιεῖν. Ὁ δέ φησιν, Ἀρκέσθητι τῇ σκιᾷ: πολλοὶ γὰρ ὁδοιποροῦντες νῦν, ἢ καὶ πλέοντες, καὶ ταύτης ἐστέρηνται. Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος, Θάρσει, φησὶν, ὦ τέκνον: ἐν ὅλοις εἴκοσιν ἔτεσιν, οὔτε ἄρτου οὔτε ὕδατος οὔτε ὕπνου κόρον εἴληφα. Τὸν μὲν γὰρ [*](Cp. Ezek. iv. 10, 11.) ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ: τοῖς τοίχοις δὲ ἐμαυτὸν παρανακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. Ἐμηνύθη τινι τῶν μοναχῶν θάνατος τοῦ πατρός: ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, Παῦσαι, φησὶ, βλασφημῶν: ὁ γὰρ ἐμὸς Πατὴρ ἀθάνατός ἐστιν. Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον: καὶ τοῦτο πωλήσας, ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, [*](Matt. xix. 21.) ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα: Αὐτὸν γὰρ, φησὶ, τὸν λόγον πεπώληκα τὸν λέγοντα, Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. Ἔστι δέ τις περὶ τὴν Ἀλεξάνδρειαν νῆσος κατ̓ αὐτὸ τὸ βόρειον πέραν τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας: προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς Παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος, ὅστις ἀπεφῄνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δἰ αἰτίας πέντε, διὰ Θεὸν, διὰ φύσιν, διὰ ἔθος, δἰ ἀνάγκην, διὰ ἔργον χειρῶν. Ὁ δὲ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετὴν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς: καὶ γὰρ καὶ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μὲν, φησὶν, ἐστὶ, ταῖς δὲ δἰ ὦν εἰσβάλλει θυρίσι σχηματίζεσθαι πέφυκεν. Ἄλλος δέ τις τῶν μοναχῶν, Διὰ τοῦτο περιαιρῶ τὰς ἡδονὰς, εἶπεν, ἴνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις: οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν, καὶ ἐκταράσσοντά μου τὸν νοῦν, καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων, ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δὲ αὐτὸς, Οὐκ οἶδα, φησὶν, εἰς ταὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. Ταῦτα μὲν ὁ Εὐάγριος ἐν τῷ ἐπιγραφομένῳ αὐτοῦ Πρακτικῷ κατὰ λέξιν ἀπεμνημόνευσεν: ἐν δὲ τῷ Γνωστικῷ αὐτοῦ τοιαῦτά φησι:
197
Τέσσαρας ἀρετὰς, καὶ τὰς θεωρίας αὐτῶν, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι: φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην. Καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι, τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων: τούτους γὰρ ὑπὸ τῆς σοφίας δηλοῦσθαι παραδέδωκεν: ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα: τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα, καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι: δικαιοσύνης δὲ πάλιν, τὸ κατ̓ ἀξίαν ἑκάστου λόγον ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δἰ αἰνιγμάτων σημαίνουσαν, τινα δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν ἁπλουστέρων. Τῆς ἀληθείας στύλος ὁ Καππαδόκης Βασίλειος, Τὴν μὲν ἀπ̓ ἀνθρώπων, φησὶν, ἐπισυμβαίνουσαν γνῶσιν προσεχὴς μελέτη καὶ γυμνασία κρείσσονα ποιεῖ: τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος. Καὶ τὴν μὲν προτέραν δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι: τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοὶ, οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσι. Τῶν Αἰγυπτίων ὁ ἄγιος φωστὴρ Ἀθανάσιος, Τὴν τράπεζαν, φησὶ, Μωϋσῆς εἰς τὸ βόρειον μέρος στῆσαι προστάσσεται: γινωσκέτωσαν οἱ γνωστικοὶ, τίς [*](Exod. xxvi. 35.) ὁ πνέων ἐστὶ κατ̓ αὐτῶν, καὶ πάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προθυμίας τοὺς προσιόντας τρεφέτωσαν. Ἔλεγε δὲ ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων ὅτι ὁ νοῦς μὲν πεποκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται: ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει: πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια. Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους, φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος Δίδυμος, καὶ τούτων τὰς ὕλας διὰ μνήμης φέρειν πειράθητι: ἅπαντες γὰρ σχεδὸν ἐν τούτοις προσπταίουσι. Καὶ τοὺς μὲν περὶ κρίσεως λόγους ἐν τῇ διαφορᾷ τῶν σωμάτων καὶ κατὰ τὸν κόσμον εὑρήσεις: τοὺς δὲ περὶ προνοίας ἐν τοῖς τρόποις τοῖς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπὶ τὴν ἀρετὴν ἢ ἐπὶ τὴν γνῶσιν ἡμᾶς ἐπανάγουσι. Τοσαῦτα μὲν ἐκ τῶν Εὐαγρίου ἐνταῦθα παρεθέμεθα. Ἐγένετο δὲ καὶ ἄλλος ἀνὴρ θαυμάσιος ἐν τοῖς μοναχοῖς, ᾧ ὄνομα Ἀμμώνιος, ὅστις οὕτως ἦν ἀπερίεργος, ὥστε ἐν τῇ Ῥώμῃ ἅμα Ἀθανασίῳ γενόμενος μηδὲν ἑλέσθαι ἱστορῆσαι τῶν ἔργων τῆς πόλεως, μόνον δὲ ἰδεῖν τὸ Πέτρου καὶ Παύλου μαρτύριον. Οὗτος ὁ Ἀμμώνιος εἰς ἐπισκοπὴν ἑλκόμενος καὶ διαφυγὼν, τὸ δεξιὸν οὖς αὐτοῦ ἐξέκοψεν, ὅπως ἂν τῷ ἀσχήμῳ τοῦ σώματος τὴν χειροτονίαν ἐκφύγῃ. Ἐπειδὴ δὲ χρόνῳ ὕστερον καὶ Εὐάγριος ὑπὸ Θεοφίλου τοῦ ἐπισκόπου Ἀλεξανδρείας [*](Cp. v. 16.) πρὸς ἐπισκοπὴν συλληφθεὶς ἀπέφυγεν, οὐδὲν ἀκρωτηριάσας
198
τοῦ σώματος, περιτυχὼν τῷ Ἀμμωνίῳ χαριεντιζόμενος ἔλεγεν, ὡς κακῶς εἴη πράξας ἐκκόψας τὴν ἀκοήν: καὶ ἔνοχος εἶναι Θεοῦ τοῦτο ποίησας. Ὁ δὲ Ἀμμώνιος πρὸς αὐτὸν, Ἀλλὰ σὺ, ἔφη, Εὐάγριε, οὐκ οἴει δώσειν δίκην τὴν γλῶσσαν ἀποτεμὼν, διὰ φιλαυτίαν τῇ δοθείσῃ χάριτι μὴ χρησάμενος; Ἐγένοντο μὲν οὖν κατὰ τὸν αὐτὸν χρόνον ἐν τοῖς μοναστηρίοις καὶ ἄλλοι πλεῖστοι ἄνδρες θαυμαστοὶ καὶ θεοφιλεῖς, ὧν ἐν τῇ προκειμένῃ συγγραφῇ μνημονεύειν μακρὸν ἂν εἴη: ἄλλως τε καὶ ἐκβαίνειν τοῦ προκειμένου ἀνάγκη, εἰ βουλοίμεθα καθ̓ ἕκαστον τῶν ἀνδρῶν τοὺς βίους, καὶ ὅσα ἐποίησαν θαύματα διὰ τὴν προσοῦσαν αὐτοῖς ἁγιότητα, λέγειν. Εἰ δέ τις βούλοιτο τὰ περὶ αὐτῶν μανθάνειν, ὧν τε ἐποίησαν, ὧν τε ἔπραξαν, καὶ ὧν πρὸς ὠφέλειαν τῶν ἀκουσάντων ἐφθέγξαντο, [*]([Hist. Lausiaca.]) ὅπως τε αὐτοῖς τὰ θηρία ὑπήκουον, πεπόνηται Παλλαδίῳ τῷ μοναχῷ ἴδιον μονόβιβλον: ὃς Εὐαγρίου μὲν ἦν μαθητὴς, πάντα δὲ ἀκριβῶς περὶ αὐτῶν διεξῆλθεν: ἐν ᾧ καὶ γυναικῶν ἐφάμιλλον τοῖς προειρημένοις ἀνδράσιν ἐπανελομένων βίον μνήμην πεποίηται. Εὐάγριος μὲν οὖν καὶ Παλλάδιος μικρὸν ὕστερον μετὰ τὴν Οὐάλεντος τελευτὴν ἤνθησαν. Ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν.

Περὶ τῶν ἐξορισθέντων ἁγίων μοναχῶν, ὅπως ὁ Θεὸς ταῖς αὐτῶν θαυματοποιΐαις πάντας πρὸς ἑαυτὸν ἐφειλκύσατο.

Τοῦ τοίνυν βασιλέως Οὐάλεντος νόμῳ κελεύσαντος διώκεσθαι τούς τ̓ ἐν Ἀλεξανδρείᾳ καὶ τοὺς κατ̓ Αἴγυπτον, πάντα ἐπορθεῖτο καὶ ἀνετρέπετο: τῶν μὲν ἑλκομένων εἰς δικαστήρια, τῶν δὲ βαλλομένων εἰς δεσμωτήρια, ἄλλων τε ἄλλως στρεβλουμένων. Διάφοροι γὰρ τιμωρίαι κατὰ τῶν ἡσυχάζειν φιλούντων ἐγίνοντο. Ἐπεὶ δὲ ταῦτα ἐν τῇ Ἀλεξανδρείᾳ ᾗ ἐδόκει Λουκίῳ ἐπέπρακτο, Εὐζώϊος ἐπὶ τὴν Ἀντιόχειαν αὖθις ὑπέστρεψεν: οἱ δὲ εὐθὺς ἐπὶ τὰ τῆς Αἰγύπτου [*]([o(/ te *wal.]) μοναστήρια ἐχώρουν, ὁ δὲ στρατηγὸς σὺν πλήθει πολλῶν στρατιωτῶν, καὶ ὁ Ἀρειανὸς Λούκιος. Οὐδὲ γὰρ αὐτὸς ἀπελείπετο, ἀλλὰ στῖφος ἁγίων ἀνδρῶν οὐδαμῶς οἰκτιζόμενος, χείρονα τῶν στρατιωτῶν διεπράττετο. Ὡς δὲ ἐπὶ τὸν τόπον ἐγίνοντο, κατελάμβανον τοὺς ἄνδρας τὰ συνήθη πράττοντας, εὐχομένους, πάθη θεραπεύοντας, δαίμονας ἐξελαύνοντας. Οἱ δὲ μικρὰ τῶν τοῦ Θεοῦ

199
θαυμάτων φροντίσαντες, οὐδὲ τὰς συνήθεις εὐχὰς ἐν τοῖς εὐκτηρίοις τόποις συνεχώρουν ἐπιτελεῖσθαι: ἀλλὰ αὐτοὺς καὶ τούτων ἐξέβαλλον. Καὶ οὐκ ἐπὶ τούτων μόνον ἔστησαν, ἀλλὰ προϊόντες τοῖς ὅπλοις ἐκέχρηντο κατ̓ αὐτῶν. Ταῦτα καὶ ὁ Ῥουφῖνος ἑωρακέναι παρὼν καὶ πεπονθέναι φησίν: ἀνενεοῦντό τε καὶ ἐπ̓ αὐτῶν τὰ τοῦ ἀποστόλου λεγόμενα: ἐνεπαίζοντο γὰρ, καὶ μαστίγων πεῖραν [*](Heb. xi.36-38.) ἐλάμβανον, ἐγυμνοῦντο, ἐδεσμοῦντο, ἐλιθάζοντο, ἐν φόνῳ μαχαίρας ἀπέθνησκον, ἄνδρες περιερχόμενοι κατὰ τὴν ἔρημον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπ̓ ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς: καὶ ταῦτα, μαρτυρηθέντες ὑπό τε τῆς πίστεως καὶ τῶν ἔργων καὶ τῶν ἰαμάτων, ὅσα ἐν ταῖς χερσὶν αὐτῶν ἡ τοῦ χριστοῦ χάρις εἰργάζετο. Ἀλλ̓ ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ πρόνοια ταῦτα παθεῖν τοὺς ἄνδρας συνεχώρησεν, κρεῖττόν [*](Heb. xi. 40.) τι προβλεψαμένη, ἵνα δἰ ὧν αὐτοὶ κακῶς ἔπασχον, ἕτεροι τὴν ἐν Θεῷ σωτηρίαν εὕρωσιν: καὶ τοῦτο ἡ ἀπόβασις ἔδειξεν. Ὡς οὖν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες κρείττονες τῆς ἐπιφερομένης ἀνάγκης ἐγίνοντο, ἀποκνήσας ὁ Λούκιος γνώμην δίδωσι τῷ ἡγουμένῳ τοῦ στρατιωτικοῦ τάγματος, ὑποβάλλειν ἐξορίᾳ τοὺς πατέρας τῶν μοναχῶν: αὐτοὶ δὲ ἦσαν ὁ Αἰγύπτιος Μακάριος καὶ ὁ Ἀλεξανδρεὺς, ὁ τούτου ἐπώνυμος. Ἐξωρίζοντο οὖν οἱ ἄνδρες εἰς νῆσόν τινα, ἥτις οὐδένα τῶν Χριστιανῶν εἶχεν οἰκήτορα: κατ̓ αὐτήν τε τὴν νῆσον ἐτύγχανεν ὂν ἱερὸν, καὶ ἱερεὺς ἐν αὐτῷ, ὃν πάντες οἱ ἐκεῖ ἶσα θεῷ ἔσεβον. Γενομένων δὲ τῶν θεοφιλῶν ἀνδρῶν ἐν τῇ νήσῳ, πάντα μὲν τὰ ἐκεῖ δαιμόνια ἐν θορύβῳ καὶ φόβῳ ἐγίνοντο. Συνέβαινε δὲ κατ̓ αὐτὸ καὶ τοιοῦτό τι πρᾶγμα γενέσθαι: ἡ τοῦ ἱερέως θυγάτηρ ἄφνω ὑπὸ δαίμονος κάτοχος γενομένη ἐξεμάνη, καὶ πάντα ἀνέτρεπεν: ἀκατάσχετός τε ἦν, καὶ οὐδενὶ τρόπῳ ἡσυχάσαι ἠδύνατο: ἀλλ̓ ἐβόα μεγάλα, καὶ πρὸς τοὺς θεοφιλεῖς ἐκείνους ἄνδρας, Τί, φησὶν, ἤλθετε καὶ ἐντεῦθεν ἐξελάσαι ἡμᾶς; Πάλιν οὖν οἱ ἄνδρες ἐκεῖ τὸ ἴδιον ἔργον, ὅ ἐκ Θεοῦ χάριτος εἰλήφασιν, ἐπεδείκνυντο: ἐξελάσαντες γὰρ τὸν δαίμονα τῆς παρθένου, καὶ ὑγιῆ αὐτὴν τῷ πατρὶ παραδόντες, εἰς πίστιν τοῦ Χριστιανισμοῦ ἤγαγον τόν τε ἱερέα καὶ πάντας τοὺς ἐκεῖ ἐνοικοῦντας ἐν τῇ νήσῳ. Εὐθὺς οὖν τὰ μὲν ἀγάλματα ἐξέβαλον: τὸ δὲ σχῆμα τοῦ ναοῦ εἰς ἐκκλησίας τύπον μεταποιήσαντες, ἐβαπτίζοντό τε καὶ πάντα τὰ τοῦ Χριστιανισμοῦ
200
χαίροντες ἐδιδάσκοντο. Οὕτω μὲν δὴ ἐλαυνόμενοι διὰ τὴν τοῦ ὁμοουσίου πίστιν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες αὐτοί τε δοκιμώτεροι ἐγίνοντο, καὶ ἄλλους ἔσωζον, καὶ τὴν πίστιν βεβαιοτέραν εἰργάζοντο.

Περὶ Διδύμου τοῦ τυφλοῦ.

ʽΥπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἕτερον ἄνδρα πιστὸν ἀνέδειξεν ὁ Θεὸς, δἰ αὐτοῦ μαρτυρηθῆναι δικαιώσας τὴν πίστιν. Δίδυμος γὰρ, ἀνὴρ θαυμαστὸς καὶ ἐλλόγιμος, κατὰ τὸν αὐτὸν ἤνθησε χρόνον, πάσῃ διαπρέψας παιδεύσει: οὗτος κομιδῇ νέος ὢν, καὶ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα μαθὼν, τῷ τῆς ὀφθαλμίας περιέπεσε πάθει, καὶ κακῶς διατεθεὶς τὸ ὁρατικὸν ἀπέβαλεν. Ὁ Θεὸς δὲ αὐτῷ ἀντὶ τῶν αἰσθητῶν ὀφθαλμῶν παρέσχε τοὺς νοητούς: ἃ γὰρ δἰ ὀφθαλμῶν παιδευθῆναι οὐκ ἴσχυσε, ταῦτα δἰ ἀκοῆς ἐξεμάνθανε. Ἐκ παιδὸς γὰρ ὢν εὐφυὴς, καὶ ψυχῆς λαχὼν ἀγαθῆς, ἐνίκα τοὺς [*]([*wal. om. eu)fuei=s.]) εὐφυεῖς καὶ ὀξύτατα βλέποντας: γραμματικῆς τε γὰρ τοὺς κανόνας ῥαδίως κατώρθου, καὶ ῥητορικῆς πάλιν θᾶττον ἐλάμβανεν. Ἐλθὼν δὲ ἐπὶ τὰ φιλόσοφα θαυμαστῶς πως καὶ τὴν διαλεκτικὴν ἐξέμαθε, καὶ ἀριθμητικήν τε καὶ μουσικὴν, καὶ τὰ ἄλλα τῶν φιλοσόφων μαθήματα ἐν τῇ ψυχῇ κατέθετο, ὡς προθύμως αὐτὸν ἀπαντᾷν πρὸς τοὺς ταῦτα δἰ ὀφθαλμῶν κατορθώσαντας. Οὐ μὴν ἀλλὰ καὶ τὰ θεῖα λόγια παλαιᾶς καὶ καινῆς Διαθήκης οὕτως ἀκριβῶς ἐγνώκει, ὥστε πολλὰ μὲν ἐκδοῦναι βιβλία: ὑπαγορεῦσαι δὲ καὶ τὰ περὶ Τριάδος τρία βιβλία: ἑρμηνεῦσαι δὲ καὶ τὰ περὶ Ἀρχῶν̓ Ὠριγένους, ὑπομνήματά τε ἐκδοὺς εἰς αὐτὰ, δἰ ὧν συνίστησιν ὡς εἴη [*](Cp. vi. 13.) ἄριστα γεγραμμένα, καὶ μάτην ἐρεσχελοῦσιν οἱ κακηγορεῖν τὸν ἄνδρα καὶ τὰ βιβλία διασύρειν σπουδάζοντες: μηδὲ γὰρ αὐτοὺς δύνασθαι, φησὶν, ἑλεῖν τὴν τοῦ ἀνδρὸς σύνεσιν. Εἴ τις οὖν τὴν πολυμαθίαν καὶ τὸ διάπυρον τῆς ψυχῆς Διδύμου γνῶναι προῄρηται, ἐντυχὼν τοῖς πεπονημένοις αὐτῷ βιβλίοις μαθήσεται. Τούτῳ [*]([Qu. pro/teron h)/;]) λέγεται καὶ Ἀντώνιον ἤδη πρότερον κατὰ τὸν Οὐάλεντος χρόνον, ὅτε διὰ τοὺς Ἀρειανοὺς ἐν τῇ Ἀλεξανδρείᾳ ἐκ τῆς ἐρήμου κατῆλθεν, ἐντυχεῖν τῷ Διδύμῳ, καὶ μαθόντα τὴν τοῦ ἀνδρὸς σύνεσιν εἰπεῖν πρὸς αὐτόν: Μηδὲν, ὦ Δίδυμε, ταραττέτω σε ἡ τῶν αἰσθητῶν ὀφθαλμῶν ἀποβολή: τοιοῦτοι γάρ σοι λείπουσιν ὀφθαλμοὶ,

201
οἶς καὶ μυῖαι καὶ κώνωπες βλέψαι ἰσχύουσιν: χαῖρε δὲ ὅτι ἔχεις ὀφθαλμοὺς, οἶς καὶ ἄγγελοι βλέπουσι, δἰ ὧν καὶ ὁ Θεὸς θεωρεῖται, καὶ τὸ αὐτοῦ φῶς καταλαμβάνεται. Ταῦτα μὲν ἤδη πρότερον παρὰ τοῦ θεοφιλοῦς Ἀντωνίου πρὸς Δίδυμον εἴρητο: τότε δὲ μέγιστος συνήγορος τῆς οἰκείας πίστεως ἐφαίνετο Δίδυμος, πρὸς τοὺς Ἀρειανοὺς ἀπαντῶν, καὶ τὰ σοφίσματα ἀναλύων αὐτῶν, καὶ τοὺς κιβδήλους καὶ δολεροὺς αὐτῶν λόγους ἐξελέγχων.

Περὶ Βασιλείου Καισαρείας, καὶ Γρηγορίου Ναζιανζοῦ.

Ἀλλὰ Δίδυμον μὲν τοῖς ἐν Ἀλεξανδρείᾳ Ἀρειανίζουσιν ἡ τοῦ Θεοῦ ἀντέταξε πρόνοια: ἐν δὲ ταῖς ἄλλαις πόλεσιν, Βασίλειόν τε τὸν Καισαρέα καὶ Γρηγόριον τὸν Ναζιανζηνόν: περὶ ὧν βραχέα εἰπεῖν εὔκαιρον ἡγοῦμαι. Ἤρκει μὲν γὰρ ἡ παρὰ πᾶσι σωζομένη τῶν ἀνδρῶν μνήμη, καὶ ἡ ἐκ τῶν γεγραμμένων αὐτοῖς βιβλίων μάθησις, παραθέσθαι τὴν ἑκατέρου εὔκλειαν: ἐπεὶ δὲ κατ̓ ἐκεῖνο καιροῦ τὰ πολλὰ ταῖς ἐκκλησίαις αὐτοὶ συνεβάλλοντο, καὶ ὡς ἐμπύρευμα τῆς πίστεως ἐφυλάχθησαν, ἀπαιτεῖ ἡ ὑπόθεσις μάλιστα τούτων μνήμην ποιήσασθαι. Βασιλείου τοίνυν καὶ Γρηγορίου εἴ τις βούλοιτο σύγκρισιν ποιήσασθαι, διεξιέναι τε τὸν ἑκάστου βίον καὶ τρόπον, καὶ τὰς προσούσας αὐτοῖς ἀρετὰς, ἀμφιβάλλοι ἂν ἕτερον τοῦ ἑτέρου προκρῖναι. Ἄμφω γὰρ ἦσαν ἀλλήλοις ἐφάμιλλοι κατά τε τὴν ὀρθὴν πολιτείαν, καὶ κατὰ τὰς παιδεύσεις, τήν τε Ἑλληνικήν φημι, καὶ τὴν τῶν ἱερῶν γραμμάτων. Νέοι γὰρ δὴ ὄντες [*](Cp. Greg. Naz. Orat. xliii. 15.) οὗτοι, ἐν ταῖς Ἀθήναις γενόμενοι, τῶν τότε ἀκμασάντων σοφιστῶν Ἱμερίου καὶ Προαιρεσίου ἀκροαταὶ γενόμενοι, καὶ μετὰ ταῦτα ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας Λιβανίῳ συμφοιτήσαντες, ἄκρως τὴν ῥητορικὴν [*](Cp. iii. 1, 23.) ἐξεπόνησαν. Ἄξιοί τε τοῦ σοφιστεύειν κριθέντες, ὑπὸ πολλῶν παρεκλήθησαν ἐπὶ τὸν διδασκαλικὸν βίον ἐλθεῖν: ἄλλων δὲ αὐτοὺς ἐπὶ δικανικὴν παρακαλούντων, ἀμφοτέρων κατεφρόνησαν: καὶ καταλιπόντες τὸ σοφιστεύειν, τὸν μονήρη βίον προέκριναν. Ἁψάμενοι οὖν φιλοσόφων λόγων παρὰ τῷ τηνικαῦτα ἐν τῇ Ἀντιοχείᾳ συμπράττοντι τὰ φιλόσοφα, μετ̓ οὐ πολὺ τὰ Ὠριγένους βιβλία συνάγοντες, ἐξ αὐτῶν τὴν ἑρμηνείαν τῶν ἱερῶν γραμμάτων ἐπέγνωσαν: μέγα γὰρ κλέος τὸ Ὠριγένους καθ̓ ὅλης τότε τῆς οἰκουμένης

202
ἐφήπλωτο: ὧν ἀσκηθέντες δυνατῶς ἀπήντων πρὸς τοὺς Ἀρειανίζοντας: καίτοι τῶν Ἀρειανῶν τὰ Ὠριγένους βιβλία εἰς μαρτυρίαν, ὡς ᾤοντο, τοῦ ἰδίου καλούντων δόγματος, αὐτοὶ ἐξήλεγχον, καὶ ἐδείκνυον μὴ νοήσαντας τὴν Ὠριγένους σύνεσιν. Παρὰ τοῖς [*](c. 7) πολλοῖς τε τότε οἱ Ἀρειανοὶ καὶ ὁ τότε Ἀρειανίζων Εὐνόμιος, ἐλλόγιμοι νομίζοντες εἶναι, τοῖς περὶ Γρηγόριον καὶ Βασίλειον ἐντυγχάνοντες, ἀπαίδευτοι τελείως ἐδείκνυντο. Βασίλειος μὲν οὖν ὑπὸ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου εἰς τὴν τοῦ διακόνου τάξιν προχειρισθεὶς, μετὰ ταῦτα δὲ καὶ ἐπίσκοπος τῆς ἑαυτοῦ πατρίδος, λέγω δὴ τῆς ἐν Καππαδοκίᾳ Καισαρείας, προβληθεὶς, φροντίδα τῶν ἐκκλησιῶν ἐποιεῖτο. Δεδιὼς γὰρ μή πως Ἀρειανὴ καινοτομία καὶ τὰς κατὰ τὸν Πόντον ἐπινεμηθῇ ἐπαρχίας, δρομαῖος ἐπὶ τὰ ἐκεῖ μέρη διέβαινεν: ἐκεῖ τε ἀσκητήρια συστησάμενος, καὶ κατηχήσας τοὺς ἄνδρας ταῖς αὐτοῦ διδασκαλίαις, τοὺς σαλευομένους ἐστήριξε. Γρηγόριος δὲ τῆς Ναζιανζοῦ πόλεως εὐτελοῦς ἐν Καππαδοκίᾳ, ἧς [*]([kai\ *wal.]) καὶ ὁ αὐτοῦ πατὴρ πρότερον ἐκκλησίας προέστη, κατὰ τὰ αὐτὰ τῷ βασιλείῳ διεπράττετο. Περιϊὼν γὰρ καὶ αὐτὸς τὰς πόλεις τοὺς ῥαθυμοῦντας περὶ τὴν πίστιν ἀνερρώννυε. Μάλιστα δὲ τὰ πολλὰ τῇ Κωνσταντινουπόλει ἐπιδημῶν τοὺς ἐν αὐτῇ ὁμόφρονας ταῖς διδασκαλίαις ἐστήριξε: διὸ καὶ μικρὸν ὕστερον ψήφῳ πολλῶν ἐπισκόπων προέστη τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ. Ὡς οὖν τὰ παῤ ἀμφοτέρων γινόμενα εἰς ἀκοὰς ἥκει τοῦ βασιλέως Οὐάλεντος, αὐτίκα Βασίλειον ἀπὸ τῆς Καισαρείας ἀγώγιμον ἐπὶ τὴν Ἀντιόχειαν [*](Cp. Greg. Naz. Orat. xliii. 48.) γενέσθαι ἐκέλευσεν. Ἤγετο οὖν εὐθὺς, καὶ κατὰ γνώμην τοῦ βασιλέως εἰς τὸ τῶν ὑπάρχων εἰσήγετο δικαστήριον: πεῦσίν τε προσαγαγόντος αὐτῷ τοῦ ὑπάρχου, τοῦ χάριν μὴ τὴν πίστιν τοῦ βασιλέως ἀσπάζεται, ὁ Βασίλειος σὺν παρρησίᾳ πολλῇ τῇ μὲν τοῦ βασιλέως θρησκείᾳ ἐμέμφετο, τῇ δὲ τοῦ ὁμοουσίου πίστει συνίστατο. Ἐπεὶ δὲ ὁ ὕπαρχος θάνατον αὐτῷ διηπείλησεν, Εἴθε, ἔφη ὁ Βασίλειος, γένοιτό μοι διὰ τὴν ἀλήθειαν ἀπαλλαγῆναι τῶν δεσμῶν τοῦ σώματος. Τοῦ δὲ ὑπάρχου πάλιν ἐπισκέψασθαι εἰπόντος, λέγεται εἰπεῖν τὸν Βασίλειον, Ἐγὼ καὶ σήμερον καὶ αὔριον ὁ αὐτὸς εἰμί: ὄφελόν συ ἑαυτὸν μὴ ἐνήλλαττες. Τότε μὲν οὖν κατ̓ ἐκείνην τὴν ἡμέραν φρουρούμενος διετέλει Βασίλειος. Οὐκ εἰς μακρὰν δὲ συνέβη νήπιον υἱὸν τοῦ Οὐάλεντος, ᾧ ὄνομα ἦν Γαλάτης, ἀρρωστῆσαι ἰσχυρῶς, ὥστε ἀπογνωσθῆναι ὑπὸ τῶν
203
ἰατρῶν. Ἡ δὲ μήτηρ αὐτοῦ ἡ βασίλισσα Δομνίκα λόγους πρὸς [*](Cp. Greg. Naz. Orat. xliii. 54.) τὸν βασιλέα προσέφερε, φάσκουσα ἑαυτὴν μὲν ἐν τοῖς ὀνείροις κακῶς διατεθῆναι ὑπὸ φοβερῶν φασμάτων, τὸ δὲ παιδίον κακῶς ἔχειν διὰ τὴν εἰς τὸν ἐπίσκοπον ὕβριν. Ταῦτα εἰς νοῦν βαλλόμενος ὁ βασιλεὺς μεταπέμπεται τὸν Βασίλειον: καὶ ἀπόπειραν ποιούμενος φησὶ πρὸς αὐτὸν, Εἰ ἀληθῆ τὰ σὰ δόγματα, εὔξαι ἵνα μου ὁ υἱὸς μὴ ἀποθάνῃ. Ὁ δὲ, Εἰ πιστεύσειας, ἔφη, ὦ βασιλεῦ, καθάπερ ἐγὼ, καὶ ἡ ἐκκλησία ἑνωθῇ, ζήσεται τὸ παιδίον. Του δὲ μὴ συνθεμένου, Οὐκοῦν, ἔφη ὁ Βασίλειος, περὶ τοῦ παιδίου τὸ θέλημα γενήσεται τοῦ Θεοῦ. Ταῦτα εἰπόντα τὸν Βασίλειον ἀφεθῆναι ἐκέλευσε: τὸ μέντοι παιδίον μετ̓ οὐ πολὺ ἐτελεύτησε. Τοσαῦτα περὶ τῶν ἀνδρῶν τούτων ὡς ἐν ἐπιτομῇ εἰρήσθω: βιβλία δὲ ἑκάτερος αὐτῶν πολλὰ καὶ θαυμαστὰ συνέγραψαν καὶ ἐξέδωκαν: ἀφ̓ ὧν τινα ὁ Ῥουφῖνος εἰς τὴν Ῥωμαίων γλῶσσαν μεταβεβληκέναι φησίν. Ἐγένοντο δὲ ἀδελφοὶ Βασιλείου Πέτρος καὶ Γρηγόριος: ἀλλὰ Πέτρος μὲν τὸν μονήρη βίον Βασιλείου ἐζήλωσε, Γρηγόριος δὲ τὸ διδασκαλικὸν τοῦ λόγου: ὃς καὶ τὴν πονηθεῖσαν Βασιλείῳ Ἑξαήμερον, ἅτε δὴ καταλειφθεῖσαν, προσανεπλήρωσε [*]([Qu. a)telh=;]) μετὰ θάνατον τοῦ ἀδελφοῦ: καὶ ἐπιτάφιον εἰς Μελέτιον [*](Cp. Garner. Praef. s. 14.) τὸν Ἀντιοχείας ἐπίσκοπον ἐν τῇ Κωνσταντίνου πόλει διεξῆλθε: φέρονται δὲ αὐτοῦ καὶ ἄλλοι λόγοι διάφοροι.

Περὶ Γρηγορίου τοῦ Θαυματουργοῦ.

Ἐπειδὴ δέ τινες ἐκ τῆς ὁμωνυμίας πλανῶνται καὶ ἐκ τῶν ἐπιγραφομένων Γρηγορίου βιβλίων, δεῖ εἰδέναι ὅτι ἄλλος ἐστὶν ὁ Ποντικὸς Γρηγόριος, ὅστις ἐκ τῆς ἐν Πόντῳ Νεοκαισαρείας ὁρμώμενος ἀρχαιότερος τούτων ἐστί: μαθητὴς γὰρ Ὠριγένους ἐγένετο. [*](Cp. Eus. vi. 30.) Περὶ τούτου τοῦ Γρηγορίου πολὺς ὁ λόγος ἔν τε Ἀθήναις καὶ Βηρυτῷ καὶ ὅλῃ τῇ Ποντικῇ διοικήσει, ὡς δὲ εἰπεῖν, καὶ πάσῃ τῇ οἰκουμένῃ. Οὗτος γὰρ ὡς τῶν Ἀθήνῃσι παιδευτηρίων ἀναχωρήσας, ἐν τῇ Βηρυτῷ νόμους ἐμάνθανε, πυθόμενος ἐν [*]([Al. puqo/meno/s te.]) τῇ Καισαρείᾳ τὰ ἱερὰ γράμματα ἑρμηνεύειν Ὠριγένην, δρομαῖος ἐπὶ τὴν Καισάρειαν παραγίνεται. Ἀκροασάμενός τε τῆς μεγαλοφώνου θεωρίας τῶν ἱερῶν γραμμάτων, πολλὰ χαίρειν εἰπὼν

204
τοῖς Ῥωμαϊκοῖς νόμοις, ἀχώριστος ἦν τοῦ λοιποῦ: καὶ ὑπ̓ αὐτοῦ [*]([om. kai/.]) παιδευθεὶς τὴν ἀληθῆ φιλοσοφίαν, καὶ μετὰ ταῦτα ἐπὶ τὴν πατρίδα τῶν γονέων καλεσάντων, ἀνεχώρησε. Κἀκεῖ πρῶτον μὲν λαϊκὸς ὢν πολλὰ σημεῖα ἐποίησε, νοσοῦντας θεραπεύων, καὶ δαίμονας δἰ ἐπιστολῶν φυγαδεύων, καὶ τοὺς Ἐλληνίζοντας τοῖς τε λόγοις καὶ πλέον τοῖς γινομένοις ὑπ̓ αὐτοῦ προσαγόμενος. Μέμνηται δὲ [*]([*wal. u(pe/r.]) αὐτοῦ καὶ Πάμφιλος ὁ μάρτυς ἐν τοῖς περὶ Ὠριγένους πονηθεῖσιν [*]([Panegyr. Orat.in Orig.]) αὐτῷ βιβλίοις, ἐν οἷς καὶ συστατικὸς λόγος Γρηγορίου εἰς Ὠριγένην παράκειται. Γεγόνασιν οὖν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, Γρηγόριοι, ὅ τε ἀρχαῖος οὗτος καὶ μαθητὴς Ὠριγένους, καὶ ὁ Ναζιανζηνὸς, καὶ ὁ ἀδελφὸς Βασιλείου. Ἐγένετο δὲ καὶ ἄλλος Γρηγόριος ἐν Ἀλεξανδρείᾳ, [*](Cp. ii. 11.) ὃν οἱ Ἀρειανοὶ κατὰ τὸν καιρὸν τῆς φυγῆς Ἀθανασίου κατέστησαν. Περὶ μὲν δὴ τούτων τοσαῦτα λελέχθω.

Περὶ Ναυάτου καὶ τῶν ἐξ αὐτοῦ Ναυατιανῶν: καὶ ὡς μετέθεσαν οἱ κατὰ τὴν Φρυγίαν ἐξ αὐτῶν οἰκοῦντες τὴν τοῦ Πάσχα ἑορτὴν ὁμοίως τοῖς Ἰουδαίοις.

Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ Ναυατιανῶν οἱ περὶ Φρυγίαν οἰκοῦντες τὴν ἑορτὴν τοῦ Πάσχα μετέθεσαν: πῶς δὲ τοῦτο ἐγένετο λέξω, πρότερον εἰπὼν ὅτου χάριν ἐπικρατεῖ περὶ τὰ Φρυγῶν καὶ Παφλαγόνων ἔθνη ὁ ἀκριβὴς τῆς ἐκκλησίας αὐτῶν κανών. Ναυάτος πρεσβύτερος ὢν τῆς ἐν Ῥώμῃ ἐκκλησίας διεκρίθη, ἐπειδὴ Κορνήλιος ὁ ἐπίσκοπος τοὺς ἐπιθύσαντας πιστοὺς ἐν τῷ διωγμῷ, ὃν ὁ βασιλεὺς Δέκιος κατὰ τῆς ἐκκλησίας ἐκίνησεν, εἰς κοινωνίαν [*]([Qu. kai\ ei)s;]) ἐδέξατο. Διὰ ταύτην οὖν τὴν αἰτίαν διακριθεὶς, εἰς ἐπισκοπὴν παρὰ τῶν συμφρονησάντων αὐτῷ ἐπισκόπων προχειρισθεὶς, ταῖς [*](Cp. i. 10; vii. 23.) πανταχοῦ ἐκκλησίαις ἔγραφε, μὴ δέχεσθαι τοὺς ἐπιτεθυκότας εἰς τὰ μυστήρια: ἀλλὰ προτρέπειν μὲν αὐτοὺς εἰς μετάνοιαν, τὴν δὲ συγχώρησιν ἐπιτρέπειν Θεῷ, τῷ δυναμένῳ καὶ ἐξουσίαν ἔχοντι συγχωρεῖν ἁμαρτήματα. Τοιαύτας ἐπιστολὰς οἱ κατ̓ ἐπαρχίας δεχόμενοι, πρὸς τὰ οἰκεῖα ἤθη ἐποιοῦντο τῶν δηλουμένων τὰς κρίσεις. Ὡς γὰρ ἐκεῖνος ἐδήλου μὴ δεῖν ἀξιοῦσθαι τῶν μυστηρίων [*](Cp. 1 John v. 16.) τοὺς μετὰ τὸ βάπτισμα εἰς θάνατον ἁμαρτίαν πεποιηκότας, τοῖς μὲν ἐδόκει πικρὰ καὶ ἀπηνὴς εἶναι τοῦ τοιούτου κανόνος ἡ ἔκθεσις, οἱ δὲ ὡς δίκαιον τὸν κανόνα καὶ ὀρθοῦντα τὴν πολιτείαν ἐδέχοντο.

205
Ἐν τοσούτῳ δὲ τούτου κινουμένου τοῦ ζητήματος, ἐπικαταλαμβάνει [*]([*wal. e)n tou/tw| de\ tosou/tou.]) τοῦ ἐπισκόπου Κορνηλίου γράμματα καὶ τοῖς μετὰ τὸ βάπτισμα ἡμαρτηκόσιν ἐπαγγελλόμενα τὴν συγχώρησιν. Οὕτω δὲ ἀμφοτέρων ἐπιστελλόντων τὰ ἐναντία, καὶ ἐκ τῶν θείων ὀχυρούντων ἃ ἑκάτερος ἔλεγεν, ἕκαστος κατ̓ ἔθος εἰς τοῦτο ἔτρεψεν εἰς ὃ καὶ πρότερον [*](*wal. kat) (??)qnos.]) μᾶλλον ἐπέκλινεν. Ὅσοι γὰρ φιλαμαρτήμονες, δραξάμενοι τῆς τότε δοθείσης συγχωρήσεως, καὶ εἰς τὸν ἔπειτα χρόνον ἐπὶ πάσης ἁμαρτίας αὐτῇ συνεχρήσαντο. Φαίνεται δὲ τὰ Φρυγῶν ἔθνη σωφρονέστερα εἶναι τῶν ἄλλων ἐθνῶν: καὶ γὰρ δὴ καὶ σπανιάκις Φρύγες ὀμνύουσιν. Ἐπικρατεῖ γὰρ τὸ μὲν θυμικὸν παρὰ Σκύθαις καὶ Θρᾳξί: τῷ δὲ ἐπιθυμητικῷ οἱ πρὸς ἀνίσχοντα ἥλιον τὴν οἴκησιν ἔχοντες πλέον δουλεύουσι. Τὰ δὲ Παφλαγόνων καὶ Φρυγῶν ἔθνη πρὸς οὐδέτερον τούτων ἐπιρρεπῶς ἔχει: οὐδὲ γὰρ ἱπποδρομίαι οὐδὲ θέατρα σπουδάζονται νῦν παῤ αὐτοῖς. Διό μοι δοκεῖ μᾶλλον ἐπινενευκέναι τούτους τε καὶ τοὺς οὕτω φρονοῦντας πρὸς τὰ παρὰ Ναυάτου τότε γραφόμενα: ὡς μῦσος γὰρ ἐξαίσιον παῤ αὐτοῖς ἡ πορνεία νομίζεται: καὶ γὰρ τοὺς οἱασδήποτε ἄλλης αἱρέσεως σωφρονέστερον βιοῦντας Φρύγας καὶ Παφλαγόνας ἐστὶν εὑρεῖν. Τὴν δὲ αὐτὴν αἰτίαν καὶ περὶ τοὺς οἰκοῦντας τὰ ἑσπέρια μέρη καὶ Ναυάτῳ πειθαρχήσαντας εἶναι νομίζω. Ναυάτος μὲν οὖν, εἰ καὶ περὶ πολιτείας ἀκριβοῦς διεκρίθη, ἀλλ̓ οὖν γε τὴν τοῦ Πάσχα ἑορτὴν οὐ μετέθηκεν: ἀεὶ γὰρ καθὰ τὰ ἑσπέρια μέρη ἐποίει, καὶ οὗτος ἐπετέλεσε: ποιοῦσι δὲ διαπαντὸς οἱ ἐκεῖ μετ̓ ἰσημερίαν [*]([Al. ou(/tws.]) ἀνέκαθεν, ἀφ̓ οὗ καὶ Χριστιανίζουσιν. Ἀλλ̓ οὗτος μὲν ὕστερον ἐπὶ Οὐαλεριανοῦ τοῦ βασιλέως, διωγμὸν κατὰ Χριστιανῶν κινήσαντος, ἐμαρτύρησεν. Οἱ δὲ ἐξ αὐτοῦ ἐν Φρυγίᾳ ἐπώνυμοι κατὰ [*]([*wal. kai\ th\n . . sugxwrhqei=san.]) τὴν κοινωνίαν τούτου συνεχωρήθησαν ἐκτρεπόμενοι, περὶ τόνδε τὸν χρόνον καὶ τὴν ἑορτὴν τοῦ Πάσχα μετέθεσαν. Σύνοδον γὰρ ἐν Πάζῳ κώμῃ, ἔνθα τοῦ Σαγγαρίου ποταμοῦ εἰσὶν αἱ πηγαὶ, ποιήσαντες ὀλίγοι τινες καὶ οὐκ εὔσημοι τῶν περὶ Φρυγίαν Ναυατιανῶν ἐπίσκοποι ὅρον ἐκφέρουσιν, ὥστε Ἰουδαίους ἐπιτηρεῖν ποιοῦντας τὰ ἄζυμα, καὶ σὺν αὐτοῖς τὴν τοῦ Πάσχα ἐπιτελεῖν ἑορτήν. Ταῦτα [*](Cp. i. 9.) ἡμῖν ἀνήγγειλέ τις ἀνὴρ παλαιὸς, πρεσβυτέρου μὲν εἶναι λέγων ἑαυτὸν υἱὸν, ἅμα δὲ τῷ πατρὶ παρεῖναι τῇ γενομένῃ συνόδῳ, καθ̓ ἣν οὔτε Ἀγέλιος παρὴν ὁ Κωνσταντινουπόλεως Ναυατιανῶν ἐπίσκοπος, οὐδὲ Μάξιμος ὁ Νικαίας, οὐδὲ ὁ Νικομηδείας, οὐδὲ μὲν ὁ
206
Κοτυαείου: ὑπὸ τούτων γὰρ ἡ Ναυατιανῶν θρησκεία μάλιστα κανονίζεται. Ταῦτα μὲν οὖν οὕτως τότε ἐγένετο: διῃρέθη δὲ μικρὸν ὕστερον καὶ ἡ Ναυατιανῶν ἐκκλησία δἰ ἐκείνην τὴν σύνοδον, [*](Cp. v. 21.) ὡς κατὰ χώραν ἐροῦμεν: μετιτέον τε ἐντεῦθεν ἐπὶ τὰ κατ̓ αὐτὸν τὸν χρόνον ἐν τοῖς ἑσπερίοις γενόμενα μέρεσιν.

Περὶ Δαμάσου τοῦ Ῥώμης καὶ Οὐρσίνου, ὅπως δἰ αὐτοὺς ταραχῆς καὶ στάσεως ἐν Ῥώμῃ γενομένης, φόνος πολὺς ἐπηκολούθησεν.

[*](Cp. c. l.) Τοῦ γὰρ βασιλέως Οὐαλεντινιανοῦ ἡσύχως διάγοντος, καὶ οὐδεμίαν σκύλλοντος αἵρεσιν, Δάμασος μετὰ Λιβέριον τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην ἐν τῇ Ῥώμῃ ἐδέξατο: ἐφ̓ οὗ συνέβη ταραχθῆναι τὴν ἐν Ῥώμῃ ἐκκλησίαν διὰ τοιαύτην αἰτίαν. Οὐρσῖνός τις τῆς αὐτῆς ἐκκλησίας διάκονος ὑπόψηφος γέγονεν, ἡνίκα ἡ ἐπιλογὴ τοῦ ἐπισκόπου ἐγίνετο. Ἐπεὶ οὖν προεκρίθη Δάμασος, μὴ φέρων ὁ Οὐρσῖνος τὴν τῆς ἐλπίδος ἀποτυχίαν, παρασυνάξαι τῇ ἐκκλησίᾳ ἐσπούδασε: καὶ πείθει τινας ἀσήμους ἐπισκόπους ἐν παραβύστῳ χειροτονῆσαι αὐτόν. Καὶ χειροτονεῖται οὐκ ἐν ἐκκλησίᾳ, ἀλλ̓ ἐν ἀποκρύφῳ τόπῳ τῆς βασιλικῆς τῆς ἐπικαλουμένης Σικίνης. Τούτου δὴ γενομένου, διχόνοια τὸν λαὸν ἐκράτησεν: ἐστασίαζον οὖν πρὸς ἑαυτοὺς οὐ διά τινα πίστιν ἢ αἵρεσιν, ἀλλὰ περὶ τοῦ μόνον τίς ὀφείλει τοῦ ἐπισκοπικοῦ θρόνου ἐγκρατὴς γενέσθαι. Ἐντεῦθεν δὲ συμπληγάδες τῶν ὄχλων ἐγίνοντο: ὥστε καὶ ἐκ τῆς παρατριβῆς πολλοὺς ἀποθανεῖν, καὶ διὰ τοῦτο πολλοὺς λαϊκούς τε καὶ κληρικοὺς ὑπὸ τοῦ τότε ἐπάρχου Μαξιμίνου τιμωρηθῆναι, καὶ οὕτω τόν τε Οὐρσῖνον παύσασθαι τῆς ἐπιχειρήσεως, καὶ κατασταλῆναι τοὺς βουληθέντας ἀκολουθῆσαι αὐτῷ.

Ὡς τοῦ Μεδιολάνων ἐπισκόπου Αὐξεντίου τελευτήσαντος, καὶ στάσεως ἐπὶ τῇ ἐκλογῇ τοῦ μέλλοντος χειροτονηθῆναι γενομένης, Ἀμβρόσιὸς ὁ τοῦ ἔθνους ἔπαρχος, τὴν στάσιν μετὰ στρατιωτικῆς χειρὸς καταπαύων, ψήφῳ κοινῇ, καὶ αὐτοῦ τοῦ βασιλέως Οὐαλεντινιανοῦ συναινέσαντος, πάντων προεκρίθη τῆς ἐκκλησίας πρόεδρος.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον μνήμης ἄξιον ἐν τῇ Μεδιολάνῳ συνέβη γενέσθαι: τελευτήσαντος γὰρ τοῦ ἐν αὐτῇ ἐπισκόπου

207
Αὐξεντίου, ὃς ὑπὸ τῶν Ἀρειανῶν κεχειροτόνητο, πάλιν οἱ ἐν τῇ [*](A.D. 374.) Μεδιολάνῳ περὶ ἐπιλογῆς ἐπισκόπου ἐταράσσοντο: πολλή τε ἦν αὐτοῖς ἡ φιλονεικία, ἄλλων ἄλλον προβάλλεσθαι σπευδόντων. Ὡς δὲ περὶ τούτου στάσις ἐγίνετο, εὐλαβηθεὶς ὁ τῆς ἐπαρχίας ἄρχων τὸ ὑπατικὸν ἔχων ἀξίωμα, ᾧ ἦν ὄνομα Ἀμβρόσιος, μήπως ἐκ τῆς ταραχῆς ἄτοπόν τι κατὰ τὴν πόλιν γένηται, εἰστρέχει εἰς [*](Cp. Paulin. *wit. Ambr. 6.) τὴν ἐκκλησίαν ὡς καταπαύσων τὴν στάσιν. Ὡς δὲ ἐκεῖ γενομένῳ ὁ λαὸς ἡσυχίαν παρέσχε, πολλά τε λυσιτελοῦντα παραινῶν κατέστελλε τὰς ἀλόγους τοῦ πλήθους ὁρμὰς, αἰφνίδιος μία συμφωνία τῶν πάντων ἐγίνετο: καὶ ἐβόων, Ἀμβρόσιον ἄξιον εἶναι τῆς ἐπισκοπῆς, αὐτόν τε χειροτονεῖσθαι πάντες ἠξίουν: οὕτω γὰρ μόνως ἕνωσίν τε ἕξειν τὸν λαὸν, καὶ στέρξειν τὴν περὶ τὴν πίστιν ὁμόνοιαν. Ἐπεὶ δὲ ἔκ τινος θείου ἡ ὁμοφωνία τοῦ λαοῦ γενέσθαι τοῖς παροῦσιν ἐπισκόποις ἐφαίνετο, μηδὲν ὑπερθέμενοι συλλαμβάνουσι τὸν Ἀμβρόσιον: καὶ βαπτίσαντες,—κατηχούμενος γὰρ ἦν,— εὐθὺς πρὸς τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην προχειρίζεσθαι ἔμελλον. Ἐπεὶ δὲ Ἀμβρόσιος τὸ μὲν βάπτισμα ἡδέως ἐδέξατο, πολὺς δὲ ἦν τὴν ἱερωσύνην παραιτούμενος, γνωρίζουσι τῷ βασιλεῖ Οὐαλεντινιανῷ τὰ γενόμενα. Ὁ δὲ βασιλεὺς θαυμάσας τὴν τοῦ λαοῦ ὁμόνοιαν, Θεοῦ τε ἔργον εἶναι γνοὺς τὸ γενόμενον, ἐδήλου τοῖς ἐπισκόποις, ὑπουργεῖν τῷ Θεῷ κελεύοντι χειροτονεῖν: Θεοῦ γὰρ μᾶλλον, ἢ ἀνθρώπων εἶναι τὴν ψῆφον τὴν ἐπ̓ αὐτῷ. Τοῦτον τὸν τρόπον καταστάντος Ἀμβροσίου, οἱ ἐν Μεδιολάνῳ πρότερον διεστῶτες δἰ αὐτὸν τότε ἡνώθησαν.

Περὶ τῆς τελευτῆς Οὐαλεντινιανοῦ.

Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς, Σαυροματῶν ἐπεξελθόντων τῇ Ῥωμαίων ἀρχῇ, ἐπ̓ αὐτοὺς ἐχώρει μετὰ πλείστης παρασκευῆς. Ταύτην οὐκ ἤνεγκαν τὴν παρασκευὴν ἀκούσαντες οἱ βάρβαροι: ἀλλὰ πρεσβευσάμενοι πρὸς αὐτὸν ᾐτοῦντο ἐπὶ συνθήκαις εἰρήνης τυχεῖν. Τῶν πρέσβεων δὲ εἰσελθόντων καὶ φανέντων οὐκ ἀξιοπρεπῶν, [*](Cp. Ammian. xxx. 6.) ἠρώτησεν εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσίν. Ἀποκριναμένων δὲ τῶν πρέσβεων τοὺς ἀρίστους Σαυροματῶν ἥκειν πρὸς αὐτὸν, πληροῦται θυμοῦ Οὐαλεντινιανὸς, καὶ μέγα βοῶν ἔλεγε,

208
κακῶς πράττειν τὴν Ῥωμαίων ἀρχὴν περιελθοῦσαν εἰς αὐτὸν, ὅπου τοιοῦτο βαρβάρων γένος εὐτελὲς οὐκ ἀγαπᾷ παῤ ἑαυτῷ μένειν σωζόμενον, ἀλλ̓ ὅπλα αἱρεῖται, καὶ Ῥωμαίων ὅρους πατεῖ, καὶ εἰς πόλεμον θρασύνεται. Καὶ τοσοῦτον ἐν τῇ βοῇ διασπαράξας ἔτυχεν ἑαυτὸν, ὥστε πᾶσαν μὲν ἀναστομωθῆναι φλέβα, πᾶσάν τε ἀρτηρίαν διαρραγῆναι. Καὶ οὕτως αἵματος ἐκδοθέντος, τελευτᾷ [*](A.D. 375.) ἐν φρουρίῳ ᾧ προσωνυμία Βεργιτίων. μετὰ τὴν ὑπατείαν Γρατιανοῦ τὸ τρίτον καὶ Ἐκοιτίου περὶ τὴν ἑπτακαιδεκάτην τοῦ Νοεμβρίου μηνός: ζήσας ἔτη νδ, βασιλεύσας ἔτη δεκατρία. Τελευτήσαντος οὖν Οὐαλεντινιανοῦ, οἱ κατὰ τὴν Ἰταλίαν στρατιῶται ἕκτῃ ἡμέρᾳ μετὰ τὴν τελευτὴν τὸν ὁμώνυμον τῷ πατρὶ Οὐαλεντινιανὸν, νέαν ἄγοντα κομιδῆ τὴν ἡλικίαν, βασιλέα ἀνηγόρευσαν ἐν Ἀκίνκῳ πόλει τῆς Ἰταλίας. Καὶ τούτου διαγγελθέντος, ἠγανάκτουν οἱ βασιλεῖς, οὐχ ὅτι γέγονε τοῦ μὲν ἀδελφὸς, τοῦ δὲ ἀδελφιδοῦς βασιλεὺς, ἀλλ̓ ὅτι παρὰ γνώμην ἀμφοτέρων ἐχειροτονήθη, ὃν αὐτοὶ χειροτονεῖν [*](Ammian. xxx. 10. 6.) ἔμελλον. Ὅμως δὲ ἀμφότεροι σύμψηφοι τῆς βασιλείας ἐγένοντο: καὶ τοῦτον τὸν τρόπον ὁ νέος Οὐαλεντινιανὸς ἱδρύθη εἰς τὸν τόπον τοῦ ἰδίου πατρός. Ἰστέον δὲ ὅτι Οὐαλεντινιανῷ ἐγεγόνει οὗτος ἐξ Ἰουστίνης, ἣν ἐπέγημεν, ζώσης αὐτοῦ τῆς προτέρας γυναικὸς Σευήρας, δἰ αἰτίαν τοιάνδε. Ἰοῦστος ὁ τῆς Ἰουστίνης πατὴρ, τῆς περὶ Πικίνον ἐπαρχίας ἤδη πρότερον ἐπὶ τῶν Κωνσταντίου χρόνων ἄρχων καθεστὼς, ἴδεν ὄναρ, ὡς ἐκ τοῦ [*]([Qu. mhrou=;]) δεξιοῦ μέρους ἁλουργίδα βασιλικὴν ἀπεκύησε. Τὸ δὲ ὄναρ ἐν πολλοῖς λεχθὲν ἥκει καὶ εἰς τὰς ἀκοὰς Κωνσταντίου: ὁ δὲ συμβαλὼν τὸ ὄναρ, ὡς βασιλέως ἐξ αὐτοῦ τεχθησομένου, πέμψας ἀναιρεῖ τὸν Ἰοῦστον: ἡ δὲ αὐτοῦ θυγάτηρ Ἰουστίνα ἀπορφανισθεῖσα τοῦ πατρὸς ἔμεινε, παρθένος οὖσα. Χρόνῳ δὲ ὕστερον τῇ γαμετῇ τοῦ βασιλέως Οὐαλεντινιανοῦ Σευήρᾳ γνωρίμη καθίσταται, καὶ συνεχεῖς ἐποιεῖτο πρὸς τὴν βασίλισσαν τὰς συντυχίας: ἐπεὶ δὲ ἐκρατύνθη ἡ συνήθεια, ἤδη καὶ συνελούετο αὐτῇ. Ὡς οὗν ἴδεν αὐτὴν λουομένην τὴν Ἰουστίναν ἡ Σευήρα, ἠράσθη τοῦ κάλλους τῆς παρθένου: καὶ πρὸς τὸν βασιλέα διεξῄει περὶ αὐτῆς, ὡς οὕτως εἴη θαυμαστὸν ἔχουσα κάλλος ἡ παρθένος ἡ τοῦ Ἰούστου θυγάτηρ, ὡς καὶ αὐτὴν, καίτοι γυναῖκα οὖσαν, ἐρασθῆναι τῆς εὐμορφίας αὐτῆς. Ὁ δὲ βασιλεὺς ταμιευσάμενος τὸν τῆς γυναικὸς λόγον, ἀγαγέσθαι τὴν Ἰουστίναν ἐβουλεύσατο, μὴ ἐκβαλὼν τὴν Σευήραν,
209
ἀφ̓ ἧς αὐτῷ Γρατιανὸς ἐγεγόνει, ὃν μικρὸν ἔμπροσθεν ἀνηγορεύκει βασιλέα. Νόμον οὖν ὑπαγορεύσας δημοσίᾳ προτίθησι κατὰ πόλεις, ὥστε ἐξεῖναι τῷ βουλομένῳ δύο νομίμους ἔχειν γυναῖκας. Καὶ ὁ μὲν νόμος προέκειτο: ὁ δὲ ἄγεται τὴν Ἰουστίναν, ἀφ̓ ἧς αὐτῷ γίνεται Οὐαλεντινιανός τε ὁ νέος καὶ θυγατέρες τρεῖς Ἰούστα, Γράτα, Γάλλα. Ὧν αἱ μὲν δύο παρθενεύουσαι διετέλεσαν: Γάλλαν δὲ ὕστερον βασιλεὺς ἔγημε Θεοδόσιος ὁ μέγας, ἀφ̓ ἧς αὐτῷ Πλακιδία θυγάτηρ ἐγένετο: Ἀρκάδιον γὰρ καὶ Ὁνώριον ἐκ Πλακίλλης ἔσχεν τῆς προτέρας γυναικός. Περὶ μὲν οὖν Θεοδοσίου [*](Cp. v. 2; vi. 1.) καὶ τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ἑκάστου χώραν ἐροῦμεν.

Περὶ Θεμιστίου τοῦ φιλοσόφου καὶ ὡς ἐκ τοῦ προσφωνητικοῦ αὐτοῦ λόγου δυσωπηθεὶς Οὐάλης μίκρον τι τὸν κατὰ Χριστιανῶν ἐμετρίασε θάνατον.

Οὐάλης δὲ ἐν τῇ Ἀντιοχείᾳ διάγων ἀπὸ μὲν τῶν ἔξω πολέμων τέως ἡσύχαζε: πανταχόθεν γὰρ οἱ βάρβαροι κατὰ τὰς οἰκείας ἔμενον χώρας. Δεινῶς δὲ ἐπολέμει τοὺς φρονοῦντας τὸ ὁμοούσιον, καὶ καθ̓ ἑκάστην μείζονας τὰς τιμωρίας ἐφεύρισκεν κατ̓ αὐτῶν, ἕως αὐτοῦ τὴν πολλὴν ἀπήνειαν ὁ φιλόσοφος Θεμίστιος [*](Cp. Themist. Orat.de Religionibus.) μετριωτέραν τῷ προσφωνητικῷ λόγῳ εἰργάσατο: ἐν ᾧ, μὴ δεῖν ξενίζεσθαι ἐπὶ τῇ διαφωνίᾳ τῶν Χριστιανικῶν δογμάτων παραινεῖ τῷ βασιλεῖ: μικρὰν γὰρ εἶναι τὴν αὐτῶν διαφωνίαν, ὡς πρὸς τὸ πλῆθος καὶ τὴν σύγχυσιν τῶν παῤ Ἕλλησι δογμάτων: εἶναι γὰρ ὑπὲρ τὰ τριακόσια δόγματα. Καὶ πρὸς τὸ δόξαν ἐξ ἀνάγκης καὶ τὴν διαφωνίαν εἶναι πολλήν: βούλεσθαί τε οὕτως τὸν Θεὸν διαφόρως δοξάζεσθαι, ἵνα ἕκαστος πλέον αὐτοῦ τὴν μεγαλειότητα φοβοῖτο, ἐκ τοῦ μὴ πρόχειρον ἔχειν τὴν γνῶσιν αὐτοῦ. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ φιλοσόφου προσφωνήσαντος, πρᾳότερος ὁ βασιλεὺς ἐγίνετο: οὐ μὴν τελέως ὑφίει τῆς ὀργῆς, ἀλλὰ ἀντὶ θανάτου ἐξορίαν ἐπετίθει τὴν ζημίαν τοῖς ἱερωμένοις ἀνδράσιν, ἕως ἀπέπαυσεν αὐτοῦ καὶ ταύτην τὴν ὁρμὴν ἐπιγενόμενον πρᾶγμα τοιόνδε.

Ὅπως οἱ Γότθοι κατὰ Οὐάλεντα ἐχριστιάνισαν.

Οἱ πέραν τοῦ Ἴστρου βάρβαροι οἱ καλούμενοι Γότθοι, ἐμφύλιον πρὸς ἑαυτοὺς κινήσαντες πόλεμον εἰς δύο μέρη ἐτμήθησαν: ὧν τοῦ

210
ἑνὸς ἡγεῖτο Φριτιγέρνης, τοῦ δὲ ἑτέρου Ἀθανάριχος. Ἐπικρατεστέρου δὲ τοῦ Ἀθαναρίχου φανέντος, Φριτιγέρνης προσφεύγει Ῥωμαίοις, καὶ τὴν αὐτῶν κατὰ τοῦ ἀντιπάλου ἐπεκαλεῖτο βοήθειαν. Γνωρίζεται ταῦτα τῷ βασιλεῖ Οὐάλεντί: καὶ κελεύει τοὺς ἐνιδρυμένους κατὰ τὴν Θρᾴκην στρατιώτας βοηθεῖν τοῖς βαρβάροις κατὰ βαρβάρων στρατεύουσι: καὶ ποιοῦνται νίκην κατὰ Ἀθαναρίχου πέραν τοῦ Ἴστρου, τοὺς πολεμίους εἰς φυγὴν τρέψαντες. Αὕτη πρόφασις γέγονε τοῦ Χριστιανοὺς γενέσθαι τῶν βαρβάρων πολλούς: ὁ γὰρ Φριτιγέρνης, χάριν ἀποδιδοὺς ὦν εὐηργέτητο, τὴν θρησκείαν τοῦ βασιλέως ἠσπάζετο, καὶ τοὺς ὑφ̓ ἑαυτῷ τοῦτο ποιεῖν προετρέπετο. Διὸ καὶ μέχρι νῦν πλείους οἱ Γότθοι τῆς Ἀρειανῆς θρησκείας ὄντες τυγχάνουσι, τότε διὰ τὸν βασιλέα ταύτῃ προσθέμενοι. [*](Cp. ii. 41.) Τότε δὲ καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος γράμματα ἐφεῦρε Γοτθικά: καὶ τὰς θείας γραφὰς εἰς τὴν Γότθων μεταβαλὼν, τοὺς βαρβάρους μανθάνειν τὰ θεῖα λόγια παρεσκεύασεν. Ἐπειδὴ δὲ Οὐλφίλας οὐ μόνον τοὺς ὑπὸ Φριτιγέρνην, ἀλλὰ καὶ τοὺς ὑπὸ Ἀθανάριχον ταττομένους βαρβάρους τὸν Χριστιανισμὸν ἐξεδίδασκεν, ὁ Ἀθανάριχος, ὡς παραχαραττομένης τῆς πατρῴου θρησκείας, πολλοὺς τῶν Χριστιανιζόντων τιμωρίαις ὑπέβαλλεν: ὥστε γενέσθαι μάρτυρας τηνικαῦτα βαρβάρους Ἀρεανίζοντας. Ἀλλὰ Ἄρειος μὲν, πρὸς τὴν Σαβελλίου τοῦ Λίβυος δόξαν ἀπαντῆσαι μὴ [*](Cp. Deut. xxxii. 17.) δυνηθεὶς, τῆς ὀρθῆς ἐξέπεσε πίστεως, πρόσφατον Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ δογματίσας. Οἱ δὲ βάρβαροι ἁπλότητι τὸν Χριστιανισμὸν δεξάμενοι, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως τῆς ἐνταῦθα ζωῆς κατεφρόνησαν. Ταῦτα μὲν περὶ τῶν Χριστιανιζόντων.

Ὡς οἱ Γότθοι ὑφ̓ ἑτέρων βαρβάρων καταπολεμηθέντες τῇ τῶν Ῥωμαίων χώρᾳ προσέφυγον, καὶ ὑπὸ τοῦ βασιλέως προσεδέχθησαν: ὅπερ αἴτιον ἀπωλείας καὶ τῆς Ῥωμαίων ἀρχῆς καὶ αὐτοῦ τοῦ βασιλέως κατέστη.

Οὐκ εἰς μακρὰν δὲ οἱ βάρβαροι φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι, αὖθις ὑφ̓ ἑτέρων βαρβάρων γειτνιαζόντων αὐτοῖς, τῶν καλουμένων Οὕννων, καταπολεμηθέντες, καὶ τῆς ἰδίας ἐξελαθέντες χώρας, εἰς τὴν Ῥωμαίων γῆν καταφεύγουσι, δουλεύειν τῷ βασιλεῖ συντιθέμενοι, καὶ τοῦτο πράττειν ὅπερ ἂν ὁ Ῥωμαίων προστάξειε βασιλεύς. Ταῦτα εἰς γνῶσιν ἥκει τοῦ Οὐάλεντος: καὶ μηδὲν

211
προϊδόμενος, κελεύει τοὺς ἱκετεύοντας οἴκτου τυχεῖν, πρὸς ἓν τοῦτο μόνον οἰκτίρμων γενόμενος. Ἀφορίζει οὖν αὐτοῖς τὰ μέρη τῆς Θρᾴκης, εὐτυχεῖν τὰ μάλιστα ἐπὶ τούτῳ νομίσας: ἐλογίζετο δὲ ὡς εἴη ἕτοιμον καὶ εὐτρεπὲς κτησάμενος κατὰ πολεμίων στράτευμα. Ἤλπιζε γὰρ βαρβάρους Ῥωμαίων φοβερωτέρους ἔσεσθαι φύλακας: καὶ διὰ τοῦτο ἠμέλει τοῦ λοιποῦ τοὺς Ῥωμαίων στρατιώτας αὐξῆσαι. Καὶ τοὺς μὲν ἤδη πάλαι στρατευομένους, καὶ κατὰ τοὺς πολέμους γενναίως ἀγωνισαμένους, ὑπερεώρα: τὸν δὲ συντελούμενον ἐκ τῶν ἐπαρχιῶν κατὰ κώμας στρατιώτην ἐξηργύρισεν, ὀγδοήκοντα χρυσίνους ὑπὲρ ἑκάστου στρατιώτου τοὺς συντελεστὰς ἀπαιτεῖσθαι κελεύσας, οὐ πρότερον τὰς συντελείας κουφίσας αὐτοῖς. Τοῦτο ἀρχὴ γέγονε τοῦ δυστυχῆσαι τότε πρὸς ὀλίγον τὴν Ῥωμαίων ἀρχήν.

Ὡς ὁ βασιλεὺς τῇ φροντίδι τοῦ πρὸς Γότθους πολέμου τὸν κατὰ Χριστιανῶν πόλεμον ἀνῆκεν.

Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην κατειληφότες, ἐν ἀδείᾳ τὴν Ῥωμαίων καρπούμενοι χώραν, τὴν εὐτυχίαν οὐκ ἤνεγκαν: ἀλλὰ κατὰ τῶν εὐεργετησάντων χωροῦσι, καὶ πάντα τὰ περὶ Θρᾴκην ἀνέτρεπον. Ταῦτα οὕτως ἐπιγενόμενα, εἰς γνῶσιν ἐλθόντα τοῦ Οὐάλεντος, τοῦ εἰς ἐξορίαν πέμπειν τοὺς φρονοῦντας τὸ ὁμοούσιον ἀφίστατο. Ἐν θορύβῳ γὰρ γενόμενος, εὐθὺς ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν ἦλθε: διὸ καὶ ὁ κατ̓ αὐτὴν Χριστιανικὸς ἐλώφησε πόλεμος. Τότε δὴ καὶ Εὐζώϊος ὁ τῆς Ἀρειανῆς θρησκείας ἐν Ἀντιοχείᾳ προεστὼς τέλει τοῦ βίου ἐχρήσατο, κατὰ τὴν ὑπατείαν Οὐάλεντος τὸ πέμπτον, καὶ Οὐαλεντινιανοῦ νέου τὸ [*](A.D. 376.) πρῶτον: καὶ καθίσταται εἰς τὸν τόπον αὐτοῦ Δωρόθεος.

Ὡς καὶ Σαρακηνοὶ τηνικαῦτα τῇ πίστει Χριστοῦ προσέθεντο, Μαυΐας γυναικὸς αὐτῶν ἀρχούσης, Μωσῆν τινὰ θεοσεβῆ καὶ πιστὸν μονάζοντα λαβόντες ἐπίσκοπον.

Ἀναχωρήσαντος δὲ τῆς Ἀντιοχείας τοῦ βασιλέως, Σαρακηνοὶ οἱ πρώην ὑπόσπονδοι, τότε Ῥωμαίων ἀπέστησαν, στρατηγούμενοι ὑπὸ Μαυΐας γυναικὸς, τοῦ ἀνδρὸς αὐτῆς τελευτήσαντος. Πάντα οὖν τὰ ὑπὸ τὴν ἀνατολὴν ὑπὸ τῶν Σαρακηνῶν κατὰ τὸν αὐτὸν ἐπορθεῖτο χρόνον: ἀλλά τις Θεοῦ πρόνοια τὰ Σαρακηνῶν κατέστειλε

212
δἰ αἰτίαν τοιαύτην. Μωϋσῆς τις ὄνομα, Σαρακηνὸς τὸ γένος, ἐν τῇ ἐρήμῳ τὸν μοναχικὸν μετερχόμενος βίον, ἐπ̓ εὐλαβείᾳ καὶ πίστει καὶ τεραστίοις περιβόητος ἦν. Τοῦτον ἡ τῶν Σαρακηνῶν βασίλισσα Μαυΐα ἐπίσκοπον τοῦ οἰκείου ἔθνους ᾔτει λαβεῖν, ἐπὶ συνθήκαις τοῦ καταλῦσαι τὸν πόλεμον. Ταῦτα ἀκούσαντες οἱ Ῥωμαίων στρατηγοὶ ἀγαπητὸν ἡγήσαντο ἐπὶ τοιαύταις συνθήκαις εἰρήνην ποιήσασθαι, εὐθύς τε ὡς εἶχον ἐπέταττον τοῦτο γενέσθαι: καὶ συλληφθεὶς ὁ Μωϋσῆς ἐκ τῆς ἐρήμου ἤγετο εἰς τὴν Ἀλεξάνδρειαν, ἐκεῖ τὴν ἱερωσύνην δεξόμενος. Ἐπεὶ δὲ πρὸς τὸν κρατοῦντα τότε τῶν ἐκκλησιῶν Λούκιον ἤχθη, τὴν χειροτονίαν ἀπέφυγε, τοιαῦτα εἰπὼν πρὸς Λούκιον: Ἐγὼ μὲν ἐμαυτὸν ἡγοῦμαι τῆς ἱερωσύνης ἀνάξιον: εἰ δὲ λυσιτελεῖ τοῦτο τοῖς δημοσίοις πράγμασιν, οὐκ ἐπιθήσει μοι χεῖρα Λούκιος: πεπλήρωται γὰρ αὐτοῦ αἱμάτων ἡ δεξιά. Τοῦ δὲ Λουκίου λέγοντος, μὴ δεῖν ὑβρίζειν, ἀλλὰ πρότερον μανθάνειν παῤ αὐτοῦ τῆς θρησκείας τὰ δόγματα: ὁ Μωϋσῆς, Ἀλλ̓ οὐ δογμάτων λόγος, ἔφη, νῦν ζητεῖται: ἀλλ̓ αἱ πράξεις σου αἱ κατὰ τῶν ἀδελφῶν γενόμεναι ἐξελέγχουσιν ὡς οὐ Χριστιανικὰ ἔχεις δόγματα. Ὁ γὰρ Χριστιανὸς [*](2 Tim. ii. 24.) οὐ πλήσσει, οὐ λοιδορεῖ, οὐδὲ μάχεται: δοῦλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι. Σοῦ δὲ τὰ ἔργα βοᾷ διὰ τῶν πεμφθέντων εἰς ἐξορίαν καὶ θηρίοις παραβληθέντων καὶ πυρὶ παραδοθέντων: μείζονα δὲ ἔχει τὴν ἀπόδειξιν τὰ τοῖς ὀφθαλμοῖς ὁρώμενα ἢ ταῖς ἀκοαῖς λαμβανόμενα. Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντα τὸν Μωϋσῆν ἀπῆγον οἱ ἐπιτήδειοι πρὸς τὸ ὄρος, ὅπως ἂν τὴν χειροτονίαν παρὰ τῶν εἰς ἐξορίαν τυγχανόντων δέξηται. Οὕτως οὖν τότε τοῦ Μωϋσέως χειροτονηθέντος, ὁ Σαρακηνῶν ἐσβέσθη πόλεμος: εἶχέ τε τοῦ λοιποῦ ἡ Μαυΐα πρὸς Ῥωμαίους εἰρήνην, ὡς καὶ θυγατέρα αὐτῆς τῷ στρατηλάτῃ κατεγγυῆσαι Βίκτορι. Ταῦτα περὶ Σαρακηνῶν.

Ὡς ἀναχωρήσαντος Οὐάλεντος ἀπὸ Ἀντιοχείας, οἱ ἐν τῇ ἀνατολῇ θαρσήσαντες ὀρθόδοξοι, καὶ μάλιστα ἐν Ἀλεξανδρείᾳ, τὸν Λούκιον ἐκβαλόντες αὖθις τῷ Πέτρῳ τὰς ἐκκλησίας παραδεδώκασι, γράμμασι Δαμάσου τοῦ Ῥώμης ἐπισκόπου κατωχυρωμένῳ.

Κατὰ δὲ τὸν καιρὸν τοῦτον τοῦ βασιλέως Οὐάλεντος ἐκ τῆς Ἀντιοχείας ἀναχωρήσαντος, ἀνερρώννυντο οἱ πανταχοῦ ἐλαυνόμενοι,

213
καὶ μάλιστα οἱ κατὰ τὴν Ἀλεξάνδρειαν. Πέτρου τε ἐπανελθόντος ἀπὸ τῆς Ῥώμης μετὰ γραμμάτων Δαμάσου τοῦ Ῥώμης ἐπισκόπου βεβαιούντων τὴν τοῦ ὁμοουσίου πίστιν καὶ τὴν τοῦ Πέτρου κατάστασιν, ἀναθαρρήσας ὁ λαὸς τὸν μὲν Λούκιον ἐξελαύνουσιν, ἀντεισάγουσι δὲ τὸν Πέτρον. Ἀλλὰ Λούκιος μὲν ὡς εἶχεν ἐπὶ τὴν Κωνσταντινούπολιν ἔπλεεν: Πέτρος δὲ ὀλίγον ἐπιβιοὺς χρόνον τελευτᾷ, διάδοχον καταλιπὼν Τιμόθεον ἀδελφὸν ἑαυτοῦ.

Ὡς ὁ βασιλεὺς ὑποστρέψας ἐν τῇ Κωνσταντινουπόλει καὶ ὑπὸ τοῦ δήμου διὰ τοὺς Γότθους κατονειδισθεὶς ἐξελαύνει τῆς πόλεως κατὰ βαρβάρων: καὶ συμβαλὼν αὐτοῖς ἐν Ἀδριανουπόλει τῆς Μακεδονίας ὑπ̓ αὐτῶν ἀναιρεῖται, ζήσας μὲν ἔτη πεντήκοντα, βασιλεύσας δὲ ἔτη ἓξ πρὸς τοῖς δέκα.

Ὁ δὲ βασιλεὺς Οὐάλης περὶ τὴν τριακάδα τοῦ Μαΐου μηνὸς, ἐν τῇ ἕκτῃ ἑαυτοῦ ὑπατείᾳ καὶ Οὐαλεντινιανοῦ τοῦ νέου τὸ δεύτερον, [*](A.D. 378.) ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν εὑρίσκει τὸν δῆμον ἐν ἀθυμίᾳ καθεστῶτα πολλῇ: Οἱ γὰρ βάρβαροι καταδραμόντες τὴν Θρᾴκην ἤδη καὶ τὰ προάστεια ἐπόρθουν τῆς Κωνσταντινουπόλεως, μηδεμιᾶς οὔσης ἀξιομάχου τηνικαῦτα δυνάμεως. Ἐπεὶ δὲ καὶ τοῖς τείχεσι προσπελάζειν ἐπεχείρουν οἱ βάρβαροι, χαλεπῶς ἡ πόλις ἔφερε τὰ γινόμενα: ἐψιθύριζόν τε κατὰ τοῦ βασιλέως, ὡς ἐπαγαγόντος τοὺς πολεμίους, καὶ ὅτι μὴ ἀντεπεξῆγεν εὐθὺς, ἀλλὰ παρεῖλκε τὸν πρὸς τοὺς βαρβάρους πόλεμον. Καὶ δὴ ἱπποδρομίας ἐπιτελουμένης, πάντες ἐκ συμφωνίας κατεβόων τοῦ βασιλέως ὡς περιορῶντος τὰ πράγματα: ἔκραζον οὖν συντόνως, Δὸς ὅπλα καὶ πολεμοῦμεν ἡμεῖς. Ταῦτα βοώντων, ἐξάπτεται πρὸς ὀργὴν ὁ βασιλεύς: καὶ ὑπερβαίνει περὶ τὴν ἑνδεκάτην τοῦ Ἰουνίου μηνὸς, [*]([*wal. u(pekbai/nei.]) ἐπαπειλήσας ἢν ὑποστρέψῃ, δίκην ἀπὸ Κωνσταντινουπολιτῶν λήψεσθαι, ὦν τότε ὑβρίζειν αὐτὸν ἐδόκουν, καὶ ὑπὲρ ὧν ἤδη πρότερον τῇ τυραννίδι Προκοπίου προσέθεντο: ἔρημόν τε καταστήσειν τὴν πόλιν, καὶ ἄροτρον εἰπὼν βαλεῖν κατ̓ αὐτὴν, ἐπὶ τοὺς βαρβάρους ἐχώρει. Καὶ ὠθεῖ μὲν αὐτοὺς πόρρω τῆς πόλεως: ἐδίωκε δὲ ἄχρι τῆς ἐν Θρᾴκῃ Ἀδριανουπόλεως, ἣ ἐν τοῖς ὁρίοις τῆς Μακεδονίας ἐστίν. Ἐκεῖ τε συμβαλὼν τοῖς βαρβάροις, ἀπέθανε τῇ ἐννάτῃ τοῦ Αὐγούστου μηνὸς, ἐν τῇ αὐτῇ

214
ὑπατείᾳ: τοῦτο δὲ ἦν τέταρτον ἔτος τῆς διακοσιοστῆς ὀγδοηκοστῆς ἐννάτης Ὀλυμπιάδος. Καὶ οἱ μὲν πυρὶ φασὶν ἀπολέσθαι αὐτὸν εἰς κώμην καταφυγόντα τινὰ, ἣν ἐπιδραμόντες οἱ βάρβαροι ἐνέπρησαν. Οἱ δὲ ἀμείψαντα τὸ βασιλικὸν σχῆμα φασὶν αὐτὸν εἰς μέσον τὸ στίφος τῶν πεζῶν εἰσδραμεῖν: εἶτα τῶν ἱππέων προδεδωκότων, καὶ οὐχ ἁψαμένων τῆς μάχης, ἐν τῇ συμβολῇ τούτους περιχυθέντας πάντας ἀθρόως πεσεῖν. Ἔνθα δὴ φασὶν αὐτὸν ἀγνοηθῆναι κείμενον, οὐκ ὄντος βασιλικοῦ σχήματος τοῦ καταμηνύσοντος ὅστις ἦν. Τελευτᾷ δὲ ζήσας ἔτη πεντήκοντα, συμβασιλεύσας μὲν τῷ ἀδελφῷ ἔτη δεκατρία: μετὰ δὲ τὸν ἀδελφὸν βασιλεύσας ἔτη τρία. Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δεκάεξ.