Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς Μακεδόνιος τοῦ θρόνου ἐπιλαβόμενος πολλὰ κακὰ τοὺς μὴ φρονοῦντας τὰ αὐτοῦ πεποίηκε.

Τότε δὲ καὶ ἐν Κωνσταντινουπόλει Μακεδόνιος τῶν ἐκκλησιῶν ἐγκρατὴς γίνεται, Παύλου ἐκποδὼν γενομένου καθ̓ ὃν εἴρηται τρόπον: παρρησίαν τε παρὰ βασιλεῖ μεγίστην κτησάμενος, Χριστιανικὸν ἐκίνησε πόλεμον, οὐχ ἥττονα ἢ ὑπὸ τὸν αὐτὸν χρόνον ἐποίουν οἱ τύραννοι: πείσας τε τὸν βασιλέα συλλαμβάνεσθαι αὐτῷ πορθοῦντι τὰς ἐκκλησίας, παρασκευάζει νόμῳ κυροῦσθαι ὅσα κακῶς πράττειν ἐβούλετο. Καὶ τὸ ἐντεῦθεν κατὰ πόλεις μὲν νόμος προὐτίθετο, στρατιωτικὴ δὲ χεὶρ ὑπουργεῖν κεκέλευστο τοῖς τοῦ βασιλέως θεσπίσμασιν: ἐξωθοῦντό τε οἱ φρονοῦντες τὸ ὁμοούσιον οὐκ ἐκ τῶν ἐκκλησιῶν μόνον, ἀλλ̓ ἤδη καὶ ἐκ τῶν πόλεων. Καὶ τὸ μὲν πρότερον περὶ τὸ ἐξωθεῖν μόνον ἐσχόλαζον: προβαίνοντος δὲ τοῦ κακοῦ, ἐπὶ τὸ ἀναγκάζειν συγκοινωνεῖν αὐτοῖς ἐτρέποντο, μικρὰ τῶν ἐκκλησιῶν φροντίσαντες. Ἦν δὲ ἡ ἀνάγκη οὐ μείων ἧς πρότερον

98
παρέσχον οἱ τοῖς ἀγάλμασι προσκυνεῖν ἀναγκάσαντες. Καὶ γὰρ παντοίας αἰκίας προσέφερον, καὶ στρεβλώσεις ποικίλας καὶ δημεύσεις χρημάτων: ἐξορίαις τε πολλοὶ ὑπεβάλλοντο: καὶ οἱ μὲν ταῖς βασάνοις ἐναπέθνησκον, οἱ δὲ ἐφθείροντο κατὰ τὰς ἐξορίας ἀπαγόμενοι. Καὶ ταῦτα ἐγίνοντο κατὰ πάσας μὲν τὰς ἀνατολικὰς πόλεις, ἐξαιρέτως δὲ ἐν τῇ Κωνσταντινουπόλει. Τοῦτον μὲν οὖν τὸν ἐμφύλιον διωγμὸν, βραχὺν ὄντα πρότερον, εἰς τὴν ἐπισκοπὴν παρελθὼν Μακεδόνιος ηὔξησεν. Αἱ δὲ περὶ τὴν Ἑλλάδα πόλεις καὶ Ἰλλυριοὺς καὶ τὰ ἑσπέρια μέρη ἔμμενον ἔτι ἀσάλευτοι, τῷ συμφωνεῖν τε ἀλλήλοις καὶ τὸν παραδοθέντα ἐκ τῆς ἐν Νικαίᾳ συνόδου κανόνα κρατεῖν.

Περὶ τῶν γεγονότων ἐν τῇ Ἀλεξανδρείᾳ ὑπὸ Γεωργίου τοῦ Ἀρειανοῦ, ἐκ τῆς Ἀθανασίου διηγήσεως.

Οἷα δὲ τῇ Ἀλεξανδρείᾳ Γεώργιος ὑπὸ τὸν αὐτὸν χρόνον εἰργάζετο, τῆς φωνῆς Ἀθανασίου τοῦ πεπονθότος καὶ παρόντος τοῖς γινομένοις ἐπάκουσον. Ἐν γὰρ τῷ ἀπολογητικῷ περὶ τῆς φυγῆς ἑαυτοῦ λόγῳ κατὰ λέξιν περὶ τῶν ἐκεῖ γεγενημένων φησί: [*](Ath. Apol. de Fuga, 6.) Καὶ γὰρ εἰς τὴν Ἀλεξάνδρειαν ἐπεφύησαν ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι. Καὶ γέγονε τὰ ὕστερα χείρονα τῶν πρώτων: στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ τῶν εὐχῶν ἐγίνετο. Εἶτα εἰσελθὼν τῇ Τεσσαρακοστῇ ὁ παῤ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παῤ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο: ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι: ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο οἰκίαι τε καὶ ἄρτοι: ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο: καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο: ἐπεσφραγίσθησαν οἰκίαι: καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τετολμημένα. Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. [*](Cp. Ath. Hist. Ari. 61.) Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν, Μανιχαῖον ὄντα. Καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένουσ—οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἔτυχον—τοιαῦτα εἰργάσατο, οἷα παῤ αὐτῶν ἔπρεπε πραχθῆναι. Πυρκαϊὰν γὰρ ἅψας, καὶ στήσας παρθένους παρὰ τὸ

99
πῦρ, ἠνάγκαζε λέγειν αὐτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας λοιπὸν οὕτω κατέκοψεν αὐτὰς εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον μόγις ἐπιγνωσθῆναι. Ἄνδρας τε κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε: ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν ἐν ἑαυταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὴν παρθένον ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν. Τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι συνεχώρησαν: ἀλλ̓ ἔκρυψαν ὡς ἠθέλησαν, ἄταφα βαλόντες ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένοι τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μεῖζον ἐξηχεῖτο κατ̓ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Θμοῦϊν, Γάϊον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, [*](Cp. Ath. Hist. Ari. 72.) Νειλάμμωνα, Ἀγάθωνα, Ἀνάγαμφον, Μάρκον, Ἀμμώνιον, ἕτερον Μάρκον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὥς τινας μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν: ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν ἐξᾶραι τὴν ἀλήθειαν. Τοιαῦτα μὲν Ἀθανάσιος περὶ τῶν ὑπὸ Γεωργίου κατὰ τὴν Ἀλεξάνδρειαν γενομένων οἰκείαις διεξῆλθε φωναῖς. Ὁ δὲ βασιλεὺς ἐπὶ τὴν Ἰλλυρίδα ἐστρατοπεδεύετο: ἦγε γὰρ αὐτὸν ἐκεῖσε τῶν δημοσίων χρειῶν ἡ ἀνάγκη, μάλιστα δὲ ἡ Βετρανίωνος ὑπὸ τῶν στρατιωτῶν ἀναγόρευσις. Γενόμενος δὲ ἐν Σιρμίῳ κατὰ συνθήκας ἐντυγχάνει τῷ Βετρανίωνι, κατασκευάζει τε μεταθέσθαι τοὺς ἀνακηρύξαντας αὐτὸν στρατιώτας: οἱ καὶ μεταθέμενοι Κωνστάντιον μόνον ἀνεφώνουν Αὔγουστον καὶ βασιλέα καὶ αὐτοκράτορα: Βετρανίωνος δὲ οὐδαμοῦ μνήμη βοώντων ἐγίνετο. Ὁ δὲ εὐθὺς αἰσθόμενος προδίδοσθαι, παρὰ τοὺς πόδας ἐκυλινδεῖτο τοῦ βασιλέως. Κωνστάντιος δὲ αὐτοῦ περιελὼν τὸν βασιλικὸν στέφανον καὶ τὴν [*](Cp. Ath. Hist. Ari. 50.) ἁλουργίδα φιλανθρωπεύεται, παραινέσας ἰδιωτικῷ σχήματι ἡσυχέστερον διάγειν: πρέπειν γὰρ τῷ προβεβηκότι τὴν ἡλικίαν ἀπραγμονέστερον βιοῦν ἢ ἔχειν ὄνομα φροντίδων μεστόν. Τὰ μὲν οὖν κατὰ Βετρανίωνα τοιαύτην ἔσχε τὴν ἔκβασιν. Ὁ δὲ βασιλεὺς
100
αὐτῷ παντοίαν δαπάνην ἐκ δημοσίων φόρων ἐκέλευσε δίδοσθαι. Πολλάκις δὲ αὐτῷ ὕστερον ἐν Προύσῃ τῆς Βιθυνίας διάγοντι γράφων ἐδήλου, ὡς εἴη μεγίστων ἀγαθῶν αἴτιος αὐτῷ γεγονὼς, ἀπαλλάξας φροντίδων καὶ ὅσα σύνεστι τῇ βασιλείᾳ κακά: οὐκ εὖ τε πράττειν ἔλεγεν αὐτὸν, ὅτι ὧν ἐκείνῳ παρέσχεν, αὐτὸς οὐκ ἀπέλαυσε. Καὶ τοσαῦτα μὲν περὶ τούτων λελέχθω. Τότε δὲ ὁ βασιλεὺς Γάλλον μὲν ἀνεψιὸν ἑαυτοῦ Καίσαρα καταστήσας, τό τε οἰκεῖον θεὶς αὐτῷ ὄνομα, εἰς τὴν Συρίας Ἀντιοχείαν ἔπεμψε, φρουρεῖσθαι τὰ τῆς ἑῴας μέρη δἰ αὐτοῦ προνοούμενος. Ὅτε καὶ ἐπιστάντος αὐτοῦ τῇ Ἀντιοχέων, τὸ τοῦ Σωτῆρος σημεῖον περὶ τὴν ἀνατολὴν ἐφάνη: στύλος γὰρ σταυροειδὴς ἐν τῷ οὐρανῷ ὀφθεὶς μέγιστον θαῦμα τοῖς ὁρῶσιν ἐγένετο. Τοὺς δὲ ἄλλους αὐτοῦ στρατηγοὺς σὺν δυνάμει πολλῇ κατὰ Μαγνεντίου προὔπεμπε: παρεῖλκέ τε ἐν τῷ Σιρμίῳ προσμένων τὰ ἐκβησόμενα.

Περὶ Φωτεινοῦ τοῦ αἱρεσιάρχου.

Τότε δὴ καὶ Φωτεινὸς ὁ τῆς ἐκεῖ ἐκκλησίας προεστηκὼς τὸ παρευρεθὲν αὐτῷ δόγμα φανερώτερον ἐξεθρύλει. Διὸ ταραχῆς ἐκ τούτου γενομένης, ὁ βασιλεὺς σύνοδον ἐπισκόπων ἐν τῷ Σιρμίῳ γένεσθαι ἐκέλευσε. Συνῆλθον οὖν ἐκεῖ τῶν μὲν ἀνατολικῶν Μάρκος ὁ Ἀρεθούσιος, Γεώργιός τε ὁ Ἀλεξανδρείας, ὃν οἱ Ἀρειανίζοντες ἔπεμψαν ἀποκινήσαντες Γρηγόριον, ὥς μοι πρότερον εἴρηται, Βασίλειός τε ὁ ἐκβληθέντος Μαρκέλλου τῆς ἐν Ἀγκύρᾳ προεστὼς ἐκκλησίας, Παγκράτιος Πηλουσίου, Ὑπατιανὸς Ἡρακλείας. Τῶν δὲ δυτικῶν, Οὐάλης Μουρσῶν, καὶ ὁ περιβόητος τοῖς τότε ἀνθρώποις Ὅσιος, ὁ τῆς ἐν Ἱσπανίᾳ Κουδρούβης ἐπίσκοπος, ἄκων παρῆν. Οὗτοι μετὰ τὴν ὑπατείαν Σεργίου καὶ [*](A.D. 351.) Νιγριανοῦ, καθ̓ ὃν ἐνιαυτὸν διὰ τοὺς ἐκ τῶν πολέμων θορύβους [*]([Qu. te])οὐδεὶς ὕπατος τὰς συνήθεις ὑπατείας ἐπετέλεσε, συνελθόντες δὲ ἐν Σιρμίῳ, καὶ τὸν Φωτεινὸν τὸ δόγμα Σαβελλίου τοῦ Λίβυος καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα φωράσαντες, καθεῖλον εὐθύς. Καὶ τοῦτο μὲν ὡς καλῶς καὶ δικαίως γενόμενον πάντες ἐπῄνεσαν καὶ τότε καὶ μετὰ ταῦτα: οἱ δὲ ἐπιμείναντες ἔπραξαν ὅπερ οὐ πᾶσιν ἦν ἀρεστόν.

101

Περὶ τῶν ἐν τῷ Σιρμίῳ ἐκτεθεισῶν πίστεων παρουσίᾳ τοῦ βασιλέως Κωνσταντίου.

Ὥσπερ γὰρ καταγινώσκοντες τῶν πάλαι αὐτοῖς περὶ τῆς πίστεως δεδογμένων, αὖθις ἑτέρας περὶ τῆς πίστεως ἐνομοθέτουν ἐκθέσεις: μίαν μὲν ἣν Μάρκος ὁ Ἀρεθούσιος ὑπηγόρευσεν Ἑλλάδι γλώσσῃ: ἄλλας δὲ τῇ Ῥωμαίων φωνῇ, σύμφωνον οὐκ ἐχούσας οὔτε τὴν λέξιν οὔτε τὴν σύνθεσιν, οὔτε πρὸς ἑαυτὰς οὔτε μὴν πρὸς τὴν Ἑλληνικὴν ἣν ὁ Ἀρεθούσιος ὑπηγόρευσε. Τὴν μὲν οὖν μίαν τῶν Ῥωμαϊκῶν ἐκθέσεων τῇ ὑπὸ Μάρκου συντεθείσῃ συζεύξας ἐνταῦθα ὑποτάξω: τὴν δὲ δευτέραν, ἣν ὕστερον ἐν Σιρμίῳ ἀνέγνωσαν, τῷ οἰκείῳ τάξομεν τόπῳ, ὅτε τὰ ἐν Ἀριμήνῳ γενόμενα ἐκτιθέμεθα. Ἰστέον δὲ ὅτι ἀμφότεραι εἰς Ἑλλάδα μετεβλήθησαν γλῶτταν. Ἔστι δὲ ἡ ὑπὸ Μάρκου ὑπαγορευθεῖσα τῆς πίστεως ἔκθεσις ἥδε. [*](Ath. de Syn. 27. Hil. de Syn. 38.) Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ [*](Eph. iii. 15.) εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δἰ οὗ ἐγένετο τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: Λόγον ὄντα, καὶ Σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωήν: τὸν ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν δἰ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτὁ??ʼ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας: ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι τὸν Παράκλητον: ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, ἔπεμψεν: δἰ οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Πάλιν οὖν ἐροῦμεν, εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω: καὶ εἴ τις, λέγων Θεὸν τὸν Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. Εἴ τις τὸν ἀγέννητον, ἢ μέρος αὐτοῦ, ἐκ Μαρίας λέγειν γεγεννῆσθαι τολμᾷ, ἀνάθεμα

102
ἔστω. Εἴ τις κατὰ πρόγνωσιν τὸν ἐκ Μαρίας λέγοι Υἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι, καὶ δἰ αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω. Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω. Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν λόγον λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν Υἱὸν τὸν ἐκ Μαρίας, ἀνάθεμα ἔστω. Εἴ τις, Θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον [*](Isa. xliv. 6.) αὐτὸν νοεῖ, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, τὸ ἐπ̓ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων Θεῶν εἰρημένον, ἐπ̓ ἀναιρέσει τοῦ μονογενοῦς πρὸ τῶν αἰώνων Θεοῦ Ἰουδαϊκῶς ἐκλαμβάνοι, [*](John i. 14.) ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι, ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα, ἀνάθεμα ἔστω. Εἴ τις, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ μείωσιν ἢ ἀναίρεσιν [*](Gen. i. 26.) ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ποιήσωμεν ἄνθρωπον, μὴ τὸν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλὰ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος [*](Gen. xix. 24.) αὐτοῦ, λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἔβρεξε Κύριος παρὰ Κυρίου, μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ̓ αὐτὸν παῤ ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω: ἔβρεξε γὰρ Κύριος ὁ Υἱὸς, παρὰ Κυρίου τοῦ Πατρός. Εἴ τις ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν εἴποι, καὶ Κύριος ἐκ Κυρίου λέγων, δύο λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν τὸν Υἱὸν τῷ Πατρὶ, [*]([*so/doma, Ath.]) ἀλλ̓ ὑποτεταγμένον τῷ Πατρί: οὔτε γὰρ κατῆλθεν εἰς σῶμα ἄνευ βουλῆς τοῦ Πατρός: οὐδὲ ἔβρεξεν ἀφ̓ ἑαυτοῦ, ἀλλὰ παρὰ Κυρίου αὐθεντοῦντος, δηλαδὴ τοῦ Πατρός. Οὔτε κάθηται ἐκ δεξιῶν ἀφ̓ ἑαυτοῦ, ἀλλ̓ ἀκούει [*](Ps. cix. 1. (Lxx.)) τοῦ Πατρὸς λέγοντος, Κάθου ἐκ δεξιῶν μου [ἀνάθεμα ἔστω]. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἓν πρόσωπον λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα τὸ Ἅγιον Παράκλητον λέγων, τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνάθεμα ἔστω. Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς, μὴ ἄλλον λέγει τὸν Παράκλητον [*](John xin. 16, 26.) παρὰ τὸν Υἱὸν, εἴρηκε γὰρ, Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πατὴρ ὃν ἐγὼ ἐρωτήσω, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα μέρος λέγοι τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Εἴ τις βουλήσει τοῦ Θεοῦ, ὡς ἓν τῶν κτισμάτων, γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν λέγοι,
103
ἀνάθεμα ἔστω. Οὐ γὰρ μὴ βουλομένου τοῦ Πατρὸς, βιασθεὶς ὁ Πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθεὶς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν Υἱόν: ἀλλ̓ ἅμα τε ἐβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν. Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱὸν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν Θεοὺς, ἀνάθεμα ἔστω. Κεφαλὴ γάρ ἐστι καὶ ἀρχὴ πάντων ὁ Υἱός: κεφαλὴ δὲ ἐστὶ τοῦ Χριστοῦ ὁ Θεός: οὕτω γὰρ εἰς μίαν [*](1 Cor. xi. 3.) ἄναρχον τῶν ὅλων ἀρχὴν δἰ Υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν. Καὶ πάλιν οὖν διακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν ὅτι, εἴ τις Χριστὸν Ἰησοῦν Υἱὸν τοῦ Θεοῦ πρὸ αἰώνων ὄντα, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ̓ ἐξ οὗ ἐγεννήθη ἐκ Μαρίας, ἔκ τοτε καὶ Υἱὸν καὶ Χριστὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα ἔστω, ὡς ὁ Σαμοσατεύς. Πίστις ἐκτεθεῖσα ἑτέρως ἐν Σιρμίῳ Ῥωμαϊστὶ καὶ ἑρμηνευθεῖσα. [*](Ath. de Syn. 28. Hil. de Syn. 11. [The Blasphemia.]) Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γεγενῆσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρμηνεύθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ τῶν λοιπῶν. [*](A.D. 357.) Συνέστηκεν, ἕνα Θεὸν εἶναι Πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται: καὶ ἕνα μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν, τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν, ἐξ αὐτοῦ πρὸ αἰώνων γεννηθέντα. Δύο δὲ Θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ καὶ αὐτὸς ὁ Κύριος εἴρηκεν, Πορεύομαι [*](John xx. 17.) πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Διὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν, Ἢ Ἰουδαίων [*](Rom. iii. 29, 30.) ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν: ἐπείπερ εἷς Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως: καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχει. Ἐπεὶ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαϊστὶ μὲν σουβεσταντίας, Ἑλληνιστὶ δὲ λεγομένης οὐσίας, τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ ὁμοούσιον, ἤτοι λεγόμενον ὁμοιούσιον, οὐ χρή τινα τούτων παντελῶς μνήμην γενέσθαι, οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμὸν, ὅτι ἐν ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ ὅτι ταῦτα ὑπὲρ τὴν τῶν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπινον νοῦν ἐστίν: καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ Υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; [*](Isa. liii. 8.) μόνον γὰρ εἰδέναι τὸν Πατέρα φανερόν ἐστι, πῶς τὸν Υἱὸν ἐγέννησε: καὶ πάλιν τὸν Υἱὸν, πῶς αὐτὸς γεγέννηται ἀπὸ τοῦ Πατρός. Οὐδενὶ δὲ ἀμφίβολον ἐστὶ, μείζονα εἶναι τὸν Πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θεότητι, καὶ αὐτῷ τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρομένου αὐτοῦ τοῦ Υἱοῦ, Ὁ ἐμὲ πέμψας Πατὴρ μείζων μου ἐστί. Καὶ τοῦτο δὲ καθολικὸν [*](John xiv. 28.) εἶναι οὐδεὶς ἀγνοεῖ δύο πρόσωπα εἶναι Πατρὸς καὶ Υἱοῦ: καὶ τὸν μὲν Πατέρα μείζονα, τὸν δὲ Υἱὸν ὑποτεταγμένον μετὰ πάντων ὧν αὐτῷ ὁ Πατὴρ αὐτοῦ
104
ὑπέταξεν. Τὸν δὲ Πατέρα ἀρχὴν μὴ ἔχειν, καὶ ἀόρατον εἶναι, καὶ ἀθάνατον εἶναι, καὶ ἀπαθῆ εἶναι: τὸν δὲ Υἱὸν γεγεννῆσθαι ἐκ τοῦ Πατρὸς Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός: καὶ τούτου τὴν γένεσιν, καθὼς προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Υἱὸν τὸν Κύριον καὶ Θεὸν ἡμῶν, σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, εἰληφέναι, καθάπερ καὶ ὁ ἄγγελος εὐηγγελίσατο: καθὼς δὲ καὶ πᾶσαι αἱ γραφαὶ διδάσκουσι, καὶ μάλιστα αὐτὸς ἀπόστολος, ὁ διδάσκαλος τῶν ἐθνῶν, ἄνθρωπον ἀνέλαβεν ὁ Χριστὸς ἀπὸ Μαρίας τῆς παρθένου, δἰ οὗ πέπονθεν. Τὸ δὲ κεφάλαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστὶν, ἵνα Τριὰς ἀεὶ φυλάττηται, καθὼς ἀνέγνωμεν ἐν τῷ [*](Matt. xxviii. 19.) εὐαγγελίῳ, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος: ἀκέραιος δὲ καὶ τέλειος ἐστὶν ὁ ἀριθμὸς τῆς Τριάδος. Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον δἰ Υἱοῦ ἀποσταλὲν, ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστεύοντας ἁγιάσῃ καὶ ἀναδιδάξῃ. Τούτοις τὸν Φωτεινὸν καὶ μετὰ καθαίρεσιν συνθέσθαι καὶ συνυπογράψαι συμπείθειν ἐπειρῶντο, ἐπαγγειλάμενοι ἀποδώσειν αὐτῷ τὴν ἐπισκοπὴν ἐὰν ἐκ μετανοίας ἀναθεματίσῃ μὲν τὸ παρευρεθὲν αὐτῷ δόγμα, συνθῆται δὲ τῇ αὐτῶν γνώμῃ. Ὁ δὲ τὴν μὲν πρότασιν οὐκ ἐδέξατο, προεκαλεῖτο δὲ αὐτοὺς εἰς διάλεξιν. Ὁρισθείσης δὲ ἡμέρας γνώμῃ καὶ τοῦ βασιλέως συνῆλθον οἵτε παρόντες ἐπίσκοποι καὶ τῶν συγκλητικῶν οὐκ ὀλίγοι, οὓς ἐκέλευσε παρεῖναι τῇ διαλέξει ὁ βασιλεύς. Ἐφ̓ ὧν ἀντικατέστη τῷ Φωτεινῷ Βασίλειος ὁ τῆς ἐν Ἀγκύρᾳ τότε προεστὼς ἐκκλησίας, ὀξυγράφων τε τὰς φωνὰς αὐτῶν γραφόντων. Μεγίστη δὲ μάχη μεταξὺ τῶν παῤ ἑκατέρου λόγων ἐγένετο: ἐν οἷς ὁ Φωτεινὸς ἡττηθεὶς κατεκρίθη, ἐν φυγῇ τε διάγων τοῦ λοιποῦ λόγους συνέγραψεν ἀμφοτέραις γλώσσαις, ἐπεὶ μηδὲ τῆς Ῥωμαϊκῆς ἦν ἄμοιρος. Ἔγραφε δὲ κατὰ πασῶν αἱρέσεων, τὸ οἰκεῖον μόνον δόγμα παρατιθέμενος. Περὶ μὲν οὖν Φωτεινοῦ τοσαῦτα εἰρήσθω. Ἰστέον μέντοι ὅτι οἱ ἐν Σιρμίῳ συνελθόντες ἐπίσκοποι μετέγνωσαν ἐπὶ τῇ Ῥωμαϊκῇ τῆς πίστεως ἐκδόσει: πολλὰ γὰρ μετὰ τὴν ἔκδοσιν ἐναντία ἔχειν αὐτοῖς κατεφαίνετο. Διὸ σπουδὴν ἐτίθεντο παρὰ τῶν ἐγγραψαμένων ἀναλαμβάνειν αὐτήν. Ἐπειδὴ δὲ πολλοὶ ἀπέκρυπτον, ὁ βασιλεὺς διατάγμασιν ἐκέλευσε ζητεῖσθαι τὴν ἔκδοσιν, τιμωρίαν ἀπειλήσας εἴ τις φωραθείη κρύπτων αὐτήν. Ἀλλ̓ οὐδ̓ αἱ ἀπειλαὶ τὴν ἅπαξ ἐκδοθεῖσαν ἀφανίσαι δεδύνηνται τῷ φθάσαι εἰς πλείονας ἐμπεσεῖν. Τοσαῦτα μὲν περὶ τούτου λέλεχθω.
105

Περὶ Ὁσίου τοῦ Κουδρούβης ἐπισκόπου.

Ἐπειδὴ δὲ περὶ Ὁσίου τοῦ Ἱσπανοῦ μνήμην ὡς ἀκουσίως παρόντος πεποιήμεθα, βραχέα καὶ περὶ τούτου λεκτέον. Μικρὸν γὰρ ἔμπροσθεν οὗτος ἐκ συσκευῆς τῶν Ἀρειανιζόντων εἰς ἐξορίαν ἀπέσταλτο: τότε δὲ σπουδῇ τῶν ἐν τῷ Σιρμίῳ συνελθόντων ὁ βασιλεὺς αὐτὸν μετεπέμψατο, βουλόμενος ἢ πειθοῖ ἢ ἀνάγκῃ τοῖς παροῦσιν ὁμοφωνῆσαι. Τούτου γὰρ γενομένου, μέγιστον ἐδόκει μαρτύριον ὑπάρχειν τῆς ἐκείνων πίστεως. Διὰ ταῦτα οὖν, ὡς ἔφην, ἐξ ἀνάγκης ἄκων παρῆν. Ἐπεὶ δὲ αὐτὸς παρῃτεῖτο συντίθεσθαι, πληγάς τε καὶ στρεβλώσεις τῷ πρεσβύτῃ προσέφερον: διὸ [*](Ath. Hist. Ari. 45.) καὶ ἐξ ἀνάγκης ταῖς τότε ἐκδοθείσαις ὑπαγορεύσεσι καὶ συνέθετο καὶ ὑπέγραψε. Καὶ τὰ μὲν ἐν Σιρμίῳ τότε γενόμενα τοιοῦτον ἔχει τὸ τέλος. Ὁ μέντοι βασιλεὺς Κωνστάντιος παρεῖλκεν ἐν τῷ Σιρμίῳ, περιμένων τοῦ πρὸς Μαγνέντιον πολέμου τὴν ἔκβασιν.

Περὶ τῆς ἥττης Μαγνεντίου τοῦ τυράννου.

Μαγνέντιος μὲν οὖν τὴν βασιλεύουσαν Ῥώμην καταλαβὼν πολλοὺς μὲν τῆς συγκλήτου βουλῆς ἀνῄρει, πολλοὺς δὲ καὶ τοῦ δήμου ἀπώλλυεν: ὡς δὲ οἱ στρατηγοὶ Κωνσταντίου τὴν Ῥωμαϊκὴν δύναμιν συγκροτήσαντες ἐπ̓ αὐτὸν ἐχώρουν, ἀναχωρήσας τῆς Ῥώμης τὰς Γαλλίας κατέλαβεν. Ἔνθα συμβολαὶ συνεχεῖς ἐγίνοντο: καὶ ποτὲ μὲν τοῦτο τὸ μέρος, ποτὲ δὲ θάτερον ἐκράτει. Τέλος δὲ περὶ Μούρσαν—φρούριον δὲ τοῦτο τῶν Γαλλιῶν—ὁ Μαγνέντιος ἡττηθεὶς συνεκλείσθη. Ἐν ᾧ φρουρίῳ λέγεται τοιόνδε θαῦμα συμβῆναι. Ὁ Μαγνέντιος, ὑπὸ τῆς ἥττης καταπεπτωκότας τοὺς ἑαυτοῦ στρατιώτας ἀναρρῶσαι σπουδάζων, ὑψηλοῦ βήματος ἐπέβη. Οἱ δὲ τὴν συνήθη τοῖς βασιλεῦσιν εὐφημίαν ἐπιβοῆσαι βουλόμενοι, παρὰ γνώμην ἐπὶ τὸν Κωνστάντιον ταύτην μεταφέρουσιν: οὐ γὰρ Μαγνέντιον, ἀλλὰ Κωνστάντιον Αὔγουστον κοινῇ πάντες ἐβόησαν. Τοῦτο σύμβολον καθ̓ ἑαυτοῦ ὁ Μαγνέντιος ἡγησάμενος, ἐκ τοῦ φρουρίου εὐθὺς ἀπανίσταται φυγῇ ἐπὶ τὰ περαιτέρω τῆς Γαλλίας χωρῶν. Ἐπέκειντο δὲ οἱ τοῦ Κωνσταντίου στρατηγοὶ διώκοντες:

106
αὖθίς τε γίνεται συμβολὴ περὶ τόπον, ᾧ ὄνομα Μιλτοσέλευκος: ἐν ᾧ κατὰ κράτος ἡττηθεὶς ὁ Μαγνέντιος φεύγει μόνος εἰς Λουγδοῦνον πόλιν τῆς Γαλλίας, εἰς ἣν ἀπὸ Μούρσων ἐστὶ τοῦ φρουρίου τριῶν ἡμερῶν ὁδός. Ἐν ταύτῃ τῇ Λουγδούνῳ γενόμενος ὁ Μαγνέντιος ἀναιρεῖ μὲν τὴν ἑαυτοῦ μητέρα: ἀνελὼν δὲ καὶ τὸν ἀδελφὸν, ὃν Καίσαρα ἑαυτῷ πεποιήκει, τέλος ἐπικατέσφαξεν ἑαυτόν. Τοῦτο ἐπράχθη ἐν ὑπατείᾳ Κωνσταντίου τὸ ἕκτον καὶ Κωνσταντίου τοῦ [*](A.D. 353.) Γάλλου τὸ δεύτερον, περὶ τὴν πεντεκαιδεκάτην τοῦ Αὐγούστου μηνός. Οὐκ εἰς μακρὰν δὲ καὶ ὁ ἕτερος τοῦ Μαγνεντίου ἀδελφὸς, Δεκένιος ὄνομα αὐτῷ, τοῦ βίου ἐξήγαγεν ἑαυτὸν ἀγχόνῃ χρησάμενος. Τὰ μὲν οὖν κατὰ Μαγνέντιον τέλος τοιοῦτο ἐδέξατο: τὰ δὲ δημόσια τελέως οὐχ ἡσύχαζεν. Μετὰ ταῦτα γὰρ εὐθὺς ἕτερος ἐπανέστη τύραννος, ᾧ ὄνομα Σιλουανός. Καὶ τοῦτον δὲ οἱ Κωνσταντίου στρατηγοὶ περὶ τὴν Γαλλίαν ταράττοντα ταχέως καθεῖλον.

Περὶ τῶν ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαίων.

Ἐπισυνήχθη δὲ τοῖς γινομένοις καὶ περὶ τὴν ἀνατολὴν ἕτερος ἐγχώριος πόλεμος. Οἱ γὰρ ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαῖοι κατὰ Ῥωμαίων ὅπλα ἀντῇραν, καὶ περὶ τοὺς τόπους ἐκείνους κατέτρεχον. Ἀλλὰ τούτους μὲν Γάλλος, ὁ καὶ Κωνστάντιος, ὃν Καίσαρα καταστήσας ὁ βασιλεὺς εἰς τὴν ἑῴαν ἐξαπέστειλεν, δύναμιν ἀποστείλας κατηγωνίσατο: καὶ τὴν πόλιν αὐτῶν Διοκαισάρειαν εἰς ἔδαφος κατενεχθῆναι ἐκέλευσεν.