Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῆς κηδείας τοῦ βασιλέως Κωνσταντίνου.

Τὸ δὲ σῶμα τοῦ βασιλέως οἱ ἐπιτήδειοι χρυσῇ ἐνθέμενοι λάρνακι ἐπὶ τὴν Κωνσταντινούπολιν διεκόμισαν: ἀπέθεντό τε ἐν τοῖς

63
βασιλείοις ἐφ̓ ὑψηλοῦ, καὶ διὰ τιμῆς ἦγον καὶ δορυφορίας πολλῆς, ὡς καὶ ζῶντος ἐγίνετο: καὶ τοῦτο ἐποίουν ἕως τις τῶν υἱῶν αὐτοῦ παραγένηται. Μετὰ δὲ ταῦτα ἐκ τῶν ἀνατολικῶν μερῶν ἐπιστάντος Κωνσταντίου, κηδείας τῆς βασιλικῆς ἠξιοῦτο ἀποτεθεὶς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων, ἣν δἰ αὐτὸ τοῦτο πεποιήκει, ὅπως ἂν οἱ βασιλεῖς τε καὶ οἱ ἱερεῖς τῶν ἀποστολικῶν λειψάνων μὴ ἀπολιμπάνοιντο. Ἔζησε δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἔτη ἑξηκονταπέντε, ἐβασίλευσε δὲ ἔτη τριάκοντα ἕν: ἐτελεύτησε δὲ ἐν [*](A.D. 337.) ὑπατίᾳ Φιλικιανοῦ καὶ Τατιανοῦ, τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ Μαΐου μηνός: τοῦτο δὲ ἦν δεύτερον ἔτος τῆς διακοσιοστῆς ἑβδομηκοστῆς ὀγδόης Ὀλυμπιάδος. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν ἑνὸς πρὸς τοῖς τριάκοντα.

64

Προοίμιον, δἰ ἢν αἰτίαν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίον ἄνωθεν ἐλέχθη.

Ῥουφῖνος, ὁ τῇ Ῥωμαίων γλώττῃ τὴν ἐκκλησιαστικὴν ἱστορἵ??ʼ συντάξας, περὶ τοὺς χρόνους ἐπλανήσθη. Τὰ γὰρ κατὰ Ἀθανάσ̔??ʼ νομίζει μετὰ τὴν τελευτὴν τοῦ βασιλέως Κωνσταντίνου γεγενῆσθ̔??ʼ ἀγνοεῖ δὲ καὶ τὴν ἐν Γαλλίαις γενομένην αὐτοῦ ἐξορίαν καὶ ἕτεῥ??ʼ πλείονα. Ἡμεῖς οὖν πρότερον Ῥουφίνῳ ἀκολουθήσαντες τὸ πῥ??ʼ τον καὶ τὸ δεύτερον τῆς ἱστορίας βιβλίον ᾗ ἐκείνῳ ἐδόκει σὑ??ʼ εγράψαμεν. Ἀπὸ δὲ τοῦ τρίτου ἄχρι τοῦ ἑβδόμου βιβλίου τὰ μὲν παρὰ Ῥουφίνου λαβόντες, τὰ δὲ ἐκ διαφόρων συναγαγόντες, τινα δὲ καὶ παρὰ τῶν ἔτι ζώντων ἀκούσαντες ἐπληρώσαμεν. Ὕστερον μέντοι συντυχόντες Ἀθανασίου συντάγμασιν, ἐν οἷς τὰ καθ̓ ἑαυτὃ??ʼ ὀδύρεται πάθη καὶ ὅπως διὰ τὴν διαβολὴν τῶν περὶ Εὐσέβιον ἐξωρίσθη, ἔγνωμεν δεῖν πιστεύειν μᾶλλον τῷ πεπονθότι καὶ τοἷ??ʼ γινομένων τῶν πραγμάτων παροῦσιν, ἢ τοῖς καταστοχασαμένὁ??ʼ αὐτῶν καὶ διὰ τοῦτο πλανηθεῖσιν. Ἔτι μὴν καὶ ἐπιστολῶν τὧ??ʼ τότε διαφόρων ἐπιτετυχηκότες, ὡς οἷόν τε τὴν ἀλήθειαν ἀνιχνεὕ??ʼ σαμεν. Διὸ ἠναγκάσθημεν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίὁ??ʼ ἄνωθεν ὑπαγορεύσαι, συγχρώμενοι καὶ ἐν οἷς ὁ Ῥουφῖνος οὐκ ἑ̓??ʼ πίπτει τοῦ ἀληθοῦς. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἰστέον, ὅτι οὐ πἁ??ʼ εθήκαμεν ἐν τῇ πρώτῃ ὑπαγορεύσει τὸ καθαιρετικὸν Ἀρείου οὑ̓́??ʼ μὴν τὰς βασιλέως ἐπιστολὰς, ἀλλὰ τὰ γυμνὰ μόνον πράγματ̔??ʼ ὑπὲρ τοῦ μὴ πολυστίχου γενομένης τῆς ἱστορίας ὀκνηροὺς τὁ??ʼ ἀναγινώσκοντας ἀπεργάσασθαι. Ἐπεὶ δὲ πρὸς σὴν χάριν, ὦ ἱἑ??ʼ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, καὶ τοῦτο ἔδει ποιῆσαι, ὥστε ʽ??ʼ ἀγνοεῖν καὶ ὅσα αὐταῖς λέξεσιν οἱ βασιλεῖς ἐπέστειλαν, ἢ κἁ??ʼ διαφόρους συνόδους οἱ ἐπίσκοποι τὴν πίστιν καταβραχὺ μεταπὁ??ʼ οῦντες ἐξέδωκαν, διὰ τοῦτο ὅσα ἀναγκαῖα ἡγησάμεθα ἐν τῇδε ʽ??ʼ

65
ʽ??ʼὰ ταῦτα ὑπαγορεύσει μετατεθείκαμεν. Καὶ τοῦτο ἐν τῷ πρώτῳ ʽ??ʼλίῳ ποιήσαντες, καὶ ἐν τῷ μετὰ χεῖρας, λέγω δὲ τῷ δευτέρῳ, ʽ??ʼῆσαι σπουδάζομεν. Ἀρκτέον δὲ ἤδη τῆς ἱστορίας.

ʽ??ʼς οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον αὖθις τὸ Ἀρείου σπουδάσαντες εἰσαγαγεῖν δόγμα ταραχὰς ταῖς ἐκκλησίαις ἐκίνησαν.

ʽ?ʽ?ʼοῦ βασιλέως Κωνσταντίνου τελευτήσαντος, οἱ περὶ Εὐσέβιον ʽ??ʼ Νικομηδέα καὶ Θέογνιν Νικαίας ἐπίσκοπον, καιροῦ δεδράχθαι ʽ??ʼαίρου νομίσαντες, ἀγῶνα ἔθεντο τὴν τοῦ ὁμοουσίου πίστιν ʽ??ʼαλεῖν, ἀντεισάγειν δὲ τὴν Ἀρειανίζουσαν. Περιέσεσθαι δὲ ʽ??ʼτου οὐκ ἂν δύναιντο, εἰ μὴ ὑπονοστήσῃ Ἀθανάσιος. Ταῦτα [*]([#3u. om. mh/.]) ʽ??ʼκατεσκεύαζον ὑπουργῷ χρώμενοι τῷ πρεσβυτέρῳ, ὃς τῆς Ἀρείου [*](Cp. i. 25.) ʽ??ʼκλήσεως αἴτιος μικρὸν ἔμπροσθεν ἐγεγόνει. Πῶς δὲ τοῦτο ʽ??ʼάχθη λεκτέον. Τὴν διαθήκην ὁ πρεσβύτερος καὶ τὰ ἐνταλθέντα ʽ??ʼρὰ τοῦ κατοιχομένου βασιλέως προσφέρει Κωνσταντίῳ τῷ τοῦ ʽ??ʼσιλέως υἱῷ: ὁ δὲ τοῦθ̓ εὑρηκὼς γεγραμμένον ὅπερ ἐβούλετο,— ʽ??ʼς γὰρ ἑῴας βασιλεύειν αὐτὸν ἐπέτρεπεν ἡ διαθήκη,—διὰ τιμῆς ʽ??ʼε τὸν πρεσβύτερον, παρρησίας τε μετεδίδου πολλῆς, εἴς τε τὰ ʽ??ʼσίλεια θαρροῦντα εἰσιέναι ἐκέλευεν. Ἡ τοίνυν δοθεῖσα παρρἡ??ʼα γνώριμον αὐτὸν ταχέως κατέστησε τῇ τε τοῦ βασιλέως γαμετῇ ʽ??ʼὶ τοῖς εὐνούχοις αὐτῆς. Ἦν δὲ ἐν τῷ χρόνῳ τούτῳ πρωτότυπος ʽ??ʼν κοιτώνων τοῦ βασιλέως εὐνοῦχος, ᾧ ὄνομα ἦν Εὐσέβιος: ʽ??ʼῦτον ὁ πρεσβύτερος συνθέσθαι τῇ Ἀρείου δόξῃ συνέπεισεν. ʽ??ʼκ δὲ τούτου καὶ οἱ λοιποὶ τῶν εὐνούχων τὰ αὐτὰ φρονεῖν ἀνεπεἵ??ʼντο: οὐ μὴν ἀλλὰ καὶ ἡ τοῦ βασιλέως γαμετὴ διὰ τῶν εὐνούχων ʽ??ʼὶ τοῦ πρεσβυτέρου τῇ Ἀρείου δόξῃ προστίθεται. Μετ̓ οὐ πολὺ ʽ??ʼ καὶ ἐπ̓ αὐτὸν διέβαινε τὸν βασιλέα τὸ ζήτημα. Τοῦτο γίνεται ʽ??ʼανερὸν κατὰ βραχὺ πρῶτον μὲν τοῖς κατὰ τὰ βασίλεια στρατευὁ??ʼένοις: ἔπειτα δὲ διεδόθη καὶ εἰς τὰ πλήθη τῆς πόλεως. Δἱ??ʼλέγοντο δὲ περὶ τῆς δόξης ἐν μὲν τοῖς βασιλείοις οἱ ἐπικοιτωνῖται ʽ??ʼμα ταῖς γυναιξίν: ἐν δὲ τῇ πόλει καθ̓ ἑκάστην οἰκίαν διαλεκτικὸς ʽ??ʼόλεμος ἦν. Διέτρεχεν οὖν ταχέως τὸ κακὸν καὶ ἐπὶ τὰς ἄλλας ʽ??ʼπαρχίας τε καὶ πόλεις. Καὶ ὡς σπινθὴρ ἐκ μικροῦ λαμβάνον τὴν ʽ??ʼχὴν, τὸ ζήτημα εἰς φιλονεικίαν τοὺς ἀκούοντας ἤγειρεν. Ἕκαστος

66
γὰρ τῶν πυνθανομένων τῆς ταραχῆς τῆς ταραχῆς τὴν αἰτίαν πρόφασιν εὐθὺς εἶχε ζητήσεως: καὶ ἅμα τῇ ἐρωτήσει ἐρίζειν ἐβούλετο, ἐκ δὲ τῆς ἔριδος πάντα ἀνατέτραπτο. Ταῦτα μὲν οὖν κατὰ τὰς ἀνατολικὰς πόλεις ἐγένετο: αἱ γὰρ ἐν Ἰλλυριοῖς καὶ τὰ ἑσπέρια μέρη τέως ἡσύχαζον: τοὺς ὅρους γὰρ τοὺς τῆς ἐν Νικαίᾳ συνόδου παρασαλεύειν οὐκ ἤθελον. Ὡς οὖν ἐξαφθὲν τὸ πρᾶγμα ἐπὶ τὸ χεῖρον ἐπέδωκε, τηνικαῦτα οἱ περὶ Εὐσέβιον τὸν Νικομηδέα ἕρμαιον ἡγοῦντο τὴν τῶν πολλῶν ταραχήν. Οὕτω γὰρ μόνως δύνασθαι τῆς Ἀλεξανδρείας ἐπίσκοπον ἀναδεῖξαι τῆς αὐτῶν δόξης ὁμόφρονα: ἀλλὰ τότε μὲν ἔφθασεν ἐπανελθὼν εἰς αὐτὴν Ἀθανάσιος ἑνὸς τῶν Αὐγούστων ὠχυρωμένος γράμμασιν, ἅπερ τῷ Ἀλεξανδρέων λαῷ Κωνσταντῖνος ὁ νέος, ὁ τῷ πατρὶ ὁμώνυμος, ἐκ τῆς ἐν Γαλλίᾳ Τριβέρεως ἔπεμψεν. Ἔστι δὲ τάδε τὰ γράμματα τὰ ὑποτεταγμένα.

Ὅπως Ἀθανάσιος Κωνσταντίνου τοῦ νεωτέρου γράμμασι θαρρήσας τὴν Ἀλεξάνδρειαν κατέλαβεν.

[*](Ath. Apol. c. Ari. 87.) Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς Ἀλεξανδρέων ἐκκλησίας. Οὐδὲ τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι τὴν γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων καὶ πολεμίων αὐτοῦ ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. Πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ̓ ἐμοὶ διάγειν κελευσθεὶς οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ διέτριβεν πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ, ταῖς θείαις πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστὸς ὁ ἐμὸς πατὴρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προήρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως, δαιδεξάμενος πληρῶσαι. Ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅσης παῤ ἐμοῦ αἰδοῦς τετύχηκε γνώσεσθε: οὐ γὰρ θαυμαστὸν, εἴ τι δ̓ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα. Καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἡ τοῦ ὑμετέρου πόθου εἰκὼν, καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. Ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.

67
Τούτοις θαρρῶν τοῖς γράμμασιν ὁ Ἀθανάσιος καταλαμβάνει τὴν Ἀλεξάνδρειαν: καὶ ἥδιστα μὲν αὐτὸν ἀνεδέξατο ὁ τῶν Ἀλεξανδρέων λαός: ὅσοι δὲ ἐτύγχανον Ἀρειανίζοντες ἐν αὐτῇ φατρίας συνίσταντο κατ̓ αὐτοῦ, δἰ ὧν συνεχεῖς στάσεις ἐγίνοντο, αἵτινες ὑπόθεσιν παρεῖχον τοῖς περὶ Εὐσέβιον τοῦ διαβάλλειν αὐτὸν βασιλεῖ, ὅτι μὴ κρίναντος τοῦ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων, ἑαυτῷ ἐπιτρέψας τὴν ἐκκλησίαν κατελάμβανεν. Ἐπὶ τοσοῦτον δὲ τὰς διαβολὰς ἐξέτεινον, ὡς ὀργισθέντα τὸν βασιλέα τῆς Ἀλεξανδρείας ἐκβαλεῖν. Πῶς μὲν οὖν τοῦτο ἐγένετο, μικρὸν ὕστερον λέξω.

Ὡς τελευτήσαντος Εὐσεβίου τοῦ Παμφίλου Ἀκάκιος τὴν ἐπισκοπὴν Καισαρείας διεδέξατο.

Ἐν δὲ τῷδε τῷ χρόνῳ τελευτήσαντος Εὐσεβίου, ὃς τῆς ἐν Παλαιστίνῃ Καισαρείας ἐπίσκοπος ἦν καὶ τὴν Παμφίλου προσωνυμίαν ἐκέκτητο, Ἀκάκιος μαθητὴς αὐτοῦ τὴν ἐπισκοπὴν διαδέχεται: [*](Cp. c. 40.) ὃς ἄλλα μὲν βιβλία πολλὰ ἐξέθετο, καὶ εἰς τὸν βίον δὲ τοῦ διδασκάλου αὐτοῦ συνέγραψεν.

Περὶ τῆς Κωνσταντίνου τοῦ νεωτέρου τελευτῆς.

Μετ̓ οὐ πολὺ δὲ ὁ τοῦ βασιλέως Κωνσταντίου ἀδελφὸς ὃς ἦν ὁμώνυμος τῷ πατρὶ, ὁ νέος Κωνσταντῖνος, ἐπιὼν τοῖς μέρεσι τοῦ νέου ἀδελφοῦ Κώνσταντος, συμβαλών τε τοῖς στρατιώταις αὐτοῦ, ἀναιρεῖται [*](A.D. 340.) ὑπ̓ αὐτῶν ἐν ὑπατείᾳ Ἀκινδύνου καὶ Πρόκλου.

Ὡς Ἀλέξανδρος ὁ Κωνσταντίνου πόλεως ἐπίσκοπος τελευτῶν ὑπόψηφον πεποίηκε Παῦλον καὶ Μακεδόνιον.

Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον κατὰ τὴν Κωνσταντινούπολιν ἑτέρα ταῖς προτέραις ἐπισυμπλέκεται ταραχὴ ἐξ αἰτίας τοιαύτης. Ἀλέξανδρος ὁ κατὰ τήνδε τὴν πόλιν τῶν ἐκκλησιῶν προεστὼς, ὁ τὴν πρὸς Ἄρειον μάχην ἀγωνισάμενος, τὸν ἐνθάδε βίον ἀπέλειπεν, εἰκοσιτρία μὲν ἔτη κατὰ τὴν ἐπισκοπὴν διατρίψας, ἐνενήκοντα καὶ ὀκτὼ δὲ ἔτη τὰ πάντα βιοὺς, οὐδένα εἰς τὸν αὐτοῦ τόπον χειροτονήσας. Ἐνετείλατο δὲ τοῖς καθήκουσιν ἑλέσθαι δυοῖν τὸν

68
ἕτερον ὧν ἂν αὐτὸς ὀνομάσειεν: καὶ εἰ μὲν βούλοιντο διδασκαλικὸν ἐν ταὐτῷ καὶ βίου χρηστοῦ μαρτυρούμενον, Παῦλον τὸν ὑπ̓ αὐτοῦ χειροτονηθέντα πρεσβύτερον, ἄνδρα νέον μὲν τὴν ἡλικίαν, προβεβηκότα δὲ ταῖς φρεσίν: εἰ δὲ μόνον ἐκ τοῦ προσχήματος τῆς εὐλαβείας δεικνύμενον, αἱρεῖσθαι Μακεδόνιον, διάκονον τυγχάνοντα μὲν ἤδη πάλαι τῆς ἐκκλησίας, τῇ ἡλικίᾳ δὲ γέροντα. Ἐκ τούτου μείζων φιλονεικία περὶ χειροτονίας γίνεται ἐπισκόπου, καὶ τὴν ἐκκλησίαν διετάραττεν. Ἐπεὶ γὰρ ὁ λαὸς εἰς δύο διετέτμητο μέρη, τῶν μὲν προσκειμένων τῷ Ἀρειανῷ δόγματι, τῶν δὲ φρονούντων καθ̓ ἃ ἡ ἐν Νικαίᾳ σύνοδος ὥρισε: καὶ ἕως μὲν Ἀλέξανδρος περιῆν, κατεκράτουν οἱ φρονοῦντες τὸ ὁμοούσιον, τῶν Ἀρειανιζόντων διακρινομένων καὶ ὁσημέραι διαπληκτιζομένων περὶ τοῦ δόγματος, ἐπἑ??ʼ δὲ ἐκεῖνος τετελευτήκει, ἀμφήριστος ἡ τοῦ λαοῦ μάχη καθίστατο: διὸ οἱ μὲν τοῦ ὁμοουσίου τὴν πίστιν φυλάττοντες Παῦλον εἰς τὴν ἐπισκοπὴν προχειρίζονται, οἱ δὲ Ἀρειανίζοντες Μακεδόνιον ἔσπευδον. Καὶ ἐν μὲν τῇ τῆς Εἰρήνης ἐπωνύμῳ ἐκκλησίᾳ καὶ ἐχομένῃ τῆς νῦν μεγάλης καὶ Σοφίας ὀνομαζομένης χειροτονεῖται Παῦλος, ἐφ̓ οὗ καὶ μᾶλλον ἡ τοῦ ἀπελθόντος ψῆφος ἐδόκει κρατεῖν.

Ὡς ὁ βασιλεὺς Κωνστάντιος Παῦλον τὸν προσβληθέντα ἐπίσκοπον ἐκβάλλει: Εὐσεβίῳ δὲ ἐκ τῆς Νικομηδείας μεταπεμφθέντι τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως ἐνεχείρισεν.

Μετ̓ οὐ πολὺ δὲ ἐπιστὰς ὁ βασιλεὺς τῇ Κωνσταντινουπόλει πρὸς ὀργὴν ἐκκάεται ἐπὶ τῇ γενομένῃ χειροτονίᾳ. Καὶ καθιστὰς [*](Cp. Ath.Hist.Ari. 7.) συνέδριον τῶν τὰ Ἀρείου φρονούντων ἐπισκόπων, τὸν μὲν Παῦλον σχολάζ̔??ʼν ἐποίησεν, Εὐσέβιον δὲ ἐκ τῆς Νικομηδείας μεταστήσας τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον ἀναδείκνυσι. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα πράξας ἐπὶ τὴν Ἀντιόχειαν ὥρμησεν.

Ὡς Εὐσέβιος ἑτέραν σύνοδον ποιησάμενος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἑτέραν ἔκθεσιν πίστεως ὑπαγορευθῆναι ἐποίησε.

Εὐσέβιος δὲ οὐδενὶ τρόπῳ ἡσυχάζειν ἐβούλετο, ἀλλὰ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει, ὅπως ἂν ὃ προέθετο κατεργάσηται. Κατασκευάζει οὖν σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας γενέσθαι, προφάσει μὲν τῶν ἐγκαινίων τῆς ἐκκλησίας, ἣν ὁ πατὴρ μὲν τῶν

69
Αὐγούστων κατασκευάζειν ἤρξατο, μετὰ τελευτὴν δὲ αὐτοῦ ὁ υἱὸς Κωνστάντιος δεκάτῳ ἔτει ἀπὸ τῆς θεμελιώσεως συνετέλεσεν, τὸ δὲ ἀληθὲς ἐπὶ τῇ ἀνατροπῇ καὶ καθαιρέσει τῆς ὁμοουσίου πίστεως. Ἐν ταύτῃ δὲ τῇ συνόδῳ συνῆλθον ἐκ διαφόρων πόλεων ἐπίσκοποι ἐνενήκοντα. Μάξιμος μέντοι ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς Μακάριον διεδέξατο, οὐ παρεγένετο ἐν αὐτῇ, ἐπιλογισάμενος ὡς εἴη συναρπαγεὶς καὶ τῇ καθαιρέσει ὑπογράψας Ἀθανασίου. Ἀλλὰ μὴν οὐδὲ Ἰούλιος παρῆν ὁ τῆς μεγίστης Ῥώμης ἐπίσκοπος: οὐδὲ μὴν εἰς τὸν τόπον αὐτοῦ ἀπεστάλκει τινα: καίτοι κανόνος ἐκκλησιαστικοῦ [*](Cp. c. 17.) κελεύοντος, μὴ δεῖν παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου Ῥώμης τὰς ἐκκλησίας κανονίζειν. Συγκροτεῖται οὖν αὕτη ἡ σύνοδος ἐν τῇ Ἀντιοχείᾳ παρουσίᾳ Κωνσταντίου τοῦ βασιλέως, ἐν ὑπατείᾳ Μαρκέλλου καὶ Προβίνου: ἦν δὲ πέμπτον ἔτος τοῦτο [*](A.D. 341.) τῆς τελευτῆς τοῦ τῶν Αὐγούστων πατρὸς Κωνσταντίνου. Προειστήκει δὲ τότε τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας Πλάκιτος διαδεξάμενος Εὐφρόνιον. Οἱ περὶ Εὐσέβιον οὖν ἔργον τίθενται προηγουμένως Ἀθανάσιον διαβάλλειν, πρῶτον μὲν ὡς παρὰ κανόνα πράξαντα ὃν αὐτοὶ ὥρισαν τότε, ὅτι μὴ γνώμῃ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων τὴν τάξιν τῆς ἱερωσύνης ἀνέλαβεν, ἐπανελθὼν γὰρ ἀπὸ τῆς ἐξορίας, ἑαυτῷ ἐπιτρέψας, εἰς τὴν ἐκκλησίαν εἰσεπήδησε: καὶ ὅτι ἐν τῇ εἰσόδῳ αὐτοῦ ταραχῆς γενομένης πολλοὶ ἐν τῇ στάσει ἀπέθανον: καὶ ὥς τινων αἰκισθέντων ὑπὸ Ἀθανασίου, τινῶν δὲ δικαστηρίοις παραδοθέντων. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τῇ Τύρῳ πεπραγμένα κατὰ Ἀθανασίου εἰς μέσον ἦγον.

Περὶ Εὐσεβίου τοῦ Ἐμισηνοῦ.

Ἐπὶ τούτοις τότε τῆς διαβολῆς γενομένης, προχειρίζονται τῆς Ἀλεξανδρείας ἐπίσκοπον, πρῶτον μὲν Εὐσέβιον τὸν ἐπικληθέντα Ἐμισηνόν. Τίς δὲ οὗτος ἦν διδάσκει Γεώργιος ὁ Λαοδικείας, ὃς τότε παρῆν ἐν τῇ συνόδῳ. Φἡ??ʼ εἰς αὐτὸν πεπονημένῳ βιβλίῳ, ὡς εἴη Εὐσέβιος ἐκ τῶν ʽ??ʼων τῆς ἐν Μεσοποταμίᾳ Ἐδέσης καταγόμενος: ἐκ νέας τε ἡλικίας τὰ ἱερὰ μαθὼν γράμματα. Εἶτα τὰ Ἑλλήνων παιδευθεὶς παρὰ τῷ τηνικαῦτα τῇ Ἐδέσῃ ἐπιδημήσαντι παιδευτῇ, τέλος ὑπὸ Πατροφίλου καὶ Εὐσεβίου τὰ

70
ἱερὰ ἡρμηνεύσθη βιβλία: ὧν ὁ μὲν τῶν ἐν Καισαρείᾳ, ὁ δὲ τῆς ἐν Σκυθοπόλει προΐστατο ἐκκλησίας. Μετὰ ταῦτα δὲ ἐπιδημήσαντος [*](Cp. i. 24) αὐτοῦ τῇ Ἀντιοχείᾳ, συνέβη Εὐστάθιον ὑπὸ Κύρου κατηγορηθέντα τοῦ Βεροιέως καθαιρεθῆναι ὡς Σαβελλίζοντα. Εἶτα αὖθις τὸν Εὐσέβιον συνεῖναι Εὐφρονίῳ τῷ διαδεξαμένῳ Εὐστάθιον, φεύγοντά τε τὴν ἱερωσύνην καταλαβεῖν τὴν Ἀλεξάνδρειαν, κᾀκεῖ μαθεῖν τὰ φιλόσοφα: ἐπανελθόντα τε εἰς τὴν Ἀντιόχειαν Πλακίτῳ τῷ μετὰ Εὐφρόνιον συνεῖναι, ὑπό τε Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου προβληθῆναι εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν: ἀλλ̓ ἐκεῖ μὲν μηκέτι ὁρμῆσαι, διὰ τὸ σφόδρα ὑπὸ τοῦ Ἀλεξανδρέων λαοῦ ἀγαπᾶσθαι Ἀθανάσιον, πεμφθῆναι δὲ εἰς τὴν Ἐμισηνῶν πόλιν. Διαστασιασάντων δὲ τῶν Ἐμισηνῶν ἐπὶ τῇ χειροτονίᾳ αὐτοῦ— ἐλοιδορεῖτο γὰρ ὡς μαθηματικὴν ἀσκούμενοσ—φυγῇ χρῆται, καὶ ἄπεισιν εἰς Λαοδίκειαν πρὸς τὸν περὶ αὐτοῦ πολλὰ εἰπόντα Γεώργιον. Οὗτος δὲ αὐτὸν εἰς τὴν Ἀντιόχειαν καταστήσας, παρεσκεύασεν αὖθις ὑπὸ Πλακίτου καὶ Ναρκίσσου καταχθῆναι εἰς τὴν Ἔμισαν: πάλιν τε μέμψιν ὑπομεῖναι ὡς τὰ Σαβελλίου φρονοῦντα αὐτόν. Καὶ τὰ μὲν περὶ τῆς καταστάσεως αὐτοῦ πλατύτερον διεξῆλθεν ὁ Γεώργιος: τελευταῖον δὲ ἐπάγει, ὅτι καὶ ὁ βασιλεὺς αὐτὸν ἐπὶ τοὺς βαρβάρους ἀπιὼν ἀπῆγε, καὶ ὅτι τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ ἐγένετο. Τὰ μὲν δὴ Γεωργίῳ εἰρημένα περὶ τοῦ Ἐμισηνοῦ Εὐσεβίου ἐπὶ τοσοῦτον λελέχθω μοι.

Ὡς οἱ ἐν Ἀντιοχείᾳ συνελθόντες ἐπίσκοποι, διὰ τὸ παραιτήσασθαι τὴν Ἀλεξάνδρειαν Εὐσέβιον τὸν Ἐμισηνὸν, Γρηγόριον χειροτονήσαντες τὴν τῆς ἐν Νικαίᾳ πίστεως φράσιν μετεποίησαν.

Τότε δὲ τοῦ Εὐσεβίου ἐν τῇ Ἀντιοχείᾳ προβληθέντος καὶ δεδοικότος τὴν εἰς Ἀλεξάνδρειαν ἄφιξιν, προχειρίζονται Γρηγόριον εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν. Καὶ τοῦτο κατεργασάμενοι μεταποιοῦσι τὴν πίστιν, οὐδὲν μὲν τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τὸ δὲ ἀληθὲς, ἐπὶ καθαιρέσει καὶ παρατροπῇ τῆς ὁμοουσίου πίστεως διὰ τοῦ συνεχεῖς ποιεῖσθαι συνόδους καὶ ἄλλοτε ἄλλως ὑπαγορεύειν τὸν ὅρον τῆς πίστεως, ὥστε κατὰ βραχὺ εἰς τὴν Ἀρειανὴν δόξαν παρατρέψωσι. Ταῦτα μὲν οὖν ὅπως ἐγένετο, προϊόντος τοῦ λόγου δηλώσομεν. Ἡ δὲ ὑπαγορευθεῖσα περὶ τῆς πίστεως ἐπιστολὴ ἔστιν ἥδε:

71
Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν: πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθήσομεν [*](Athan. de Syn. 22.) πρεσβυτέρῳ; οὔτε ἄλλην τινα πίστιν παρὰ τὴν ἐξ ἀρχῆς ἐκτεθεῖσαν ἐδεξάμεθα. Ἀλλὰ καὶ ἡμεῖς ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι, μᾶλλον αὐτὸν προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν. Καὶ γνώσεσθε ἀπὸ τῶν λεγόμενων. Μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς, εἰς ἕνα τὸν τῶν ὅλων Θεὸν πιστεύειν, τῶν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν: καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονογενῆ, πρὸ πάντων τῶν αἰώνων ὑπάρχοντα, καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν Πατρὶ, δἰ οὗ καὶ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: τὸν καὶ ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν κατ̓ εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα, καὶ σάρκα ἐκ τῆς ἁγίας παρθένου ἀνειληφότα, καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βουλὴν συνεκπεπληρωκότα, πεπονθέναι, καὶ ἐγηγέρθαι, καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι, καὶ ἐν δεξιᾷ τοῦ. Πατρὸς καθέζεσθαι: καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Εἰ δὲ δεῖ προσθεῖναι, πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως, καὶ ζωῆς αἰωνίου. Ταῦτα μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ γράψαντες τοῖς κατὰ πόλιν ἔπεμπον. Ἐπιμείναντες δὲ μικρὸν ἐν τῇ Ἀντιοχείᾳ, καὶ ὥσπερ καταγνόντες ταύτης, αὖθις ἑτέραν ὑπαγορεύουσιν ἐν τοῖσδε τοῖς ῥήμασι: Ἄλλη ἔκθεσις. Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει, εἰς ἕνα [*](Cp. Ath. de Syn. 23; Hilar. de Syn. 31. See belos c. 40.) Θεὸν Πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητήν: καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Θεὸν, δἰ οὗ τὰ πάντα ἐγένετο: τὸν γεννηθέντα πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, Κύριον ἀπὸ Κυρίου, λόγον ζῶντα, σοφίαν, ζωὴν, φῶς ἀληθινὸν, ὁδὸν ἀληθείας, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, τὴν τῆς θεότητος, οὐσίας τε καὶ δυνάμεως, καὶ βουλῆς καὶ δόξης τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Λόγον Θεὸν, κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ, καὶ Θεὸς ἦν ὁ [*](Col. i. 17.) Λόγος: δἰ οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸν ἐπ̓ [*](John i. 1, 3.) ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν, καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς, καὶ ἄνθρωπον γενόμενον, μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀπόστολόν τε τῆς πίστεως ἡμῶν, καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησι, Ὅτι καταβέβηκα [*](Acts iii. 15. John vi. 38.) ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με: τὸν παθόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ὑπὲρ ἡμῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως, κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ
72
εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ εἰς τελείωσιν τοῖς πιστεύουσι διδόμενον: καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διετάξατο [*](Matt. xxviii. 19.) τοῖς μαθηταῖς λέγων, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος: δηλονότι Πατρὸς ἀληθῶς ὄντος Πατρὸς, καὶ Υἱοῦ ἀληθῶς Υἱοῦ ὄντος, καὶ Πνεύματος Ἁγίου ἀληθῶς ὄντος Πνεύματος Ἁγίου: τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶν κειμένων, ἀλλὰ σημαινόντων ἀκριβῶς τὴν ἰδίαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν: ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ συμφωνίᾳ ἕν. Ταύτην οὖν ἔχοντες τὴν πίστιν, ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, πᾶσαν αἱρετικὴν ἀναθεματίζομεν κακοδοξίαν. Καὶ εἴ τις παρὰ τὴν ὑγιῆ τῶν γραφῶν ὀρθὴν πίστιν διδάσκει λέγων, ἢ καιρὸν ἢ αἰῶνα εἶναι ἢ γεγονέναι, πρὸ τοῦ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγει τὸν Υἱὸν κτίσμα ὡς ἓν τῶν κτισμάτων, ἢ γέννημα ὡς ἓν τῶν γεννημάτων, καὶ μὴ ὡς αἱ θεῖαι γραφαὶ παραδεδώκασι τῶν προειρημένων ἕκαστα, ἢ εἴ τις ἄλλο διδάσκει ἢ εὐαγγελίζεται παῤ ὃ παρελάβομεν, ἀνάθεμα ἔστω. Ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων γραφῶν παραδεδομένοις ὑπό τε τῶν προφητῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφανῶς καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν. Τοιαῦται μὲν αἱ τῶν ἐν Ἀντιοχείᾳ τότε συνελθόντων περὶ τῆς πίστεως ἐκθέσεις ἐγένοντο: αἷς καὶ Γρηγόριος, μήπω τῆς Ἀλεξανδρείας ἐπιβὰς, ὡς ἐπίσκοπος αὐτῆς καθυπέγραψε. Καὶ ἡ μὲν ἐκεῖ τότε γενομένη σύνοδος ταῦτα πράξασα καὶ ἄλλα τινα νομοθετήσασα διελύθη. Ἐν δὲ τῷδε τῷ χρόνῳ καὶ τὰ δημόσια πράγματα συνέβη ταράσσεσθαι: ἔθνος, οἳ Φράγκοι καλοῦνται, τοῖς περὶ Γαλλίαν κατέτρεχον Ῥωμαίοις. Ἐν ταὐτῷ δὲ καὶ σεισμοὶ μέγιστοι ἐν τῇ ἑῴᾳ ἐγένοντο: μάλιστα δὲ ἡ Ἀντιόχεια ἐπὶ ἐνιαυτὸν ὅλον ἐσείετο.

Ὡς Γρηγορίου μετὰ χειρὸς στρατιωτικῆς εἰς Ἀλεξάνδρειαν κατελθόντος Ἀθανάσιος ἔφυγεν.

Τούτων γινομένων καὶ Γρηγόριον κατήγαγον ἐν Ἀλεξανδρείᾳ Συριανός τε ὁ στρατηγὸς, καὶ οἱ σὺν αὐτῷ ὁπλῖται στρατιῶται ἀριθμὸς ὄντες πεντακισχίλιοι. Συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ ἐκεῖ τὰ Ἀρείου φρονοῦντες. Ὅπως δὲ Ἀθανάσιος τῆς ἐκκλησίας [*](Cp. Ath. de Fuga, 24.) ἐξωθούμενος τοῦ συλληφθῆναι αὐτὸν διέφυγε, λεκτέον. Ἑσπέρα μὲν ἦν: ὁ δὲ λαὸς ἐπαννύχιζε προσδοκωμένης συνάξεως. Ἥκει

73
δὲ ὁ στρατηγὸς κατὰ φάλαγγα τοὺς στρατιώτας τάξας πανταχόθεν τῆς ἐκκλησίας. Ἀθανάσιος δὲ ἑωρακὼς τὰ γινόμενα φροντίδα ἔθετο ὅπως ἂν τῷ λαῷ μηδαμῶς βλάβη γένηται δἰ αὐτόν: καὶ προστάξας διακόνῳ κηρύξαι εὐχὴν, αὖθις ψαλμὸν λέγεσθαι παρεσκεύασε. Συμφωνίας δὲ ἐκ τῆς ψαλμῳδίας γενομένης, διὰ μιᾶς τῶν πυλῶν τῆς ἐκκλησίας πάντες ἐξῄεσαν. Τούτου γινομένου οἱ στρατιῶται ἀπόμαχοι ἔμενον: ὁ δὲ Ἀθανάσιος ἐν μέσοις τοῖς ψαλμῳδοῦσιν ἀβλαβὴς διεσώζετο. Τοῦτον δὲ τὸν τρόπον διεκφυγὼν ἐπὶ τὴν Ῥώμην ἀνέδραμε: καὶ Γρηγόριος μὲν τότε τῆς ἐκκλησίας ἐκράτησεν. Ὁ δὲ Ἀλεξανδρέων λαὸς, οὐκ ἐνεγκόντες τὸ γεγονὸς, τὴν καλούμενην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν. Τοσαῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Εὐσέβιος δὲ ὅσα ἐβούλετο κατεργασάμενος, διεπρεσβεύετο πρὸς Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον, αὐτὸν κριτὴν τῶν κατὰ Ἀθανάσιον γενέσθαι παρακαλῶν, καὶ πρὸς ἑαυτὸν καλεῖν τὴν δίκην.

Ὡς Εὐσεβίου τελευτήσαντος ὁ ἐν Κωνσταντινουπόλει λαὸς Παῦλον αὖθις ἐνεθρόνισε: καὶ ὡς οἱ Ἀρειανοὶ Μακεδόνιον προεβάλλοντο.

Ἀλλ̓ οὐκ ἔφθασε μαθεῖν Εὐσέβιος τὰ παρὰ Ἰουλίου περὶ Ἀθανασίου κριθέντα: μικρὸν γὰρ μετὰ τὴν σύνοδον ἐπιβιοὺς ἐτελεύτησε. Διόπερ καὶ ὁ ἐν Κωνσταντινουπόλει λαὸς αὖθις εἰς τὴν ἐκκλησίαν τὸν Παῦλον εἰσάγουσι. Κατὰ ταὐτὸν δὲ καὶ οἱ Ἀρειανίζοντες ἐν τῇ λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον. Καὶ τοῦτο δὲ ἐποίησαν οἱ πρώην Εὐσεβίῳ τῷ πάντα κυκῶντι συμπράττοντες, τότε δὴ τὴν αὐθεντίαν διαδεξάμενοι: εἰσὶ δὲ οὗτοι Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας τῆς ἐν Θρᾴκῃ, Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας, Οὐάλης Μουρσῶν τῆς ἄνω Παννονίας. Οὐρσάκιος μὲν οὖν καὶ Οὐάλης ὕστερον μεταγνόντες, βιβλίον μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ [*](Cp. c. 24; Ath. Apol. c. Ari. 58.) ἐπιδόντες, τῇ ὁμοουσίῳ τε δόξῃ συντιθέμενοι ἐκοινώνησαν. Τότε δὲ διαπύρως τὴν Ἀρειανὴν συγκροτοῦντες θρησκείαν οὐ τοὺς τυχόντας κατὰ τῶν ἐκκλησιῶν πολέμους ἐτύρευσαν, ὧν εἷς ἦν ὁ διὰ Μακεδονίου ἐν τῇ Κωνσταντινουπόλει γενόμενος. Ὑπὸ γὰρ τοῦδε τοῦ ἐμφυλίου τῶν Χριστιανῶν πολέμου συνεχεῖς ἐγίνοντο κατὰ

74
τὴν πόλιν στάσεις, πολλοί τε ἐκ τῶν γινομένων συντριβέντες ἀπώλοντο.