Vitae Sophistarum
Eunapius
Eunapius. Libanii Opera, Volume 1.1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Λιβάνιον δὲ Ἀντιόχεια μὲν ἤνεγκεν ἡ τῆς Κοίλης κα- κιτνέβγς Σθρίας Συρίας πρώτη τῶν πόλεων, Σελεύκου τοῦ Νικά- τορος ἐπικληθέντος ἔργον. ἦν δὲ τῶν εὖ γεγονότων καὶ εἰς τοὺς ἄκρους ἐτέλει.
νέος δὲ ὢν ἔτι καὶ κύριος ἑαυ- τοῦ πατέρων ἀπολελοιπότων ἀφικόμενος Ἀθήναζε οὔτε ὡς ἐκ Συρίας Ἐπιφανίῳ προσῆλθε μεγίστην ἔχοντι δόξαν οὔτε παρὰ Προαιρέσιον ἐφοίτησεν, ὡς ἐν τῷ πλήθει τῶν τῶν καὶ τῷ μεγέθει τῆς δόξης τῶν διδασκάλων καλυφθη- σόμενος, ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν Διοφαντείων Διοφάντῳ προσένειμεν ἑαυτόν.
καὶ ὡς οἱ πάνυ τὸν ἄνδρα κατα- μεμαθηκότες ἔφασκον, ταῖς μὲν ὁμιλίαις καὶ συνουσίαις τὸ γεγονὸς συμμαθὼν ἐλάχιστα παρεγίνετο καὶ τῷ διδασκάλῳ τις ὀχληρὸς οὐκ ἦν, αὐτὸς δὲ ἑαυτὸν ἐπὶ ταῖς μελέταις συν- εῖχε καὶ πρὸς τὸν ἀρχαῖον ἐξεβιάζετο τύπον τὴν ψυχὴν δια- πλάττων καὶ τὸν λόγον.
ὥσπερ οὖν οἱ πολλάκις ποντες ἔστιν ὅτε καὶ τυγχάνοντες τοῦ σκοποῦ καὶ τὸ συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας τῶν ὀργάνων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ ἐπιστήμην ἔφυσεν, ἀλλὰ τὴν τέχ- νην, οὕτω καὶ Λιβάνιος ἐκ τοῦ ζήλου τε καὶ τῆς παραθέ- σεως τῆς κατὰ μίμησιν προσαρτῶν ἑαυτὸν καὶ παραξέων ἡγεμόσιν ἀρίστοις, τοῖς ἀρχαίοις, καὶ οἷς ἐχρῆν ἑπόμενος ἐς [*]( 1 δὲ om. L 2 τῶν om. A 6 ἔχων Α 8 τῷ om. A | καμφθησόμενος Α 9 διοφαντειῶν Α 10 ἑαυτῶν in ἑαυτὸν corr. man. rec. Α 11 τὸ γεγονὸς συμμαθὼν om. L 14 ἐξ- εβιβάζετο Α 15 λόγον] τύπον L Ι ὥσπερ — 19 Λιβάνιος om. L | <βέλη> πέμποντες ? at cf. Plutarchum quem in deliciis buit Eunapius, de defect. orac. 50 ρ. 438 Α καθάπερ οἱ πολλὰ βάλλοντες ἐπιτυγχάνουσι πολλάκις 16 τυγχάνουσι? 19 τε om. Α 21 τοῖς ἀρχαίοις om. L et cancellavit Sievers, Leben des Libanios ρ. 48 cf. Liban. vit. § 24 p. 19, 6 R οἷς ἐχρῆν ἑπόμενον | ἑπόμενος om. L | ἐς om. Α)
θαρσήσας δὲ ἐπὶ τῷ λέγειν καὶ πείσας ἑαυτόν, ὡς ἐνά- μιλλος εἴη τοῖς ἐπὶ τούτῳ μέγα φρονοῦσιν, οὐχ εἵλετο περὶ μικρὰν πόλιν κρύπτεσθαι καὶ συγκαταπίπτειν τῷ τῆς πόλεως ἀξιώματι, ἀλλ’ ἐπὶ τὴν Κωνσταντινούπολιν διαβαλὼν ἄρτι παριοῦσαν εἰς μέγεθος καὶ ἀκμάζουσαν καὶ δεομένην ἔργων τε ὁμοῦ καὶ λόγων οἱ κατακοσμήσουσι, ταχὺ μάλα καὶ κατ αὐτὴν ἐξέλαμψεν εἰς συνουσίαν τε ἄριστος Ἄι χαριέστατος φανεὶς καὶ εἰς ἐπίδειξιν λόγων ἐπαφρόδιτος.
διαβολῆς δὲ αὐτῷ τινος γενομένης περὶ τὰ μειράκια, ἣν θεμιτὸν οὐκ ἦν ἐμοὶ γράφειν ἐς μνήμην ἀξιολόγων ἀνέντι τὴν γραφήν, ἐκπεσὼν τῆς Κωνσταντινουπόλεως κατέσχε τὴν Νικομήδειαν.
κἀκεῖθεν δὲ τῆς φήμης ἐπισπομένης καὶ παραθεούσης αὐτῷ διὰ ταχέων ἀποκρουσθεὶς μετὰ χρόνον τινὰ ἐπὶ τὴν ἑαυτοῦ πατρίδα καὶ πόλιν ἐπανέρχεται κἀκεῖ τὸν πάντα ἐβίω χρόνον μακρὸν καὶ παρατείνοντα γενόμενον.
8. Μνήμην μὲν οὖν αὐτῷ τὴν πρέπουσαν κἀν τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν ἡ γραφὴ πεποίηται, τὰ δὲ καθ’ ἕκαστον νῦν ἐπεξελεύσεται.
[*](1 ἀπήλαυσε Α | τὰ om. Α 3 μέγα φρονοῦσιν scripsi μεγα- φρονοῦσι AL (et Lundström) μεγαλοφρονοῦσιν Boiss. 6 γων τε ὁμοῦ καὶ om. L 10 ἢν om. Α 13 κἀκεῖ Α | δὲ om. L 14 μετὰ χρόνον τινὰ om. L 17 Μνήμην — 19 ἐπεξ- ελεύσεται om. L | αὐτοῦ? | χάν τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν] Unde nonnulla saltem, ut primus Boissonadius Eun. I 544 cognovit, transierunt in Suidae lexicon s. ν. Λιβάνιος· Ὁ δὲ Ἰουλιανὸς ὁ παραβάτης] καίπερ τοσούτοις ἐμβεβηκὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφι- στήν, ᾦ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασεν, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δὲ ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ τὴν ῥητορι- κὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς δεῖ πρὸς ταῦτα ἐπε- κάλουν καὶ διεμέμφοντο τὰς κρίσεις cf. s. ν. Προαιρέσιος et Ἀκάκιος. Eunap. vit. soph. p. 68 et 73 ed. Boiss. Eunap. ed. Bonn. 1829 p. 108 fr. ζ'. Mueller fr. hist. gr. IV p. 24 Quae Boissonadio oblocutus est Bernhardyus ad Suidae 1. 1. stare non possunt. Recte vero is etiam quae apud Suidam s. ν. Ἰάκωβος leguntur οὗτος πιὼν φάρμακον ἐπὶ Οὐάλεντος ἐτελεύ- τησεν, ἦν δὲ ὁ συμβουλεύσας αὐτῷ πιεῖν τὸ φάρμακον Λιβάνιος ὁ σοφιστὴς διὰ τὸ ἐπιζητῆσαι, τίς ὁ διαδεξόμενος τὴν βασίλειαν Οὐάλεντος ad Eunapium rettulit.)9. Οὐδεὶς δὲ τῶν συμμιξάντων Λιβανίῳ καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος, ἀλλὰ τό τε ἦθος εὐθὺς οἶός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε] τῆς ψυχῆς ἐπί τε τὸ χεῖρον καὶ τὸ κρεῖττον ῥέποντα, καὶ τοσοῦτος ἦν ἐς τὴν πλάσιν καὶ τὴν πρὸς ἅπαντας ἐξομοίωσιν. ὥστε ὁ μὲν πολύπους λῆρος ἠλέγχετο, τῶν δὲ συγγιγνομένων ἕκαστος ἄλλον ἑαυτὸν ὁρᾶν ὑπελάμβανεν. ἔφασκον γοῦν αὐτὸν οἱ πεπειραμένοι πίνακά τινα καὶ ἐκμαγεῖον εἶναι παντοδα- πῶν ἠθῶν καὶ ποικίλων, οὐδ’ ἂν ἥλω ποτὲ πολλῶν καὶ διαφόρων συνεληλυθότων ὅτῳ μᾶλλον τέρπεται, ἀλλὰ κἀπὶ τοῖς ἐναντίοις ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον, καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο. οὕτω πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν. γάμου δὲ καὶ οὗτος ἠμέλησε, πλὴν ὅσα γε αὐτῷ γυνή τις ξυνῆν οὐκ ἀπὸ ὁμοίας τῆς ἀξιώσεως.
10. Ὁ δὲ λόγος αὐτῷ περὶ μὲν τὰς μελέτας παντελῶς ἀσθενὴς καὶ τεθνηκὼς καὶ ἄπνους, καὶ διαφαίνεταί γε οὗτος μὴ τετυχηκέναι διδασκάλου, καὶ γὰρ τὰ πλεῖστα τῶν κοινῶν καὶ παιδὶ γνωρίμων περὶ τὰς μελέτας ἠγνόει, περὶ δὲ ἐπι- στολὰς καὶ συνουσίας ἑτέρας ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον φέρει καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ κωμι- κῆς βωμολοχίας ἀναπέπλησται τὰ συγγράμματα, καὶ ἡ κομ- ψότης περιτρέχει πανταχόσε διακονουμένη τοῖς λόγοις. 10 καὶ [*](1 δὲ om. Α | συλλεγέντων Α 2 ἄδηλος Gataker ad Μ. Anton. ρ. 333 et Boiss. ἄληπτος Wyttenbach (Supplem. ad epp. Ruhnkenii et Wyttenbachii, Lugd. Bat. 1847 p. 89), at Plut. Pomp. 2 οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελ- θεῖν 3 καὶ συνεῖδεν — ῥέποντα om. L | συνεῖδεν scripsi se- cundum Wyttenb. l. l. συνεῖχεν Α συνῆκεν Boiss. | τε Can- cellis inclusi 5 πρὸς ἅπαντας] εἰς ἑκάτερον Α 6 πολύπους om. Α cf. locum Theognidis 215 saepe a Plutarcho Laudatum (vid. Bergk) | ἠλέγχετο] ἦν αὐτὼ A | συνιόντων Α 7 ὁρᾶν ἑαυτὸν Α 10 ὠτὶ Α | καὶ ἐπὶ Α 12 αὐτὸν scripsi auctore Cobeto Mnem. VIII 15 αὐτῶν AL 16 De stilo Libanii quae Eunapius dicit iure iam Fed. Morellus qui vitam edidit (Liban. t. I p. 1 — Wyttenbachius, Cobetus ll. ll. repudiaverunt 20 συνεσίας (ε in ου corr. m2) Α 22 καταπέπλησται Α 23 ἐπιτρέχει Cobet l. l., at cf. Quintil. inst. or. II 21, 7 rhetoricam artem circum- currentem vocaverunt, quod in omni materia diceret | πανταχοῦ Α)
παιδείας δὲ ὑπερβολὴν καὶ ἀνα- γνώσεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις λέξεσι κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐπόλιδος δένδρα, Λαισποδίαν καὶ Δαμασίαν, οὐκ ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δέν- δρῶν οἷς νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι.
οὕτω λέξιν εὑρών τινα περιττὴν καὶ ὑπ’ ἀρχαιότητος διαλανθάνουσαν ὡς ἀνάθημά τι παλαιὸν καθαίρων εἰς μέσον τε ἦγε καὶ διακαθήρας ἐκαλλώπιζεν ὑπόθεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ διανοίας ἀκολουθούσας ὥσπερ ἅβρας τινὰς καὶ θερα- παίνας δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξεσμένῃ.
ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ ὁ θειότατος Ἰουλιανός, ἐθαύμασε δὲ καὶ ὅσον ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων ἀναλεγόμενος ἕκαστον αὐτῶν εἴσεται.
ἱκα- νὸς δὲ ἦν καὶ πολιτικοῖς ὁμιλῆσαι πράγμασι καὶ παρὰ τοὺς λόγους ἓτερά τινα συντολμῆσαι καὶ ῥᾳδιουργῆσαι εἰς τέρψιν θεατρικωτέραν.
τῶν δὲ μετὰ ταῦτα βασιλέων καὶ τῶν ἀξιωμάτων τὸ μέγιστον αὐτῷ προσθέντων, τὸν γὰρ τῆς αὐλῆς ἔπαρχον μέχρι προσηγορίας ἔχειν ἐκέλευον, οὐκ ἀπεδέξατο [*](3 ἀ(??)λισμὸν Α cf. Schneider, Pericul. crit. in Anthol. p. 124 7 γινόμενος Α 9 Λαισποδίαν corr. Valesius Emed. III 18 coll. Eupol. fr. II 475 Mein. I ρ. 284 Kock. ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας αὐταῖσι ταῖς κνήμαισιν ἀκολου- θοῦσί μοι (Schol. ad Ar. Αν. 1569) et Plut. Quaest. conviv. VII 3 p. 712 Α δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθ’ ἕκαστον ἐξηγεῖ- σθαι, τίς ὁ Λαισποδίας παρ’ Εὐπόλιδι 10 δεσποσίαν Α δεσπω- σίαν L 11 οὗτος Α 12 ὑφ’ ἁπλότητος L 13 καθαίρων corruptum videtur. num αἴρων ? 17 θειότατος] βασιλεὺς L 18 τοῖς om. L 22 πρὸς A 24 τὸ? 25 ὕπαρχον L | ἀπεδέξατο scripsi coll. Lib. πρὸς τοὺς βαρὺν αὐτὸν καλέσαντας I 174, 1 τί ταῦτα λέγω,. λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο ὃ διεωσά- μην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι . . . . οὐδέ γε ἡγησάμην μέγα Με ταῖς διὰ τὸν τρόπον μου τιμαῖς ἠξίωσα προσ- θεῖναι τὰς ἀπ᾿ ἐκείνων τῶν γραμμάτων (Vales. ad Amm. Marc. XV 3 ρ. 71 vertit: recusavit) ἐπεδείξατο AL Ceterum cf. Sievers l. l. ρ. 293 et Th. Mommsen Herm. XXXVI 210 4 ἀλλ’ ἐτελεύτησε] ἐτελεύτησε μέντοι L 6 Τούτῳ — 7 συμβάντων om. A)
ἀλλ’ ἐτελεύτησε καὶ οὗτος εἰς γῆρας ἀφικό- μένος μακρότατον καὶ θαῦμα οὐκ ὀλίγον ἀπολιπὼν ἅπασιν.
17. Τούτῳ δὲ ὁ ταῦτα γράφων οὐ συνεγένετο ἄλλοτε ἄλλων ἐμποδισμάτων ἐπηρείᾳ τύχης συμβάντων.
Iam sequantur Libanii ipsius opera ac primum quidem quae summi momenti sunt, orationes. Has autem libentissime ordine chronologico proposuis- sem, dummodo id in omnibus per aetatis signa satis clara licuisset. At licet hanc tantum in parte earum certis ter- minis circumscribere. Itaque melius esse duxi cum Reiskio ordinem sequi optimorum et vetustissimorum librorum.