Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ σὺν αὐτοῖς ἐστρατοπεδεύοντο ἅμα τοῖς ὑπ̓ αὐτοὺς τεταγμένοις. Ὁ δὲ Οὔλδις πρὸς τὸ πέραν τοῦ ποταμοῦ μόλις διεσώθη, πολλοὺς ἀποβαλὼν, ἄρδην δὲ τοὺς καλουμένους Σκιροὺς, ἔθνος δὲ τοῦτο βάρβαρον ἱκανῶς πολυάνθρωπον πρὶν τοιᾷδε περιπεσεῖν συμφορᾷ: ὑστερήσαντες γὰρ ἐν τῇ φυγῇ, οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες δέσμιοι πρὸς τὴν Κωνσταντινούπολιν ἐξεπέμφθησαν.

Δόξαν δὲ τοῖς ἄρχουσιν διανεῖμαι τούτους, μή τι πλῆθος ὄντες νεωτερίσωσι: τοὺς μὲν, ἐπ̓ ὀλίγοις τιμήμασι ἀπέδοντο: τοὺς δὲ, πολλοῖς προῖκα δουλεύειν παρέδοσαν, ἐπὶ τῷ μήτε Κωνσταντινουπόλεως, μήτε πάσης Εὐρώπης ἐπιβαίνειν, καὶ τῇ μέσῃ θαλάσσῃ χωρίζεσθαι τὸν ἐγνωσμένον αὐτοῖς τόπον.

Ἐκ τούτων τε πλῆθος ἄπρατον περιλειφθὲν, ἄλλος ἀλλαχῆ

894
διατρίβειν ἐτάχθησαν: πολλοὺς δὲ ἐπὶ τῆς Βιθυνίας τεθέαμαι, πρὸς τῷ καλουμένῳ Ὀλύμπῳ ὄρει, σποράδην οἰκοῦντας, καὶ τοὺς αὐτόθι λόφους καὶ ὑπωρείας γεωργοῦντας.