Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

τέσσαρας ἀριθμοὺς στρατιωτῶν παραλαβών. Ἐν τούτῳ δὲ φήμης διαδραμούσης ὡς ἐπιβουλεύει τῷ βασιλεῖ, καὶ ἐπὶ τυραννίδα τοῦ υἱέος παρασκευάζεται,

891
συμπράττοντας ἔχων τοὺς ἐν δυνάμει, στασιάσαντες οἱ στρατιῶται κτείνουσι τὸν Ἰταλίας ὕπαρχον, καὶ τὸν τῶν Γαλατῶν, καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς ἄλλους τοὺς διέποντας τὰς ἐν τοῖς βασιλείοις ἀρχάς.

Ἀναιρεῖται δὲ καὶ αὐτὸς παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν: ἀνὴρ, εἴπερ τις ἄλλος πώποτε, ἐν πολλῇ δυνάμει γενόμενος, καὶ πάντας, ὡς εἰπεῖν, βαρβάρους τε καὶ Ῥωμαίους πειθομένους ἔχων. Στελίχων μὲν οὖν ὑπονοηθεὶς κακόνους εἶναι τοῖς βασιλείοις, ὧδε ἀπώλετο: κτίννυται δὲ καὶ Εὐχέριος ὁ τούτου υἱός.

Περὶ διαφόρων ἐθνῶν ἐπιστρατευσάντων Ῥωμαίοις, καὶ Θεοῦ προνοίᾳ ἡττηθέντων: ἄλλων δὲ καὶ ὑποσπόνδων γενομένων.

Κατὰ ταυτὸν δὲ συνέβη καὶ Οὕννους στρατοπεδευομένους ἐν Θρᾴκῃ, μήτε πολεμοῦντος αὐτοῦ, μήτε διώκοντος, αἰσχρῶς ὑποστρέψαι, τοὺς πλείους ἀποβαλόντας. Ἐπεὶ γὰρ Οὔλδις, ὁ ἡγούμενος τῶν περὶ

892
τὸν Ἴστρον βαρβάρων, πλείστην ἔχων στρατιὰν ἐπεραιώθη τὸν ποταμὸν, ἐν τοῖς Θρᾳκῶν ὅροις ἐστρατοπεδεύετο.