Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐδόκει δὲ ὁ Θεὸς προφανῶς ἥδεσθαι τῇ παρούσῃ βασιλείᾳ, οὐ μόνον ἐξ ἀπροσδοκήτου τὰ περὶ τοὺς πολέμους ὧδε διατεθεὶς, ἀλλὰ καὶ πολλῶν ἐπὶ εὐσεβείᾳ πάλαι εὐδοκιμηκότων τὰ ἱερὰ

917
σώματα ἀναφαίνων: οἷον δὴ καὶ τότε γενέσθαι συνέβη ἐπὶ Ζαχαρίᾳ τῷ παλαιοτέρῳ προφήτῃ καὶ Στεφάνῳ τῷ διακόνῳ χειροτονηθέντι παρὰ τῶν ἀποστόλων. Ἑκατέρου δὲ τῆς εὑρέσεως παραδόξου καὶ θείας οὔσης, ἀναγκαῖον εἰπεῖν τὸν τρόπον.

Περὶ τῆς εὑρέσεως Ζαχαρίου τοῦ προφήτου, καὶ Στεφάνου τοῦ πρωτομάρτυρος.

Ἄρξομαι δὲ τοῦ προφήτου. Χαφὰρ Ζαχαρία, κώμη ἐστὶν ἐν ὁρίοις Ἐλευθεροπόλεως τῆς Παλαιστίνης. Ἐπετρόπευε δὲ ταύτην Καλήμερός τις ὁμόδουλος τῷ ἀγρῷ: εὔνους μὲν τῷ κεκτημένῳ, χαλεπὸς δὲ καὶ δύσκολος, καὶ περὶ τοὺς ὁμόρους ἀγροίκους ἄδικος.

Τοιούτῳ δὲ ὄντι ὕπαρ ἐπιστὰς ὁ προφήτης, ἑαυτὸν κατεμήνυσε: καὶ κῆπον τινὰ ἐπιδείξας, Ἄγε δὴ ἐνθάδε ὄρυξον δύο πήχεις, ἔφη, ἀναμετρήσας ἀπὸ τῆς

918
αἱμασιᾶς ἐπὶ τὸν κῆπον, παρὰ τὴν ὁδὸν τὴν ἐπὶ Βιθθερέβιν τὴν πόλιν ἄγουσαν: εὑρήσεις δὲ λάρνακα διπλῆν, ξυλίνην τὴν ἔνδον, ἐν μολυβδίνῃ τῇ ἔξωθεν: ἀμφὶ δὲ τὴν λάρνακα, ὑέλινον σκεῦος πλῆρες ὑδάτων, καὶ δύο ὄφεις μεγέθει μετρίους, καὶ πρᾴους καὶ ἀβλαβεῖς, ὡς δοκεῖν χειροήθεις εἶναι.