Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἴ τῳ δὲ φίλον ἐκ τῶν πραγμάτων πειρᾶσθαι τῆς ἀληθείας, καὶ μὴ τοῖς ἐμοῖς πείθεσθαι λόγοις, μαθήσεται μὴ ψευδῶς, μηδὲ πρὸς χάριν με τάδε συγγράφειν, εἰ παρὰ τῶν ἐπιτροπευόντων τὸν αὐτῆς οἶκον ἀνάγραπτον οὖσαν διέλθοι τῶν τοιούτων γνῶσιν, καὶ παρὰ τῶν γεγραμμένων πύθοιτο, εἰ τῇ γραφῇ συνᾴδει τὰ πράγματα.

Ὧι δὲ μὴ ταῦτα μόνα πρὸς πίστιν ἀρκεῖ, πιστούσθω καὶ Θεὸς αὐτὸς, πάντως ποῦ διὰ τὴν πολιτείαν κεχαρισμένην αὐτὴν ἔχων: ὡς εὐχομένης ἑτοίμως ὑπακούειν, καὶ πολλάκις αὐτῇ περὶ τῶν πρακτέων προφαίνεσθαι. Οὐδὲ γὰρ ἂν φαίην ποτὲ θεοφίλειαν παραγίνεσθαι τοῖς ἀνθρώποις,

ἢν μὴ σφᾶς ἀξίους ταύτης διὰ τῶν ἔργων παρέχωσιν. Ἀλλ̓ ὅσα μὲν τῶν καθ̓ ἕκαστον εἰς ἀπόδειξιν ἧκεν, ἐπιδεικνύντων θεοφιλῆ εἶναι τὴν τοῦ βασιλέως ἀδελφὴν,

881
ἑκὼν παρήσω τέως, μὴ καὶ μωμήσηταί τις ὡς ἕτερα πραγματευόμενος, εἰς ἐγκωμίων νόμον ἐτράπην. Ὃ δέ μοι καὶ κατ̓ αὐτὸν, ἐκκλησιαστικῆς τε ἱστορίας ἴδιον εἶναι δοκεῖ, καὶ θεοφιλείας αὐτῆς περιφανὴς ἔλεγχος, αὐτόθεν ἐρῶ, εἰ καὶ χρόνῳ ὕστερον συνέβη. Ἔχει δὲ ὧδε.

Περὶ τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων τεσσαράκοντα μαρτύρων.

Γυνή τις Εὐσεβία τοὔνομα, διάκονος τῆς Μακεδονίου αἱρέσεως, οἴκημα καὶ κῆπον εἶχε πρὸ τοῦ τείχους τῆς Κωνσταντινουπόλεως: καὶ ἱερὰ λείψανα ἐνθάδε ἐφύλαττε τῶν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας κατὰ τοὺς Λικινίου χρόνους μαρτυρησάντων τεσσαράκοντα στρατιωτῶν.

Μέλλουσα δὲ τελευτᾷν, κατέλιπε τὸν προειρημένον τόπον μοναχοῖς ὁμοδόξοις, καὶ μεθ̓ ὅρκων αὐτῶν ἐδεήθη ἐκεῖσε ταφῆναι: ὑπὲρ δὲ κεφαλῆς ἐπὶ

882
τῷ ἄκρῳ τὴν αὐτῆς σορὸν ἰδίᾳ ξέσαι, καὶ συγκαταθέσθαι αὐτῇ τῶν μαρτύρων τὰ λείψανα,

καὶ μηδενὶ καταμηνύσαι. Καὶ οἱ μὲν ὧδε ἐποίουν. Ὥστε δὲ τῆς προσηκούσης θεραπείας μεταλαγχάνειν τοὺς μάρτυρας, καὶ τοὺς ἔξωθεν ἀγνοεῖν, κατὰ τὰ συντεθειμένα πρὸς Εὐσεβίαν, εὐκτήριον οἶκον ὑπὸ γῆν ἐτεκτήναντο περὶ τὴν αὐτῆς θήκην: εἰς δὲ τὸ προφανὲς, οἴκημα ὑπεράνω πλίνθοις ὀπταῖς τὸ ἔδαφος ἠμφιεσμένον, καὶ καταβάσιον ἐκ τούτου λανθάνον ἐπὶ τοὺς μάρτυρας.

Μετὰ δὲ ταῦτα Καισάριος ἀνὴρ τῶν τότε ἐν δυνάμει, ὃς καὶ ὑπάτου καὶ ὑπάρχου εἰς ἀξίαν προῆλθε, θανοῦσαν αὐτοῦ τὴν γαμετὴν παρὰ τὴν Εὐσεβίας σορὸν ἔθαψε: τοῦτο γὰρ ἔτι περιούσαις αὐταῖς συνέδοξεν, ὑπερφυῶς κεχαρισμέναις ἀλλήλαις, καὶ περὶ τὸ δόγμα καὶ τὴν θρησκείαν ὁμοφρονούσαις,

Ἐντεῦθεν πρόφασις ἐγένετο Καισαρίῳ κτήσασθαι τοῦτον τὸν τόπον, ὡς ἂν καὶ αὐτὸς πλησίον τῆς γαμετῆς ταφείη. Οἱ δὲ προειρημένοι μοναχοὶ ἀλλαχῆ μετῳκίσθησαν,

883