Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐντεῦθεν δὲ οἱ καθαιρεθέντες, καὶ οἱ τούτων ἐπιτήδειοι, ἐπῃτιῶντο Ἰωάννην, ὡς ἀρχηγὸς νεωτερισμοῦ ταῖς ἐκκλησίαις ἐγένετο, καὶ τὰ δίκαια τῶν χειροτονιῶν παρὰ τοὺς πατρίους νόμους ἐκαινοτόμησεν: ὑπὸ δὲ λύπης καὶ τὰ λόγου ἄξια αὐτῷ πεπραγμένα κατὰ τὰς τῶν πολλῶν δόξας διέβαλλον. Ἀμέλειτοι καὶ τὸ ἐπὶ Εὐτροπίου τότε συμβὰν ἐνεμέσων.

Περὶ Εὐτροπίου τοῦ ἀρχιευνούχου, καὶ περὶ τοῦ νόμου ὃν ἔθετο: καὶ ὡς ἀποσπασθεὶς τῆς ἐκκλησίας ἐφονεύθη. Καὶ περὶ τοῦ πρὸς Ἰωάννην γογγυσμοῦ.

Οὗτος γὰρ μείζων ὢν τῶν βασιλέως εὐνούχων,

808
μόνος καὶ πρῶτος ὧν ἴσμεν ἢ ἀκηκόαμεν, ὑπάτου καὶ πατρὸς βασιλέως ἀξίᾳ ἐτιμήθη.

Ἐπεὶ δὲ τῆς παρούσης δυνάμεως οὐκ ἐννοήσας τὸ μέλλον, καὶ τὰς συμβαινούσας ἐν τοῖς ἀνθρωπίνοις πράγμασι μεταβολὰς, ἐπεχείρει τῆς ἐκκλησίας ἀφέλκειν ἱκέτας Θεοῦ, δἰ αὐτὸν ἐνθάδε διατρίβοντας: καὶ μάλιστα Πενταδίαν τὴν τοῦ Τιμασίου γαμετήν: ὃν στρατηγὸν δυνατὸν καὶ φοβερώτατον γενόμενον, εἰς τὴν κατ̓ Αἴγυπτον Ὄασιν ἀϊδίῳ φυγῇ ἐζημίωσε, τυραννίδος ἐπαγαγὼν αἰτίαν: ἀλλ̓ ἐκεῖνος ἢ δίψει πιεζόμενος, ὥς τινος ἐπυθόμην, ἢ δεδιὼς μή τι χεῖρον ὑπομείνῃ, ἐν ταῖς αὐτόθι ψάμμοις ἁλώμενος, εὑρέθη νεκρός.

Εὐτροπίου δὲ σπουδῇ τίθεται νόμος, προστάττων μηδαμῆ μηδένα εἰς ἐκκλησίαν καταφυγεῖν, ἐξελαύνεσθαί τε καὶ τοὺς ἤδη προσπεφευγότας. Οὐκ εἰς μακρὰν δὲ,

809
ὡς εἰς τὴν βασιλέως γαμετὴν ὑβρίσας ἐπιβουλευθεὶς, πρῶτος αὐτὸς παρέβη τὸν νόμον: καὶ ἀποδρὰς ἐκ τῶν βασιλειῶν,

ἱκέτης τὴν ἐκκλησίαν κατέλαβεν. Ἡνίκα δὴ λαμπρόν τινα κατ̓ αὐτοῦ ὑπὸ τὴν ἱερὰν τράπεζαν κειμένου, κατέτεινε λόγον Ἰωάννης: τῶν μὲν ἐν δυνάμει τὴν ὀφρῦν κατασπῶν, τῷ δὲ λαῷ δεικνὺς, ὡς οὐδὲν τῶν ἀνθρωπίνων ἐν ταυτῷ μένειν φιλεῖ. Οἵ γε μὴν ἀπεχθανόμενοι πρὸς αὐτὸν καὶ τοῦτο διέβαλλον, ὡς ἐλεεῖν δέον τὸν περὶ ψυχῆς κινδυνεύοντα, ἤλεγχεν, ἐπεμβαίνων ταῖς αὐτοῦ συμφοραῖς.