Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ, ἠπίστατο γὰρ μὴ πλείους τῶν εἰωθότων τῇ πόλει ἐνδημεῖν στρατιώτας, οὐκ ἠξίου τοῖς λεγομένοις πιστεύειν. Ἐπεὶ δὲ καὶ τῆς ἐχομένης νυκτὸς ἀποσταλέντες ἕτεροι, ταυτὰ τοῖς πρότερον ἤγγειλαν, αὐτὸς ἐλθὼν, αὐτόπτης ἐγένετο τοῦ παραδόξου θεάματος.

Νομίσας τε αὐτοῦ χάριν συνεληλυθέναι τοὺς ἐκ τῶν ἄλλων πόλεων στρατιώτας, νύκτωρ μὲν φρουρεῖν τὴν πόλιν καὶ τὰ βασίλεια, ἐν ἡμέρᾳ δὲ λανθάνειν, σκήπτεται δαιμονᾷν: ὡς εὐξόμενός τε καταλαμβάνει τὴν ἐκκλησίαν, ἢν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ, ὁ τοῦ βασιλέως πατὴρ ᾠκοδόμησε πρὸς τῷ ἑβδόμῳ.

Τῶν δὲ βαρβάρων, οἱ μὲν, ἔνδον ἔμενον: οἱ δὲ, Γαϊνᾷ συνεξῄεσαν. Λάθρα δὲ συνεξῆγον ὅπλα ἐν γυναικείοις ὀχήμασι καὶ κεράμους βελῶν: ἐπεὶ δὲ ἐφωράθησαν, τοὺς φύλακας τῶν πυλῶν ἀναιροῦσι, πειραθέντας κωλύσαι τὴν τῶν ὅπλων ἐκκομιδήν. Ἐκ τούτου δὲ ταραχῆς καὶ θορύβου ἀνάπλεως ἡ πόλις

ἐγένετο, ὡς αὐτίκα ἁλωσομένη. Ἀγαθὴ δὲ γνώμη ἐκράτει πρὸς τὰ παρόντα δεινά. Ὁ γὰρ βασιλεὺς

800
μηδὲν μελλήσας, τὸν μὲν Γαϊνᾶν πολέμιον ἀνεκήρυξε: τοὺς δὲ περιλειφθέντας ἐν τῇ πόλει βαρβάρους,

ἀναιρεθῆναι προσέταξεν. Ἐπιθέμενοι δὲ τούτοις οἱ στρατιῶται, ἀναιροῦσι τοὺς πλείστους: τὴν δὲ καλουμένην τῶν Γότθων ἐκκλησίαν ἐμπιπρῶσιν: ὡς εἰς συνήθη γὰρ εὐκτήριον οἶκον ἐνθάδε ἠθροισμένοι ἐτύγχανον, οἷς οὐκέτι φυγεῖν ἐξεγένετο, τῶν πυλῶν κεκλεισμένων.

Ταῦτα δὲ μαθὼν ὁ Γαϊνᾶς, διὰ Θρᾴκης ἐλάσας ἧκεν εἰς Χερρόνησον, καὶ τὸν Ἑλλήσποντον περαιοῦσθαι ἐσπούδαζε. Διενοεῖτο γὰρ ὡς εἰ τῆς ἀντιπέραν Ἀσίας κρατήσειε, ῥᾳδίως πάντα τὰ πρὸς ἕω τῆς ἀρχομένης ἔθνη ὑφ̓ ἑαυτὸν ποιήσει. Παῤ ἐλπίδας δὲ αὐτῷ καὶ τάδε ἀπήντα,