Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μομψουεστίας δὲ τῆς Κιλίκων Θεόδωρος, ἀνὴρ

788
καὶ τῶν ἱερῶν βίβλων, καὶ τῆς ἄλλης παιδείας ῥητόρων τε καὶ φιλοσόφων ἱκανὸς ἐπιστήμων.

Ἀλλ̓ οὗτος μὲν ἡνίκα τὴν ἀρχὴν ἐνέτυχε τοῖς θείοις νόμοις, καὶ ἱεροῖς ἀνδράσιν ὡμίλησεν, ἐπῄνεσε ταύτην τὴν ἀγωγὴν, καὶ κατέγνω τῶν ἀστικῶν: οὐ διήρκεσε δὲ τὴν αὐτὴν προθυμίαν ἔχων: μεταμεληθεὶς δὲ, πρὸς τὸν πρότερον βίον εἵλκετο.

Οἷα δὲ εἰκὸς, ἐναντίοις λόγοις κοσμήσας τὸ σπουδαζόμενον ἐκ παλαιῶν ὑποδειγμάτων, ἦν γὰρ πολυΐστωρ, εἰς τὴν πόλιν ἐπανῆλθεν: ἄμεινον, ὡς ἐνόμισε, τοῦτο κρίνας οὗπερ ἐπεθύμει τυχεῖν. Μαθὼν δὲ Ἰωάννης ἐν πράγμασιν αὐτὸν εἶναι, καὶ περὶ γάμον σπουδάζειν, θειοτέραν ἢ κατὰ νοῦν ἀνθρώπου φράσει καὶ νοήμασι συντάξας ἐπιστολὴν,

πρὸς αὐτὸν διεπέμψατο. Ὁ δὲ ταύτῃ ἐντυχὼν,

789
μετεμελήθη: αὖθίς τε τὴν οὐσίαν καταλιπὼν, ἀπειπών τε τῷ γάμῳ, ταῖς Ἰωάννου συμβουλαῖς ἐσώζετο, καὶ πρὸς τὸν φιλόσοφον ἐπανῄει βίον. Ὥστε μοὶ δοκεῖ κἀκ τούτου ῥᾴδιον εἶναι συμβαλεῖν, ὡς δεινή τις ἐπήνθει πειθὼ τοῖς Ἰωάννου λόγοις. Ἐκράτει γὰρ ταύτῃ καὶ τῶν ὁμοίως λέγειν καὶ πείθειν δυναμένων.

Ἐντεῦθεν καὶ τὸ πλῆθος ᾕρει, καὶ μάλιστα καθὸ πολὺς ἦν διελέγχων τοὺς ἁμαρτάνοντας, καὶ ἐπὶ ἐκκλησίας, καὶ πρὸς τοὺς ἀδικοῦντας, ὡς αὐτὸς ἠδικημένος, σὺν παρρησίᾳ ἀγανακτῶν. Τοῦτο δὲ τοῖς μὲν πολλοῖς εἰκότως χάριεν ἐτύγχανε: λυπηρὸν δὲ τοῖς πλουσίοις καὶ δυναμένοις,

παῤ οἷς τὰ πολλὰ τῶν ἁμαρτημάτων ἐστίν. Ἐπίσημος οὖν τοῖς μὲν εἰδόσι, τῇ πείρᾳ, τοῖς δὲ ἀγνοοῦσι, τῇ φήμῃ, ἔκ τε τῶν λόγων καὶ τῶν ἔργων γενόμενος ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ὑπήκοον, ἔδοξε Κωνσταντινουπόλει ἐπιτήδειος εἶναι τῆς ἐκκλησίας ἐπισκοπεῖν.

Ψηφισαμένων δὲ τοῦτο τοῦ λαοῦ καὶ τοῦ κλήρου, καὶ ὁ βασιλεὺς συνῄνει, καὶ τοὺς ἄξοντας αὐτὸν πέπομφε. Συνεκάλει

790
δὲ καὶ σύνοδον, καὶ τούτῳ σεμνοτέραν τὴν χειροτονίαν δεικνύς.

Οὐκ εἰς μακρὰν δὲ τὰ βασιλέως γράμματα δεξάμενος Ἀστέριος ὁ τῆς ἕω ἡγούμενος, ἐδήλωσεν Ἰωάννῃ παραγενέσθαι πρὸς αὐτὸν, ὡς περί του δεησόμενος: ἐλθόντα δὲ, αὐτίκα εἰς ὄχημα σὺν αὐτῷ ἀνεβίβασε, καὶ σπουδῇ ἐλάσας ἧκεν εἰς Πάγρας,

σταθμὸν οὕτω καλούμενον. Ἐνταῦθα δὲ παραδοὺς αὐτὸν τοῖς ἐκ βασιλέως ἀποσταλεῖσιν, ἀνέστρεψεν. Ἔδοξε δὲ τὰ περὶ τούτου καλῶς διῳκηκέναι, πρὶν Ἀντιοχέας μαθεῖν, χαλεπούς τε περὶ στάσεις, καὶ δήλους ὄντας, ὡς οὔ ποτε ἂν ἑκόντες Ἰωάννου ἀπηλλάγησαν, πρὶν παθεῖν τι ἢ δρᾶσαι.

Ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, καὶ οἱ κληθέντες ἱερεῖς συνεληλύθεισαν, ἐμποδὼν ἐγένετο τῇ χειροτονίᾳ Θεόφιλος, Ἰσιδώρῳ σπουδάζων: ὃς πρεσβύτερος ἦν τότε τῶν ὑπ̓ αὐτὸν, ἐπίτροπος δὲ τῶν ἐν Ἀλεξανδρείᾳ ξένων καὶ πτωχῶν: ἐκ νέου δὲ ἀνὰ

791
τὴν Σκῆτιν ἄριστα ἐφιλοσόφησεν, ὡς παῤ ἀνδρῶν αὐτῷ συγγενομένων ἐπυθόμην.

Οἱ δὲ φασὶ Θεοφίλῳ τοῦτον γενέσθαι φίλον, ὡς κοινωνὸν καὶ συνίστορα πράγματος ἐπικινδύνου γενόμενον. Λέγουσι γὰρ ὡς ἡνίκα ὁ πρὸς Μάξιμον συνίστατο πόλεμος, δῶρα δοὺς αὐτῷ Θεόφιλος, καὶ γράμματα πρὸς τὸν βασιλέα καὶ τὸν τύραννον, ἐνετείλατο καταλαβεῖν τὴν Ῥώμην, καὶ περιμεῖναι τῆς μάχης τὴν ἀπόβασιν, καὶ τῷ νικήσαντι διδόναι μετὰ τῶν γραμμάτων τὰ δῶρα.

Τὸν δὲ, τάδε ποιήσαντα μὴ διαλαθεῖν, δείσαντά τε, φυγάδα εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν: ἐξ ἐκείνου δὲ Θεόφιλον τῶν αὐτῷ πιστοτάτων τὸν ἄνδρα ποιησάμενον, εἰς καιρὸν νομίσαι τῶν ὑπὲρ αὐτοῦ κινδύνων ἀποδοῦναι τὴν ἀμοιβὴν,

εἰ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον αὐτὸν καταστήσειεν. Ἀλλ̓ εἴτε ἐντεῦθεν, εἴτε ὡς ἄνδρα ἀγαθὸν χειροτονεῖν τοῦτον ἠβούλετο Θεόφιλος, τελευταῖον συνῄνεσε τοῖς ἐπὶ Ἰωάννῃ δεδογμένοις: ἀτεχνῶς ταύτῃ τῇ χειροτονίᾳ σπουδάζοντα

792
δείσας Εὐτρόπιον, τὸν τότε προεστῶτα τοῦ βασιλέως οἴκου: ὃν φασὶν ἄντικρυς αὐτῷ ἀπειλῆσαι, ἢ ταυτὰ τοῖς ἄλλοις ἱερεῦσι συμψηφίσασθαι, ἢ τοῖς ἐγκαλεῖν βουλομένοις ἀπολογήσασθαι. Ἔτυχον γὰρ αὐτὸν πολλοὶ τότε παρὰ τῇ συνόδῳ γραψάμενοι.