Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἴξασα δὲ ταῖς ἱκεσίαις τοῦ δήμου ἡ βασιλὶς, πείθει τὸν ἄνδρα ἐπινεῦσαι: ἐν τάχει τε Βρίσωνα τὸν ἀμφ̓ αὐτὴν πιστὸν εὐνοῦχον πέμψασα, ἐκ Πρενέτου τῆς Βιθυνίας Ἰωάννην ἐπανήγαγεν, ἀθῷον εἶναι τῶν κατ̓ αὐτοῦ βεβουλευμένων δηλώσασα, καὶ δἰ αἰδοῦς αὐτὸν ἔχειν, ὡς ἱερέα καὶ μυσταγωγὸν τῶν αὐτῆς παίδων.

Ὁ δὲ ἐπανελθὼν, ἐν προαστείῳ αὐτῆς τῆς βασιλίδος περὶ τὸν Ἀνάπλουν

842
διέτριβε: καὶ πρὸ κρίσεως μείζονος συνόδου, ἵν̓ εἴη δῆλον ὡς ἀδίκως ἀφῃρέθη τῆς ἐπισκοπῆς, παρῃτεῖτο τέως τὴν εἰς τὴν πόλιν εἴσοδον. Ἐπεὶ δὲ πάλιν ὁ λαὸς ἠγανάκτει, καὶ τοὺς κρατοῦντας ἐλοιδόρει, βιασθεὶς εἰσῆλθεν.

Ἐν ψαλμῳδίαις δὲ πρὸς τὸ συμβὰν πεποιημέναις ὑπαντήσας ὁ δῆμος: ἔφερον δὲ κηροὺς ἡμμένους οἱ πλείους: ἄγουσιν αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν. Παραιτούμενόν τε καὶ πολλάκις ἰσχυριζόμενον, χρῆναι πρότερον τοὺς καταψηφισαμένους αὐτοῦ πάλιν ἀποψηφίσασθαι, ὡς ἱερεῦσι θέμις ἠνάγκασαν τὴν εἰρήνην τῷ λαῷ προσειπεῖν, καὶ εἰς τὸν ἐπισκοπικὸν καθίσαι θρόνον. Ἀναγκασθεὶς δὲ, καὶ σχέδιόν τινα διεξῆλθε λόγον.

Ἐκ χαριεστάτης δὲ εἰκόνος τὰς ἀφορμὰς λαβὼν, ὑπεδήλου Θεόφιλον μὲν ἐνυβρίσαι τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν ἐπιχειρῆσαι, ὡς τὸν Αἰγυπτίων βασιλέα τὴν Ἀβραὰμ τοῦ πατριάρχου γαμετὴν, ὡς αἱ τῶν Ἑβραίων ἱστοροῦσι βίβλοι: τὸν δὲ λαὸν ὡς εἰκὸς ἐπαινέσας τῆς προθυμίας, καὶ τοὺς κρατοῦντας τῆς περὶ αὐτὸν εὐνοίας, εἰς πολλοὺς κρότους καὶ εὐφημίαν τοῦ βασιλέως καὶ τῆς αὐτοῦ γαμετῆς, τὸ

843
πλῆθος ἐκίνησεν, ὡς καὶ ἡμιτελῆ καταλιπεῖν τὸν λόγον.

Περὶ τῆς δυστροπίας Θεοφίλου, καὶ περὶ τῆς ἔχθρας Αἰγυπτίων, καὶ τῶν Κωνσταντινουπολιτῶν: καὶ περὶ τῆς φυγῆς Θεοφίλου: καὶ Νιλαμβῶνος τοῦ ἀσκητοῦ, καὶ τῆς περὶ Ἰωάννην συνόδου.

Θεόφιλος δὲ ἀπορῶν ὅ τι χρήσαιτο τοῖς παροῦσιν, οὐκ ἐθάρρει, καίπερ προθυμούμενος, εἰς τὸ φανερὸν διαβάλλειν Ἰωάννην, ὡς παρανόμως μετὰ καθαίρεσιν ἱερωμένον. Ἤιδει γὰρ τοῖς κρατοῦσι προσκρούσων, οἳ διὰ τὴν κίνησιν τοῦ δήμου παραιτούμενον ἐπανελθεῖν ἐβιάσαντο.

Τοῖς δὲ Ἡρακλείδου κατηγόροις δικαστήριον κατὰ ἀπόντος προτέθηκεν, οἰηθεὶς ἐντεῦθεν εὐλογωτέραν πως αἰτίαν εὑρήσειν τῆς Ἰωάννου καθαιρέσεως. Ἀντερούντων δὲ τῶν αὐτοῦ ἐπιτηδείων, ὡς οὐ νόμιμον οὐδὲ ἐκκλησιαστικὸν, τὸν ἀπόντα κρίνεσθαι, τῶν δὲ περὶ τὸν Θεόφιλον τἀναντία ἰσχυριζομένων, ἐπιλαβόμενοι τῆς ἔριδος τὸ λοιπὸν τῶν

844
Ἀλεξανδρέων καὶ Αἰγυπτίων πλῆθος, καὶ ὁ Κωνσταντινουπόλεως λαὸς, εἰς ἀλλήλους ἐχώρησαν: ὡς πολλοὺς τραυματίας γενέσθαι, τινὰς δὲ καὶ ἀπολέσθαι.