Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
ὑπερηφάνοις δὲ ἀντιτάσσεται. Ἐπὶ τούτοις δὲ ἐνεμέσησε τὸ πλῆθος, καὶ τὴν ὀργὴν ἀνενέου, καὶ ἀσχέτως ἐστασίαζε: καὶ οὔτε ἐν ἐκκλησίαις, οὔτε ἐν ἀγοραῖς ἠρεμεῖν ἠνείχετο: ἅμα δὲ ὀλολυγῇ καὶ ὀδυρμοῖς μέχρι καὶ αὐτῶν τῶν βασιλείων προϊόντες, ἐδέοντο περὶ τῆς Ἰωάννου ἀνακλήσεως.
Εἴξασα δὲ ταῖς ἱκεσίαις τοῦ δήμου ἡ βασιλὶς, πείθει τὸν ἄνδρα ἐπινεῦσαι: ἐν τάχει τε Βρίσωνα τὸν ἀμφ̓ αὐτὴν πιστὸν εὐνοῦχον πέμψασα, ἐκ Πρενέτου τῆς Βιθυνίας Ἰωάννην ἐπανήγαγεν, ἀθῷον εἶναι τῶν κατ̓ αὐτοῦ βεβουλευμένων δηλώσασα, καὶ δἰ αἰδοῦς αὐτὸν ἔχειν, ὡς ἱερέα καὶ μυσταγωγὸν τῶν αὐτῆς παίδων.
Ὁ δὲ ἐπανελθὼν, ἐν προαστείῳ αὐτῆς τῆς βασιλίδος περὶ τὸν Ἀνάπλουν
Ἐν ψαλμῳδίαις δὲ πρὸς τὸ συμβὰν πεποιημέναις ὑπαντήσας ὁ δῆμος: ἔφερον δὲ κηροὺς ἡμμένους οἱ πλείους: ἄγουσιν αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν. Παραιτούμενόν τε καὶ πολλάκις ἰσχυριζόμενον, χρῆναι πρότερον τοὺς καταψηφισαμένους αὐτοῦ πάλιν ἀποψηφίσασθαι, ὡς ἱερεῦσι θέμις ἠνάγκασαν τὴν εἰρήνην τῷ λαῷ προσειπεῖν, καὶ εἰς τὸν ἐπισκοπικὸν καθίσαι θρόνον. Ἀναγκασθεὶς δὲ, καὶ σχέδιόν τινα διεξῆλθε λόγον.
Ἐκ χαριεστάτης δὲ εἰκόνος τὰς ἀφορμὰς λαβὼν, ὑπεδήλου Θεόφιλον μὲν ἐνυβρίσαι τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν ἐπιχειρῆσαι, ὡς τὸν Αἰγυπτίων βασιλέα τὴν Ἀβραὰμ τοῦ πατριάρχου γαμετὴν, ὡς αἱ τῶν Ἑβραίων ἱστοροῦσι βίβλοι: τὸν δὲ λαὸν ὡς εἰκὸς ἐπαινέσας τῆς προθυμίας, καὶ τοὺς κρατοῦντας τῆς περὶ αὐτὸν εὐνοίας, εἰς πολλοὺς κρότους καὶ εὐφημίαν τοῦ βασιλέως καὶ τῆς αὐτοῦ γαμετῆς, τὸ
Περὶ τῆς δυστροπίας Θεοφίλου, καὶ περὶ τῆς ἔχθρας Αἰγυπτίων, καὶ τῶν Κωνσταντινουπολιτῶν: καὶ περὶ τῆς φυγῆς Θεοφίλου: καὶ Νιλαμβῶνος τοῦ ἀσκητοῦ, καὶ τῆς περὶ Ἰωάννην συνόδου.
Θεόφιλος δὲ ἀπορῶν ὅ τι χρήσαιτο τοῖς παροῦσιν, οὐκ ἐθάρρει, καίπερ προθυμούμενος, εἰς τὸ φανερὸν διαβάλλειν Ἰωάννην, ὡς παρανόμως μετὰ καθαίρεσιν ἱερωμένον. Ἤιδει γὰρ τοῖς κρατοῦσι προσκρούσων, οἳ διὰ τὴν κίνησιν τοῦ δήμου παραιτούμενον ἐπανελθεῖν ἐβιάσαντο.