Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀκηκοέναι δὲ Ἐπιφανίου λέγοντος, Ἡμεῖς δὲ, ἔφη, πᾶν τοὐναντίον πεπόνθαμεν: μαθηταῖς γὰρ σοῖς συνετύχομεν πολλάκις καὶ συγγράμμασιν: ὧν ἐκεῖνό γέ ἐστιν ὃ τὴν ἐπιγραφὴν Ἀγκυρωτὸς ἔχον: βουλομένων τε πολλῶν λοιδορεῖσθαι καὶ ὡς αἱρετικὸν διαβάλλειν, ὑπερηγωνιζόμεθα ὡς εἰκὸς πατρὸς, καὶ ὑπεραπελογούμεθα. Οὔκουν ἐχρῆν ἐξ ἀκοῆς ἐρήμην καταδικάζειν, ὧν οὐκ αὐτὸς πεισθεὶς κατέγνως, οὔτε τοιαύτην ἀμοιβὴν τοῖς εὖ λέγουσιν

833

ἀποδοῦναι. Ὁ δὲ Ἐπιφάνιος, τότε μὲν μετριώτερον προσδιαλεχθεὶς, ἀπέπεμπε τοὺς ἄνδρας. Οὐ πολλῷ δὲ ὕστερον ἀπέπλευσεν εἰς Κύπρον: ἢ τῆς ἐπὶ Κωνσταντινουπόλεως ἀφίξεως καταγνούς: ἢ τοῦ Θεοῦ χρήσαντος, καὶ τὸν αὐτοῦ θάνατον, ὡς εἰκὸς, αὐτῷ προμηνύσαντος: πλέων γὰρ, πρὶν εἰς Κύπρον ἐλθεῖν, ἐτελεύτησε.

Λέγεται γοῦν τοῖς αὐτῷ συνελθοῦσιν ἐπισκόποις ἐπὶ θάλασσαν εἰπεῖν, μέλλων ἐπιβαίνειν τοῦ σκάφους, Ἀφίημι ὑμῖν τὴν πόλιν καὶ τὰ βασίλεια, καὶ τὴν ὑπόκρισιν: ἐγὼ δὲ ἄπειμι: σπεύδω γὰρ, πάνυ σπεύδω.

Κἀκεῖνον δὲ εἰσέτι νῦν πολλῶν ὄντα τὸν λόγον ἐπυθόμην, ὡς Ἐπιφανίῳ μὲν Ἰωάννης τὴν ἐν τῇ θαλάσσῃ τελευτὴν προεμήνυσεν: ὁ δὲ ἐκείνῳ, τῆς ἐπισκοπῆς τὴν καθαίρεσιν. Ἐν ᾧ γὰρ διεφέροντο, ὁ μὲν ἐδήλωσεν Ἰωάννῃ, Ἐλπίζω σὲ μὴ ἀποθανεῖν ἐπίσκοπον. Ὁ δὲ Ἰωάννης ἀντεδήλου: Οὐδὲ ἐγώ σε τῆς σῆς ἐπιβήσεσθαι πόλεως.

834

Περὶ τῆς εἰς τὴν βασίλισσαν Ἰωάννου διαφοράς: καὶ ὡς ἧκεν ἐξ Αἰγύπτου Θεόφιλος: καὶ περὶ Κυρίνου τοῦ Χαλκηδόνος ἐπισκόπου.

Ἐπεὶ δὲ ἀπέπλευσεν Ἐπιφάνιος, ἐκκλησιάζων Ἰωάννης κοινὸν κατὰ γυναικῶν διεξῆλθε ψόγον: αἰνιγματωδῶς δὲ συγκεῖσθαι τοῦτον κατὰ τῆς τοῦ βασιλέως γαμετῆς τὸ πλῆθος ἐδέχετο. Οἱ δὲ τοῦ ἐπισκόπου δυσμενεῖς, καὶ αὐτὸν τὸν λόγον ἐκλαμβάνοντες τῇ βασιλίδι διεκόμισαν. Ἡ δὲ παρὰ τῷ ἀνδρὶ τὴν ὕβριν ἀπωδύρατο, καὶ Θεόφιλον θᾶττον παρεῖναι, καὶ σύνοδον ποιεῖν κατήπειγε.

Συνέπραττε δὲ καὶ συγκατεσκεύαζε ταῦτα καὶ Σεβηριανὸς ὁ Γαβαλεὺς, οὔπω τῆς προτέρας ἀπαλλαγεὶς λύπης. Ἀλλὰ πότερον οὕτως ὡς ἔτυχεν, ἐπὶ τοῦτον Ἰωάννης προήχθη τὸν λόγον, ἢ ὥς τινες λέγουσιν, ὑπονοήσας ὡς ἡ βασιλὶς ἀνέπεισεν Ἐπιφάνιον ἐπιβουλεύειν αὐτῷ,

ἀκριβῶς οὐκ ἔχω λέγειν. Οὐκ εἰς μακρὰν δὲ καὶ Θεόφιλος παρῆν εἰς Χαλκηδόνα τὴν Βιθυνῶν, καὶ ἄλλοι πολλῶν πόλεων

835
ἐπίσκοποι: οἱ μὲν, ὑπὸ Θεοφίλου προτραπέντες: οἱ δὲ, βασιλέως προστάγματι μετακληθέντες. Σπουδῇ δὲ μάλιστα συνῄεσαν, ὅσοι τε τῶν ἐν Ἀσίᾳ τῆς ἐπισκοπῆς ἀφῄρηντο παρὰ Ἰωάννου, καὶ ὅσοι ἄλλοθεν ἄλλως αὐτῷ ἀπηχθάνοντο. Ἤδη δὲ καὶ ἐξ Αἰγύπτου νῆες ἃς Θεόφιλος περιέμενεν, εἰς Χαλκηδόνα ἀφίκοντο.

Συνελθόντων δὲ πάλιν εἰς ταὐτὸν ἐνθάδε, καὶ βουλευομένων ὅπως αὐτοῖς κατὰ γνώμην προβαίη ἡ κατὰ Ἰωάννου ἐπιχείρησις, Κυρῖνος ὃς ἡγεῖτο τότε τῆς ἐν Χαλκηδόνι ἐκκλησίας, καὶ κατὰ τὸ συγγενὲς ἴσως Θεοφίλῳ χαριζόμενος, ἦν γὰρ Αἰγύπτιος, καὶ ἄλλως διάφορος Ἰωάννῃ τυγχάνων, πλεῖστα αὐτὸν ἐλοιδόρει.

Ταχεῖα δὲ τούτων τῶν ὕβρεων ἔδοξεν αὐτὸν μετιέναι δίκη. Μαρουθᾶς γὰρ ὁ ἐκ Μεσοποταμίας, συνὼν τοῖς ἐπισκόποις, ἄκων αὐτοῦ θάτερον τοῖν ποδοῖν ἐπάτησεν. Ὀδυνηθεὶς δὲ, οὐκέτι σὺν τοῖς ἄλλοις ἱερεῦσιν εἰς Κωνσταντινούπολιν ἐπεραιώθη, καίπερ ἀναγκαῖος εἶναι

836

δοκῶν πρὸς τὰς κατὰ Ἰωάννου ἐπιβουλάς. Μετὰ ταῦτα δὲ κακῶς διατεθεὶς, πολλάκις ὑπὸ τῶν ἰατρῶν ἀπεπρίσθη τὸ σκέλος: ἐπιγενομένη γὰρ σηπεδὼν τὸ πᾶν ἐπενέμετο σῶμα, ὡς καὶ τὸν ἕτερον πόδα ταὐτὸν ὑπομεῖναι, τῇ μεταδόσει τοῦ πάθους. Ἀλλ̓ ὁ μὲν οὐ πολλῷ ὕστερον ἐν ταῖς ὀδύναις ἐτελεύτα τὸν βίον.