Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

φίλον ἐποιεῖτο, πρότερον αὐτῷ μεμφόμενος, ὡς ἀνθρωπόμορφον τὸν Θεὸν δοξάζοντι. Ὡς ἐκ μετανοίας δὲ τὴν ὀρθὴν δόξαν ἐπιγνοὺς, ὁμοφρονεῖν αὐτῷ ἔγραφε, καὶ κατὰ τῶν Ὠριγένους βιβλίων ὡς παραιτίου δογμάτων τοιούτων, ἐκίνει διαβολάς. Ἐπιφάνιος δὲ πάλαι ἀποστρεφόμενος τὰ Ὠριγένους συγγράμματα, ῥᾳδίως προσέθετο τῇ Θεοφίλου ἐπιστολῇ.

Καὶ συνελθὼν ἅμα τοῖς ἐν Κύπρῳ ἐπισκόποις, ἀπηγόρευσε τὴν διάγνωσιν τῶν Ὠριγένους λόγων. Καὶ τὰ δεδογμένα αὐτοῖς γράψας ἄλλοις τε καὶ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, προετρέπετο συνόδους ποιεῖν, καὶ ταῦτα ψηφίζεσθαι.

Συνιδὼν δὲ Θεόφιλος ὡς οὐδείς ἐστι κίνδυνος Ἐπιφανίῳ ἕπεσθαι, πολλοὺς ἐπαινέτας ἔχοντι, καὶ διὰ τὴν ἀρετὴν τοῦ

828
βίου ὅπερ ἃν φρονῇ θαυμάζοντας, παραπλήσια αὐτῷ ἐψηφίσατο σὺν τοῖς ὑπ̓ αὐτὸν ἐπισκόποις. Ὁ δὲ Ἰωάννης, τὴν μὲν ἐπὶ τούτοις σπουδὴν οὐκ ἀξίαν ἡγεῖτο λόγου, καὶ τὰ Ἐπιφανίου καὶ Θεοφίλου γράμματα ἐν δευτέρῳ ἐποιεῖτο.

Οἱ δὲ δυσμενῶς πρὸς αὐτὸν ἔχοντες τῶν ἐν δυνάμει καὶ τῷ κλήρῳ, μαθόντες Θεόφιλον σπουδάζειν αὐτοῦ τὴν καθαίρεσιν, ἐπιμελῶς συνέπραττον: καὶ σύνοδον μεγίστην γενέσθαι ἐν Κωνσταντινουπόλει παρεσκευάζοντο: καὶ Θεόφιλος δὲ ταῦτα γνοὺς, ἔτι μᾶλλον ἠπείγετο: καὶ τοὺς μὲν ἐξ Αἰγύπτου ἐπισκόπους ἐκπλεῦσαι ἐκέλευσε: γράφει δὲ Ἐπιφανίῳ καὶ ἑτέροις τῶν ἀνὰ τὴν ἕω, σπουδῇ συνελθεῖν:

αὐτὸς δὲ πεζος ἐποιεῖτο τὴν πορείαν. Καὶ οὐκ εἰς μακρὰν δὲ πρῶτος Ἐπιφάνιος ἐκπλεύσας τῆς Κύπρου, κατῇρεν εἰς τὸ πρὸ τῆς Κωνσταντινουπόλεως καλούμενον Ἕβδομον. Εὐξάμενος δὲ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἧκεν εἰς τὴν πόλιν. Ὁ δὲ Ἰωάννης εἰσιόντα αὐτὸν τῇ ὑπαντήσει τοῦ παντὸς κλήρου ἐτίμησεν.

829

Ἐπιφάνιος δὲ δῆλος ἦν εἴξας ταῖς κατ̓ αὐτοῦ διαβολαῖς: προτραπεὶς γὰρ ἐν οἰκήμασιν ἐκκλησιαστικοῖς καταμένειν, οὐκ ἠνέσχετο. Καὶ Ἰωάννῃ μὲν εἰς ταυτὸν συνελθεῖν ἀπέφυγεν: ἰδίᾳ δὲ συγκαλῶν τοὺς ἐνδημοῦντας ἐν Κωνσταντινουπόλει ἐπισκόπους, ἐπεδείκνυ τὰ ψηφισθέντα κατὰ τῶν Ὠριγένους λόγων.