Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

τοῦτο ποιεῖν. Ἔγραψε δὲ Θεοφίλῳ, κοινωνίαν αὐτοῖς ἀποδοῦναι ὡς ὀρθῶς περὶ Θεοῦ δοξάζουσιν: εἰ δὲ δίκῃ δεοι κρίνεσθαι τὰ κατ̓ αὐτοὺς, ἀποστέλλειν ὃν αὐτῷ δοκεῖ δικασόμενον. Ὁ δὲ, οὐδὲν ἀντεδήλωσε: χρόνου δὲ πολλοῦ διαγενομένου, προϊούσῃ τῇ βασιλέως γαμετῇ προσῆλθον οἱ ἀμφὶ Ἀμμώνιον, τὰ κατ̓ αὐτῶν βεβουλευμένα Θεοφίλῳ μεμφόμενοι.

Ἡ δὲ, ἐπιβουλευθέντας αὐτοὺς ᾔσθετο, καὶ τιμῶσα ἔστη: καὶ προκύψασα τοῦ βασιλικοῦ ὀχήματος, ἐπένευσε

826
τῇ κεφαλῇ: καὶ, Εὐλογεῖτε, ἔφη, καὶ εὔχεσθε ὑπὲρ βασιλέως καὶ ἐμοῦ, καὶ τῶν ἡμετέρων παίδων, καὶ τῆς ἀρχῆς: ἐμοὶ δὲ ἐν τάχει μελήσει συνόδου, καὶ τῆς Θεοφίλου ἀφίξεως.

Καὶ ἡ μὲν τάδε ἐσπούδαζε. Ψευδοῦς δὲ φήμης ἐν Ἀλεξανδρείᾳ κρατούσης, ὡς ἐκοινώνησεν Ἰωάννης τοῖς περὶ Διόσκορον, καὶ προθυμεῖται πάντα βοηθεῖν αὐτοῖς, διενοεῖτο Θεόφιλος, εἴπου δύναιτο, καὶ αὐτὸν Ἰωάννην τῆς ἐπισκοπῆς καθελεῖν.

Περὶ τῆς μοχθηρίας Θεοφίλου: καὶ περὶ τοῦ ἁγίου Ἐπιφανίου, ὡς ἐπεδήμησε τῇ Κωνσταντίνου, καὶ στασιάσαι τὸ πλῆθος κατὰ Ἰωάννου παρεσκεύασε.

Ταῦτά τε κατὰ νοῦν κρύπτων, καὶ συσκευάζων, ἔγραφε κατὰ πόλεις τοῖς ἐπισκόποις, τὰ Ὠριγένους βιβλία κατηγορῶν. Λογισάμενος δὲ μέγιστον αὐτῷ συνοίσειν εἰ κοινωνὸν προσλάβοιτο τῶν σπουδαζομένων, Ἐπιφάνιον τὸν Σαλαμῖνος τῆς ἐν Κύπρῳ

827
ἐπίσκοπον, ἄνδρα τῶν κατ̓ αὐτὸν αἰδοῖ βίου ἐπισημότατον,

φίλον ἐποιεῖτο, πρότερον αὐτῷ μεμφόμενος, ὡς ἀνθρωπόμορφον τὸν Θεὸν δοξάζοντι. Ὡς ἐκ μετανοίας δὲ τὴν ὀρθὴν δόξαν ἐπιγνοὺς, ὁμοφρονεῖν αὐτῷ ἔγραφε, καὶ κατὰ τῶν Ὠριγένους βιβλίων ὡς παραιτίου δογμάτων τοιούτων, ἐκίνει διαβολάς. Ἐπιφάνιος δὲ πάλαι ἀποστρεφόμενος τὰ Ὠριγένους συγγράμματα, ῥᾳδίως προσέθετο τῇ Θεοφίλου ἐπιστολῇ.

Καὶ συνελθὼν ἅμα τοῖς ἐν Κύπρῳ ἐπισκόποις, ἀπηγόρευσε τὴν διάγνωσιν τῶν Ὠριγένους λόγων. Καὶ τὰ δεδογμένα αὐτοῖς γράψας ἄλλοις τε καὶ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, προετρέπετο συνόδους ποιεῖν, καὶ ταῦτα ψηφίζεσθαι.

Συνιδὼν δὲ Θεόφιλος ὡς οὐδείς ἐστι κίνδυνος Ἐπιφανίῳ ἕπεσθαι, πολλοὺς ἐπαινέτας ἔχοντι, καὶ διὰ τὴν ἀρετὴν τοῦ

828
βίου ὅπερ ἃν φρονῇ θαυμάζοντας, παραπλήσια αὐτῷ ἐψηφίσατο σὺν τοῖς ὑπ̓ αὐτὸν ἐπισκόποις. Ὁ δὲ Ἰωάννης, τὴν μὲν ἐπὶ τούτοις σπουδὴν οὐκ ἀξίαν ἡγεῖτο λόγου, καὶ τὰ Ἐπιφανίου καὶ Θεοφίλου γράμματα ἐν δευτέρῳ ἐποιεῖτο.