Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὥς φασι, Σαραπίωνος αὐτὸν ἐπὶ τούτοις παρακινοῦντος. Ἐπεὶ δὲ ἐκ τῆς Ἀσίας ἐπανῆλθεν, ἔτυχέ που παριὼν Σευηριανός: ἰδὼν δὲ αὐτὸν Σαραπίων οὐκ ἐξανέστη, ἐπίτηδες τοῖς παριοῦσιν ἐνδεικνύμενος, ὡς ὑπερφρονεῖ τὸν ἄνδρα. Ὁ δὲ πρὸς τοῦτο χαλεπῄνας ἀνεβόησεν:

Ἑ??ʼ Σαραπίων ἀποθάνοι κληρικὸς, Χριστὸς οὐκ ἐνηνθρώπησεν. Ἐπὶ τούτοις

817
δὲ κατηγορηθεὶς παρὰ Σαραπίωνος, ἐξηλάθη τῆς πόλεως παρὰ Ἰωάννου, ὡς ὑβριστὴς καὶ βλάσφημος εἰς Θεόν. Οἱ μὲν γὰρ ἐπὶ μαρτυρίᾳ τούτων παραχθέντες ἦσαν: οἱ δὲ, τῶν Σαραπίωνος ἐπιτηδείων, ἀποκρυψάμενοι τὰ εἰρημένα πάντα, τουτὶ μόνον εἰρηκέναι ἐμαρτύρησαν, ὡς ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησεν. Ἰωάννης δὲ καὶ τάδε, καὶ τ̓ ἄλλα ἐπῃτιᾶτο. Οὐδὲ γὰρ εἰ Σαραπίων, ἔφη, κληρικὸς μὴ ἀποθάνοι,

παρὰ τοῦτο Χριστὸς οὐκ ἐνηνθρώπησεν. Ἡ δὲ βασιλέως γαμετὴ ἅμα τε ταῦτα ἐγεγόνει, διὰ τῶν Σευηριανοῦ σπουδαστῶν ἔγνω: καὶ εὐθὺς αὐτὸν ἐκ Χαλκηδόνος μετεκαλέσατο. Ἰωάννης δὲ καίπερ πολλῶν ἀντιβολούντων, παρῃτεῖτο τὴν πρὸς αὐτὸν ὁμιλίαν: εἰσότε δὴ ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τοῖς αὐτοῦ γόνασιν ἡ βασιλὶς ἐπιθεῖσα Θεοδόσιον τὸν υἱὸν, λιπαροῦσά τε καὶ πολλάκις ὁρκοῦσα, μόλις αὐτὸν εἰς φιλίαν τῷ Σευηριανῷ συνῆψε. Καὶ τὰ μὲν ὧδε ἔγνων.

818

Περὶ τῆς κατ̓ Αἴγυπτον ζητήσεως, εἰ ἀνθρωπόμορφον τὸ θεῖον: καὶ περὶ Θεοφίλου τοῦ Ἀλεξανδρείας καὶ τῶν Ὠριγένους βίβλων.

Ἐν τούτῳ δὲ, οὐ πολλῷ πρότερον ἀρξαμένη ζήτησις κατὰ τὴν Αἴγυπτον κεκίνητο, εἰ τὸν Θεὸν ἀνθρωπόμορφον δοξάζειν δεῖ. Ταύτης δὲ τῆς γνώμης οἱ πλείους τῶν τῇδε μοναχῶν ἦσαν, ὑπὸ ἁπλότητος ἀβασανίστως τοὺς ἱεροὺς ἐκλαμβάνοντες λόγους, καὶ ὀφθαλμοὺς Θεοῦ καὶ πρόσωπον καὶ χεῖρας, καὶ ὅσα τοιαῦτα προσεθισθέντες ἀκούειν.

Οἱ δὲ τὴν ἐν τοῖς ὀνόμασι κεκρυμμένην διάνοιαν σκοποῦντες, ἐναντίως εἶχον: καὶ τοὺς τάδε λέγοντας, ἄντικρυς βλασφημεῖν εἰς τὸ θεῖον ἔλεγον. Καὶ Θεόφιλος δὲ ταύτης ἔχεσθαι τῆς δόξης ἐν ἐκκλησίᾳ παρεκελεύσατο, καὶ ἐν ἐπιστολῇ ἣν ἐξ ἔθους περὶ τῆς Πασχαλίας ἑορτῆς ἔγραφε, καὶ ἀσώματον χρῆναι νοεῖν τὸν Θεὸν εἰσηγεῖτο,

καὶ ἀνθρώπου σχήματος ἀλλότριον. Ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο τοῖς Αἰγυπτίων μοναχοῖς, ἧκον

819
εἰς Ἀλεξάνδρειαν: καὶ εἰς ἓν ἀθροισθέντες ἐστασίαζον, καὶ ὡς ἀσεβοῦντα τὸν Θεόφιλον ἀνελεῖν ἐβουλεύοντο. Ὁ δὲ παραυτίκα φανεὶς ἔτι στασιάζουσιν, Οὕτως ὑμᾶς, ἔφη, εἶδον ὡς Θεοῦ πρόσωπον. Τὸ δὲ ῥηθὲν ἱκανῶς ἐφύλαξε τοὺς ἄνδρας.

Καὶ τῆς ὀργῆς καθυφέντες, Οὐκοῦν, φασὶν, εἰ τάδε ἀληθῶς δοξάζεις, καὶ τὰς Ὠριγένους ἀποκήρυξον βίβλους, ὡς τῶν ἀσκουμένων ταύτας οὕτω φρονεῖν εἰσηγουμένων. Ἀλλ̓ ἐμοὶ, ἔφη, τοῦτο πάλαι δεδογμένον ἦν, καὶ ποιήσω ὡς ὑμῖν δοκεῖ:

μέμφομαι γὰρ οὐχ ἧττον κἀγὼ τοῖς τὰ Ὠριγένους δοξάζουσι. Καὶ ὁ μὲν, οὕτω βουκολήσας τοὺς ἀδελφοὺς διέλυσε τὴν στάσιν.

820

Περὶ τῶν τεσσάρων ἀδελφῶν ἀσκητῶν, τῶν μακρῶν λεγομένων, οἷς δἰ ἔχθραν ἐγένετο ὁ Θεόφιλος.

Ἴσως δ̓ ἂν καὶ ἥδε ἡ ζήτησις παντελῶς τότε διελύθη, εἰ μὴ πεπαυμένην ἤδη δἰ ἔχθραν ἰδίαν ἐκίνησε Θεόφιλος, ἐπιβουλεύων Ἀμμωνίῳ καὶ Διοσκόρῳ, Εὐσεβίῳ τε καὶ Εὐθυμίῳ, τοῖς ἐπίκλην μακροῖς: οὓς ἀδελφοὺς ὄντας, εὐδοκίμους γενέσθαι παρὰ τοῖς ἐν Σκήτει φιλοσοφοῦσιν ἐκ τῶν πρόσθεν ἔγνωμεν.

Οὗτοι γὰρ ἦσαν αὐτῷ τὰ μάλιστα τῶν ἐν Αἰγύπτῳ μοναχῶν κεχαρισμένοι, καὶ τὰ πολλὰ συνομίλους καὶ συνοίκους αὐτοὺς ἐποιεῖτο: τὸν δὲ Διόσκορον καὶ τῆς Ἑρμουπόλεως ἐπίσκοπον κατέστησεν. Εἰς μῖσος δὲ αὐτοῖς κατέστη ἐκ τῆς πρὸς Ἰσίδωρον ἔχθρας, ὃν μετὰ Νεκτάριον ἐν Κωνσταντινουπόλει χειροτονεῖν ἐσπούδαζεν.