Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τούτου δὲ τοῦ ἀνδρὸς καὶ τόδε τὸ ἔργον ἀξιομνημόνευτον περιλαβεῖν τῇ γραφῇ, ἀναγκαῖον εἶναί μοι δοκεῖ. Ἕλλην τις τῶν ἐν τέλει, τὸν Γρατιανὸν ἐλοιδόρει, καὶ τοῦ πατρὸς ἀνάξιον ἀπεκάλει: καὶ γραφὴν ἐπὶ τούτοις ὑπομείνας κατεδικάσθη θανεῖν. Ἀγομένου δὲ αὐτοῦ ἐπὶ τιμωρίᾳ, ἧκεν Ἀμβρόσιος εἰς τὰ βασίλεια,

περὶ αὐτοῦ δεησόμενος. Ὑπὸ σπουδῆς δὲ τῶν αὐτῷ ἐπιβουλευόντων ἀσχολουμένου Γρατιανοῦ περὶ θέαν κυνηγίων, οἵας εἰώθασιν οἱ βασιλεῖς ἐπιτελεῖν, τερπωλῆς ἰδίας χάριν, οὐ δημοσίας, μηδενός τε τῶν ἐπὶ ταῖς βασιλικαῖς πύλαις τεταγμένων μηνύοντος, ὡς οὐ καιροῦ ὄντος, ὑπεχώρησεν.

Ἐλθὼν δὲ ἐπὶ τὴν πύλην ᾗ τοὺς θῆρας εἰσῆγον, ἔλαθε: καὶ συνεισελθὼν τοῖς κυνηγοῖς οὐ πρότερον καθυφῆκεν, οὐδὲ Γρατιανοῦ

766
καὶ τῶν ἀμφ̓ αὐτὸν ἀντιβολούντων εἶξεν, εἰ μὴ παραυτίκα σωτήριον ψῆφον τοῦ βασίλέως ἐξέσπασεν, τὸν ἐπὶ θανάτῳ ἀγόμενον ἐλευθεροῦσαν.

Οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν φυλακὴν τῶν νόμων τῆς ἐκκλησίας, καὶ τὴν ἀγωγὴν τῶν ὑπ̓ αὐτὸν κληρικῶν, σπουδαῖος ἄγαν ἐγένετο. Ἐκ πολλῶν δὲ τῶν αὐτῷ κατωρθωμένων, τάδε μοὶ εἰρήσθω, εἰς ἀπόδειξιν ἧς εἶχε διὰ Θεὸν πρὸς τοὺς κρατοῦντας παρρησίας.

Περὶ τοῦ ἁγίου Δονάτου ἐπισκόπου Εὐροίας, καὶ περὶ Θεοτίμου τοῦ Σκυθῶν ἀρχιερέως.

Κατὰ τοῦτον δὲ πολλοὶ πολλαχοῦ τῆς οἰκουμένης ἐν ἐπισκόποις διέπρεπον, ὡς Δονάτος ὁ Εὐροίας τῆς Ἠπείρου: ᾧ δὴ πολλά τε καὶ ἄλλα τεθαυματουργῆσθαι μαρτυροῦσιν οἱ ἐπιχώριοι, μέγιστα δὲ τὰ περὶ τὴν ἀναίρεσιν τοῦ δράκοντος, ὃς περὶ τὰς καλουμένας

767
Χαμαιγεφύρας παρὰ τὴν λεωφόρον ἐφώλευε, καὶ πρόβατα καὶ αἶγας καὶ βόας, ἵππους τε καὶ ἀνθρώπους ἐξήρπαζεν.

Οὐ γὰρ ξίφος ἢ δόρυ φέρων, οὔδε ἄλλο τὶ βέλος ἔχων, ἐπὶ τουτὶ τὸ θηρίον ἦλθεν. Ἀλλ̓ ὡς ᾔσθετο, καὶ τὴν κεφαλὴν ὡς ἐφορμήσων ἐξανέστησεν, ἀντιπρόσωπον αὐτῷ εἰς σταυροῦ σύμβολον τὸν ἀέρα τῷ δακτύλῳ κατεσήμανε, καὶ ἐπέπτυσε.

Τὸ δὲ, τὸν σίαλον εἰς τὸ στόμα δεξάμενον, αὐτίκα κατέπεσε: καὶ νεκρὸν κείμενον, οὐ μεῖον τῶν παῤ Ἰνδοῖς ἱστορουμένων ἑρπετῶν διεφάνη τὸ μέγεθος: ἀμέλειτοι, ὡς ἐπυθόμην, ὑπὸ ζεύγεσιν ὀκτὼ εἰς τὸ πλησίον πεδίον ἐξελκύσαντες αὐτὸ οἱ ἐπιχώριοι, κατέκαυσαν, ὅπως μὴ διασαπεὶς τὸν ἀέρα λυμανεῖται,

καὶ λοιμώδη νόσον ποιήσῃ. Δονάτῳ δὲ τούτῳ τάφος ἐστὶν ἐπίσημος εὐκτήριος οἶκος ἀπ̓ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων: περὶ τοῦτον δὲ πηγὴ ὑδάτων πολλῶν, ἣν οὐ πρότερον οὖσαν εὐξαμένου αὐτοῦ τὸ θεῖον ἀνέδωκεν: ἦν μὲν γὰρ οὗτος ὁ χῶρος παντελῶς

768

ἄνυδρος. Ἐξ ὁδοιπορίας δέ ποτε ἐνθάδε παραγενόμενος, λέγεται, τῶν ἀμφ̓ αὐτὸν ἀπορίᾳ ὕδατος ταλαιπωρουμένων, τῇ χειρὶ τὴν γῆν λαχήνας εὔξασθαι: ἅμα δὲ τῇ εὐχῇ ἄφθονον ἀναβλύσαι ὕδωρ, καὶ ἐξ ἐκείνου μὴ διαλιπεῖν. Ἀλλὰ τῶνδε μὲν μάρτυρες, οἱ τὴν Ἰσωρίαν οἰκοῦντες κώμην Εὐροίας, καθ̓ ἣν τάδε συνέβη.