Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Προσέτι δὲ καὶ Σαμαρεῖται, οἳ τοῦ Μωσέως νόμου τὰ μάλιστα ζηλωταὶ τυγχάνουσι, πρὶν τὸν νέον τελεσφορεῖσθαι καρπὸν, οὐκ ἀνέχονται ταύτην ἐπιτελεῖν τὴν ἑορτήν: νέων γὰρ, φασὶν, αὐτὴν ἑορτὴν ὁ νόμος καλεῖ: μή ποτε τούτων φανέντων, ἑορτάζειν οὐ θέμις:

ὡς ἐξ ἀνάγκης φθάνειν τὴν ἐν τῷ ἦρι ἰσημερίαν. Τοὺς μὲν Ἰουδαίους περὶ τοῦτο μιμουμένους, θαυμαστὸν ὅτι μὴ τὴν παῤ αὐτοῖς ἀρχαιότητα μᾶλλον ἐπῄνεσαν. Ὡς ἔοικε δὲ, πλὴν τούτων

739
καὶ τῶν ἐπὶ τῆς Ἀσίας καλουμένων τεσσαρεσκαιδεκατιτῶν, ὁμοίως Ῥωμαίοις καὶ Αἰγυπτίοις καὶ οἱ ἀπὸ τῶν ἄλλων αἱρέσεων ταύτην τὴν ἑορτὴν ἄγουσιν: ἀλλ̓ οἱ μὲν, ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκαταίᾳ σὺν τοῖς Ἰουδαίοις ἑορτάζουσιν: ὅθεν ὧδε ὀνομάζονται.

Οἱ δὲ Ναυατιανοὶ, τὴν ἀναστάσιμον ἡμέραν ἐπιτελοῦσιν: Ἰουδαίοις δὲ καὶ οὗτοι ἕπονται, καὶ εἰς ταυτὸ τοῖς τεσσαρεσκαιδεκατίταις καταστρέφουσι: πλὴν εἰ μὴ τύχοι τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἡ πρώτη τοῦ σαββάτου ἡμέρα συμπεσοῦσα, κατόπιν γίνονται τῶν Ἰουδαίων, ὅσαις ἂν ἡμέραις συμβαίη τὴν ἐρχομένην Κυριακὴν ὑστερίζειν τῆς τεσσαρεσκαιδεκαταίας τῆς σελήνης.

Μοντανισταὶ δὲ, οὓς Πεπουζίτας καὶ Φρύγας ὀνομάζουσι, ξένην τινὰ μέθοδον εἰσαγαγόντες, κατὰ ταύτην τὸ Πάσχα ἄγουσι. Τοῖς μὲν γὰρ ἐπὶ τούτῳ τὸν τῆς σελήνης δρόμον πολυπραγμονοῦσι καταμέμφονται: φασὶ δὲ χρῆναι μόνοις τοῖς

740
ἡλιακοῖς ἕπεσθαι κύκλοις τοὺς ὀρθῶς ταῦτα κανονίζοντας: καὶ μῆνα μὲν ἕκαστον εἶναι ἡμερῶν τριάκοντα ὁρίζουσιν: ἄρχεσθαι δὲ τὴν πρώτην ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας, ἣ ῥηθείη ἂν κατὰ Ῥωμαίους πρὸ ἐννέα καλανδῶν Ἀπριλλίων: ἐπειδὴ, φασὶν, οἱ δύο φωστῆρες τότε ἐγένοντο, οἷς οἱ χρόνοι καὶ οἱ ἐνιαυτοὶ δηλοῦνται.

Καὶ τοῦτο δείκνυται τὸ τὴν σελήνην διὰ ὀκταετηρίδος τῷ ἡλίῳ συνιέναι, καὶ ἀμφοῖν κατὰ ταυτὸν νουμηνίαν συμβαίνειν: καθότι ἡ ὀκταετηρὶς τοῦ σεληνιακοῦ δρόμου πληροῦται ἐννέα καὶ ἐνενήκοντα μησὶν, ἡμέραις δὲ δισχιλίαις ἐννακοσίαις εἴκοσι δύο: ἐν αἷς ὁ ἥλιος τοὺς ὀκτὼ δρόμους ἀνύει, λογιζομένων ἑκάστῳ ἔτει τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν, καὶ προσέτι τετάρτου ἡμέρας μιᾶς.

Ἀπὸ γὰρ τῆς πρὸ ἐννέα καλανδῶν Ἀπριλλίων, ὡς ἀρχῆς οὔσης κτίσεως

741
ἡλίου καὶ πρώτου μηνὸς, ἀναλογίζονται τὴν εἰρημένην ταῖς ἱεραῖς γραφαῖς τεσσαρεσκαιδεκαταίαν: καὶ ταύτην εἶναι λέγουσι τὴν πρὸ ὀκτὼ εἰδῶν Ἀπριλλίων: καθ̓ ἣν ἀεὶ τὸ Πάσχα ἄγουσιν, εἰ συμβαίη καὶ τὴν ἀναστάσιμον αὐτῇ συνδραμεῖν ἡμέραν, ἐπὶ τῇ ἐχομένῃ κυριακῇ ἑορτάζουσι. Γέγραπται γάρ, φησιν, ἀπὸ τεσσαρεσκαιδεκάτης μέχρι εἰκοστῆς πρώτης.

Κατάλογος τοῦ συγγραφέως εἰδήσεως ἄξιος, τῶν παρὰ διαφόροις ἔθνεσι καὶ ἐκκλησίαις ἐθῶν.

Αἵδε μὲν περὶ ταύτης τῆς ἑορτῆς αἱ διαφοραί. Σοφώτατα δέ πως οἶμαι καταλῦσαι τὴν συμβᾶσαν πάλαι περὶ ταύτης φιλονεικίαν, τοὺς ἀμφὶ Βίκτωρα τὸν τότε τῆς Ῥώμης ἐπίσκοπον καὶ Πολύκαρπον τὸν Σμυρναῖον. Ἐπεὶ γὰρ οἱ πρὸς δύσιν ἱερεῖς οὐκ ᾤοντο δεῖν Παύλου καὶ Πέτρου τὴν παράδοσιν ἀτιμάζειν: οἱ δὲ ἐκ τῆς Ἀσίας Ἰωάννῃ τῷ εὐαγγελιστῇ ἀκολουθεῖν ἰσχυρίζοντο: τοῦτο κοινῇ δόξαν, ἕκαστοι ὡς

742
εἰώθεσαν ἑορτάζοντες τῆς πρὸς σφᾶς κοινωνίας οὐκ ἐχωρίσθησαν. Εὔηθες γὰρ καὶ μάλα δικαίως ὑπέλαβον, ἐθῶν ἕνεκεν ἀλλήλων χωρίζεσθαι, περὶ τὰ καίρια τῆς θρησκείας συμφωνοῦντες.

Οὐ γὰρ δὴ τὰς αὐτὰς παραδόσεις περὶ πάντα ὁμοίας, κἂν ὁμόδοξοί εἶεν, ἐν πάσαις ταῖς ἐκκλησίαις εὑρεῖν ἐστίν. Ἀμέλει Σκύθαι πολλαὶ πόλεις ὄντες, ἕνα πάντες ἐπίσκοπον ἔχουσιν: ἐν ἄλλοις δὲ ἔθνεσιν ἐστὶν ὅπη καὶ ἐν κώμαις ἐπίσκοποι ἱεροῦνται, ὡς παρὰ Ἀραβίοις καὶ Κυπρίοις ἔγνων, καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς, καὶ Μοντανισταῖς.

Διάκονοι δὲ παρὰ Ῥωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ, καθ̓ ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ πρῶτος μαρτυρήσας: παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός.

Πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν Ῥώμῃ τὸ Ἀλληλούϊα ψάλλουσι, κατὰ τὴν πρώτην ἡμέραν τῆς Πασχαλίου ἑορτῆς, ὡς πολλοῖς Ῥωμαίων ὅρκον εἶναι, τοῦτον τὸν ὕμνον ἀ ξιωθῆναι ἀκοῦσαί τε καὶ ψάλαι.

Οὔτε δὲ ὁ ἐπίσκοπος, οὔτε ἄλλος τις

743
ἐπ̓ ἐκκλησίας ἐνθάδε διδάσκει. Παρὰ δὲ Ἀλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος. Φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι, ἢ ἀφ̓ οὗ Ἄρειος πρεσβύτερος ὢν, περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε.