Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐχ ἥκιστα δὲ ἐχαλέπαινεν ὁ Ῥωμαίων ἐπίσκοπος, καὶ πάντες οἱ πρὸς ἑσπέραν ἱερεῖς. Καὶ Παυλίνῳ μὲν ὡς ἐπισκόπῳ Ἀντιοχείας τὰς συνήθεις ἔγραφον ἐπιστολὰς, ἃς συνοδικὰς καλοῦσι: πρὸς δὲ Φλαβιανὸν

706
σιωπὴν ἦγον: καὶ τοὺς ἀμφὶ Διόδωρον τὸν Ταρσοῦ, καὶ Ἀκάκιον τὸν Βεροίας, τοὺς αὐτὸν χειροτονήσαντας,

ἐν αἰτίᾳ ἐποιοῦντο, καὶ ἀκοινωνήτους εἶχον. Ὥστε δὲ τὰ περὶ τούτων διαγνῶναι, ἔγραψαν αὐτοί τε καὶ Γρατιανὸς ὁ βασιλεὺς, συγκαλοῦντες εἰς τὴν δύσιν τοὺς ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους.

Ὅτι ἐβουλεύσατο Θεοδόσιος πάσας τὰς αἱρέσεις ἑνῶσαι: καὶ περὶ Ἀγελίου καὶ Σισινίου, τῶν Ναυατιανῶν, τί εἰσηγήσαντο: καὶ ὡς συνόδου πάλιν γενομένης, μόνους τοὺς τὸ ὁμοούσιον δοξάζοντας ὁ βασιλεὺς ἀπεδέξατο: τοὺς δὲ ἄλλως φρονοῦντας, τῶν ἐκκλησιῶν ἀπήλασε.

Κατὰ δὲ τοῦτον τὸν χρόνον, τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας καταλαμβανόντων τοὺς εὐκτηρίους οἴκους, πλεῖσται πολλαχῆ τῆς ὑπηκόου ταραχαὶ συνέβησαν, τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως ἀνθισταμένων. Θεοδόσιος δὲ ὁ βασιλεὺς, ὀλίγον τῆς προτέρας συνόδου διαλιπὼν χρόνον, αὖθις τοὺς προεστῶτας τῶν ἀκμαζουσῶν τότε αἱρέσεων συνεκάλεσεν,

ἢ πεισθησομένους, ἢ πείσοντας περὶ ὧν διεφέροντο. Ὑπέλαβε γὰρ

707
πάντας ὁμοδόξους ποιῆσαι, εἰ κοινὴν αὐτοῖς διάλεξιν προθείη περὶ τῶν ἀμφιβόλων τοῦ δόγματος. Ἐπεὶ δὲ συνῆλθον: ἔτος δὲ τοῦτο ἦν, ἐν ᾧ Μεροβαύδης τὸ δεύτερον καὶ Σατορνῖνος ὑπάτευον, ἡνίκα δὴ συμβασιλεύειν αὐτῷ τὸν υἱὸν Ἀρκάδιον ἀνηγόρευσε: μετακαλεσάμενος Νεκτάριον, ἐκοινώσατο περὶ τῆς ἐσομένης συνόδου, καὶ τὰ ποιοῦντα τὰς αἱρέσεις ζητήματα εἰς διάλεξιν ἄγειν ἐκέλευσεν: ὅπως μία τῶν εἰς Χριστὸν πιστευόντων ἐκκλησία γένοιτο,

καὶ δόγμα καθ̓ ὃ θρησκεύειν δεῖ, σύμφωνον. Καθ̓ ἑαυτὸν δὲ Νεκτάριος ἐν φροντίσι γενόμενος, ὡς ὁμόφρονι περὶ τὴν πίστιν, δήλην ἐποίησε τὴν βασιλέως γνώμην Ἀγελίῳ, τῷ προϊσταμένῳ τῆς Ναυατιανῶν ἐκκλησίας.

Ὁ δὲ, τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων, κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβὴς, προεβάλετο ἀντ̓ αὐτοῦ τὸ πρακτέον ἰδεῖν, διαλεχθῆναί τε εἰ δεήσειεν, ἄνδρα τῶν ὑπ̓ αὐτὸν ἀναγνωστῶν τότε,

708
Σισίνιον ὀνόματι, ὃς καὶ ὕστερον ἐπετράπη τὴν αὐτὴν ἐπισκοπήν: ἱκανὸν νοῆσαί τε καὶ φράσαι, καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν βίβλων ἀκριβῶς ἐπιστάμενον: καὶ πολυμαθῆ τῶν ἱστορημένων ὑπὸ τῶν παῤ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ φιλοσοφησάντων.

Ὃς δὴ καὶ τότε δόξας ἄριστα λέγειν, συνεβούλευσεν ἀποφυγεῖν τὰς πρὸς τοὺς ἑτεροδόξους διαλέξεις, ὡς ἔριδος καὶ μάχης αἰτίους: πυνθάνεσθαι δὲ αὐτῶν, εἰ προσίενται τοὺς πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας καθηγητὰς καὶ διδασκάλους τῶν ἱερῶν λόγων γενομένους: