Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησε. Καὶ οἱ προσοικοῦντες αὐτοῖς ὡς ἄγαν δεισιδαίμονες ὄντες, ὡς εἰκὸς διέφθειραν τὴν Ἰσμαὴλ πατρῴαν ἀγωγὴν, καθ̓ ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι Ἑβραῖοι πρὸ τῆς τοῦ Μωσέως νομοθεσίας, ἀγράφοις ἔθεσι κεχρημένοι. Ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς ὁμόροις ἔσεβον, καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες, ἐν τῇ πρὸς τοὺς πέλας ὁμοιότητι τῆς θρησκείας, τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως τῶν πατρίων νόμων.

Οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε: τὰ δὲ πρεσβεύεσθαι παῤ αὐτοῖς ἐποίησε. Μετὰ δὲ ταῦτά τινες αὐτῶν συγγενόμενοι Ἰουδαίοις, ἔμαθον ἀφ̓ ὧν ἐγένοντο: καὶ ἐπὶ τὸ συγγενὲς ἐπανῆλθον, καὶ τοῖς Ἑβραίοις ἔθεσι καὶ νόμοις προσέθεντο. Ἐξ ἐκείνου τε πολλοὶ παῤ αὐτοῖς εἰσέτι καὶ νῦν Ἰουδαϊκῶς ζῶσιν.

Οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας, καὶ χριστιανίζειν ἤρξαντο. Μετέσχον δὲ τῆς ἐν Χριστῷ πίστεως, ταῖς συνουσίαις

673
τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις ἐφιλοσόφουν, εὖ βιοῦντες καὶ θαυματουργοῦντες. Λέγεται δὲ τότε καὶ φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν,

Ζοκόμου τοῦ ταύτης φυλάρχου ἐξ αἰτίας τοιάσδε βαπτισθέντος. Ἄπαις ὢν, κατὰ κλέος ἀνδρὸς μοναχοῦ ἦλθεν αὐτῷ συντευξόμενος, καὶ τὴν συμφορὰν ἀπωδύρετο: περὶ πολλοῦ γάρ ἐστι παιδοποιΐα Σαρακηνοῖς, οἶμαι δὲ καὶ πᾶσι βαρβάροις: ὁ δὲ, θαρρεῖν παρακελευσάμενος, ηὔξατο, καὶ ἀπέπεμψεν, ἕξειν αὐτὸν υἱὸν ὑποσχόμενος, εἰ πιστεύσειεν εἰς Χριστόν. Ἐπεὶ δὲ Θεὸς ἔργῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσε, καὶ ἐτέχθη αὐτῷ παῖς, αὐτός τε Ζόκομος ἐμυήθη,

καὶ τοὺς ὑπ̓ αὐτὸν ἐπὶ τοῦτο ἤγαγεν. Ἐξ ἐκείνου τε ταύτην τὴν φυλὴν γενέσθαι φασὶν εὐδαίμονα καὶ πολυάνθρωπον, Πέρσαις τε καὶ τοῖς ἄλλοις Σαρακηνοῖς φοβεράν. Ὃν μὲν δὴ τρόπον Σαρακηνοὶ τὴν ἀρχὴν εἰς Χριστιανισμὸν μετέβαλον,

674
καὶ οἷα περὶ τοῦ πρώτου παῤ αὐτοῖς ἐπισκοπήσαντος παρειλήφαμεν, ὧδε ἔχει.

Ὅτι ἐπανελθὼν Πέτρος ἐκ Ῥώμης, τὰς τῆς Αἰγύπτου ἐκκλησίας κατέσχε, Λουκίου ἀναχωρήσαντος: καὶ περὶ τῆς κατὰ Σκυθῶν ἐκστρατείας εἰς δύσιν Οὐάλεντος.

Οἱ δὲ κατὰ πόλιν τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ζηλοῦντες πάλιν ἀνεθάρρουν, καὶ μάλιστα οἱ κατ̓ Αἴγυπτον Ἀλεξανδρεῖς. Ἐπανελθόντι δὲ τότε Πέτρῳ ἀπὸ τῆς Ῥώμης, μετὰ γραμμάτων Δαμάσου τά τε ἐν Νικαίᾳ δόξαντα καὶ τὴν αὐτοῦ χειροτονίαν κυρούντων, παρέδωκαν τὰς ἐκκλησίας. Ὁ δὲ Λούκιος ἐξελαθεὶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπέπλευσεν.

Οὐάλης δὲ ὁ βασιλεὺς, ὡς εἰκὸς, ἐν φροντίσι γενόμενος, ἐπεξιέναι τούτοις σχολὴν οὐκ ἦγεν: ἅμα γὰρ ἧκεν εἰς τὴν Κωνσταντινούπολιν, ἐν ὑπονοίᾳ πολλῇ καὶ μίσει ἐγένετο παρὰ τῷ δήμῳ. Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην δῃώσαντες, καὶ μέχρι τῶν προαστείων ἤδη προελθόντες, καὶ αὐτοῖς τείχεσι μηδενὸς κωλύοντος προσβάλλειν

675