Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἰ γὰρ κατὰ τὸ νενομισμένον ἐξ ἀρχῆς βαπτισθέντες, πρότερον αὐτοὶ ἑαυτοὺς ἀναβαπτίζειν οὐκ ἠδύναντο, ἢ τὸ μὴ συμβὰν ἐπὶ αὐτῶν τὴν ἀρχὴν εἰσηγοῦντο. Καὶ ὃ

614
μήτε αὐτοὶ ἦσαν μήτε δἰ ἄλλων ἐγένοντο, τοῦτο ἑτέρους ἐποίουν: καὶ ἐξ ἀνυποστάτου τινὸς ἀρχῆς καὶ ἰδίας καταλήψεως τοῦτο τὸ δόγμα συστησάμενοι, ἃ μὴ αὐτοὶ παρειλήφασιν, ἄλλοις παραδεδώκασιν.

Ὅπερ εὔηθες ἐστί. Συνωμολόγηται γὰρ καὶ παῤ αὐτῶν, τοὺς ἀμυήτους μὴ δύνασθαι ἄλλους βαπτίζειν: ὁ δὲ τῷ τρόπῳ τῆς αὐτῶν παραδόσεως μὴ βαπτισθεὶς, ἀβάπτιστος αὐτοῖς εἶναι δοκεῖ, ὡς μὴ δεόντως μυηθείς: καὶ μαρτυροῦσιν αὐτοὶ, οὓς ἂν δύνωνται πείθειν τὰ αὐτῶν φρονεῖν, ἀναβαπτίζοντες, εἰ καὶ ἔφθασαν μυηθῆναι κατὰ τὴν παράδοσιν τῆς καθόλου ἐκκλησίας.

Ἐθορύβει μὲν οὖν οὐ μετρίως καὶ ταῦτα τὴν θρησκείαν: καὶ τοῖς θέλουσι χριστιανίζειν, ἐμπόδιον ἐγένετο τὸ διάφορον τῶν ἐπιγενομένων δογμάτων. Ἑκάστοτε γὰρ καρτεραὶ διαλέξεις ἐγίνοντο, καὶ ὡς ἐν ἀρχομέναις αἱρέσεσιν ἤκμαζον, οὐ τοὺς τυχόντας σπουδῇ καὶ λόγων δυνάμει καθηγητὰς ἔχουσαι: ὡς δὲ συμβάλλειν ἐστὶ, μικροῦ τῆς καθόλου ἐκκλησίας εἰς τὴν αὐτῶν δόξαν τοὺς πλείους παρέσυραν,

615
εἰ μὴ τοὺς ἀμφὶ Βασίλειον καὶ Γρηγόριον τοὺς Καππαδόκας,

ἀντιπάλους εὗρον. Καὶ ἡ Θεοδοσίου βασιλεία οὐκ εἰς μακρὰν ἐπιγενομένη, τὴν ἐπιχείρησιν ἔστησε, καὶ αὐτοὺς τοὺς ἀρχηγοὺς τῶν αἱρέσεων ἐκ τοῦ συχνοτέρου τῆς ἀρχομένης εἰς ἐρημοτέρους τόπους ἐχώρισεν.

Ὥστε δὲ μὴ παντελῶς ἡμᾶς ἀγνοεῖν τὸ δόγμα τῆς ἑκατέρου αἱρέσεως, ἰστέον ὡς τῆς κατ̓ Εὐνόμιον δόξης πρῶτος Ἀέτιος ὁ Σύρος εὑρετὴς ἐγένετο, ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν, κτιστόν τε καὶ ἐξ οὐκ ὄντων γεγονέναι, μετὰ Ἄρειον ἀποφῃνάμενος.

Καὶ οἱ τάδε φρονοῦντες, Ἀετιανοὶ τὸ πρὶν ὠνομάζοντο. Ἐπεὶ δὲ, ὡς ἐν τῇ Κωνσταντίου βασιλείᾳ εἴρηται, τῶν μὲν, ὁμοούσιον: τῶν δὲ, ὁμοιούσιον τῷ Πατρὶ τὸν Υἱὸν δοξαζόντων, ὅμοιον τότε ἔδοξε λέγειν τοῖς τότε κρατοῦσι κατὰ τὴν ἐν Ἀριμίνῳ σύνοδον, Ἀέτιος μὲν κατεδικάσθη φεύγειν, ὡς εἰς Θεὸν βλασφημῶν: ἡ δὲ ὑπ̓ αὐτοῦ συστᾶσα αἵρεσις, τρόπον

616
τινὰ τὸν ἐν μέσῳ διελύθη χρόνον: οὔτε ἄλλου τοῦ τῶν ἐν λόγῳ, οὔτε Εὐνομίου εἰς τὸ φανερὸν ἐπὶ ταύτῃ παρρησιάζεσθαι τολμῶντος.

Ὡς δὲ τὴν Κυζικηνῶν ἐκκλησίαν ἀντὶ Ἐλευσίου παρείληφεν, οὐκέτι παντελῶς ἠρεμεῖν ἠνείχετο: καὶ ἐν πλήθει διαλεγόμενος, αὖθις τὴν Ἀετίου δόξαν εἰς μέσον ἤγαγεν. Οἷα δὲ φιλεῖ πολλάκις, ἐπιλαθόμενοι οἱ ἄνθρωποι τοῦ πρώτως ταύτην εὑρόντος τὴν αἵρεσιν, Εὐνομίῳ τοὺς ὧδε φρονοῦντας ἐπωνόμασαν, καθότι μετὰ Ἀέτιον τοῦτο τὸ δόγμα ἀνενέωσε, καὶ τολμηρότερον ἐπεξειργάσατο τοῦ τὴν ἀρχὴν παραδόντος.

Περὶ Ἀπολιναρίου, καὶ Εὐνομίου, οἷα ὁ θεόλογος Γρηγόριος ἐν τῇ πρὸς Νεκτάριον γράφει ἐπιστολῇ: καὶ ὅτι ἀπὸ τῆς φιλοσοφίας τῶν τότε βιούντων μοναχῶν τὰ τῆς αὐτῶν ἐσβέσθη αἱρέσεως: πᾶσαν γὰρ τὴν ἕω σχεδὸν ἡ αἵρεσις τῶν δύο τούτων διέλαβε.

Εὐνόμιον μὲν οὖν τὰ αὐτὰ φρονεῖν Ἀετίῳ, συνομολογεῖν δέον: καὶ γὰρ δὴ καὶ αὐτὸς Εὐνόμιος Ἀέτιον

617
διδάσκαλον αὐχεῖ, καὶ μαρτυρεῖ τοῦτο πολλάκις ἐν ἰδίοις γράμμασι παρρησιαζόμενος. Ἀπολινάριον δὲ ἐπαιτιώμενος Γρηγόριος ὁ Ναζιανζὸν ἐπισκοπήσας, ἐν ἐπιστολῇ που τάδε γράφει πρὸς Νεκτάριον τὸν ἡγησάμενον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας.