Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ σὺν τοῖς Ἰουδαίοις τὸ Πάσχα ἐπιτελεῖν. Οὐκ ἐκοινώνει δὲ ταύτῃ τῇ συνόδῳ, οὔτε Ἀγέλιος ὁ τῶν ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐπίσκοπος, οὔτε ὁ Νικαίας, ἢ ὁ Νικομηδείας, ἢ ὁ Κοτυαείου: πόλις δὲ αὕτη Φρυγίας οὐκ ἄσημος: οὓς δὴ κυρίους καὶ κολοφῶνας, ὡς εἰπεῖν, οἱ Ναυατιανοὶ νομίζουσι τῶν περὶ τὴν οἰκείαν αἵρεσιν καὶ τὰς αὐτῶν ἐκκλησίας πραττομένων.

Ἐκ ταύτης δὲ τῆς αἰτίας, ὅπως καὶ οὗτοι εἰς διαφορὰν κατέστησαν, καὶ σφᾶς αὐτοὺς διατεμόντες χωρὶς ἐκκλησίαζον, κατὰ καιρὸν ἐρῶ.

606

Περὶ τῶν Ἀπολιναρίων, τοῦ πατρὸς καὶ υἱοῦ: καὶ τοῦ πρεσβυτέρου Βιταλιανοῦ: καὶ ἐκ ποίας αἱρέσεως κινηθέντες, εἰς αἱρέσεις ἐξέκλιναν.

Ἐν τούτῳ δὲ εἰς τὸ προφανὲς προΐστατο Ἀπολινάριος τῆς ἀπ̓ αὐτοῦ ὀνομαζομένης αἱρέσεως: καὶ πολλοὺς ἀποτεμὼν τῆς ἐκκλησίας, καθ̓ ἑαυτὸν συνῆγε. Συνελάβετο δὲ αὐτῷ πρὸς τὴν τοῦ οἰκείου δόγματος σύστασιν καὶ Βιτάλιος, πρεσβύτερος Ἀντιοχεὺς τῶν ὑπὸ Μελίτιον ἱερωμένων: ἀνὴρ, εἰ καί τις ἄλλος, ἐκ τοῦ βίου καὶ τῆς πολιτείας ἐπιφανὴς, καὶ περὶ τοὺς ὑπ̓ αὐτὸν ἀγομένους σπουδαῖος, καὶ τούτου χάριν τῷ λαῷ σεβάσμιος.

Μετ̓ οὐ πολὺ γὰρ ἀποσχίσας ἑαυτὸν τῆς Μελιτίου κοινωνίας, Ἀπολιναρίῳ προσέθετο: καὶ τῶν τὰ αὐτὰ δοξαζόντων ἐπὶ τῆς Ἀντιοχέων ἡγεῖτο: αἰδοῖ τῆς αὐτοῦ πολιτείας πλῆθος οὐκ ὀλίγον πειθόμενον ἔχων, οἳ καὶ ἀπ̓ αὐτοῦ τὴν προσηγορίαν ἔλαχον, Βιταλιανοὶ παρὰ Ἀντιοχεῦσιν εἰς ἔτι νῦν ὀνομαζόμενοι.

Λέγεται δὲ τοῦτο παθεῖν ὑπὸ λύπης, ὡς ὑπεροφθεὶς παρὰ Φλαβιανοῦ, ὃς ὕστερον

607
ἐπετράπη τὸν Ἀντιοχέων θρόνον, συμπρεσβυτέρου τότε ὄντος αὐτῷ, κωλυθεὶς συνήθως ἰδεῖν τὸν ἐπίσκοπον: παρευδοκιμεῖσθαι γὰρ νομίσας, ἀνθρώπινον ὑπέστη:

καὶ πρὸς Ἀπολινάριον ἐλθὼν, ἐκοινώνησε, καὶ φίλον αὐτὸν εἶχεν. Ἐκ τούτου δὲ καὶ ἐν ἄλλαις πόλεσι χωρὶς ἐκκλησίαζον ὑπὸ ἐπισκόποις ἰδίοις, καὶ θεσμοῖς ἐχρῶντο ἀλλοτρίοις τῆς καθολικῆς ἐκκλησίας, παρὰ τὰς νενομισμένας ἱερὰς ᾠδὰς ἔμμετρά τινα μελύδρια ψάλλοντες,

παῤ αὐτοῦ Ἀπολιναρίου εὑρημένα. Πρὸς γὰρ τῇ ἄλλῃ παιδεύσει καὶ ποιητικὸς ὢν, καὶ παντοδαπῶν μέτρων εἰδήμων, καὶ τοῖς ἐντεῦθεν ἡδύσμασι τοὺς πολλοὺς ἔπειθεν αὐτῷ προσέχειν. Ἄνδρες τε παρὰ τοὺς πότους καὶ ἐν ἔργοις, καὶ γυναῖκες παρὰ τοὺς ἱστοὺς τὰ αὐτοῦ μέλη ἔψαλλον. Σπουδῆς γὰρ καὶ ἀνέσεως, καὶ ἑορτῶν, καὶ τῶν ἄλλων, πρὸς τὸν ἑκάστου καιρὸν εἰδύλλια αὐτῷ πεπόνητο,

πάντα εἰς εὐλογίαν Θεοῦ τείνοντα. Μαθὼν οὖν ταύτην τὴν αἵρεσιν εἰς πολλοὺς ἕρπειν πρῶτος Δάμασος ὁ Ῥωμαίων ἐπίσκοπος, καὶ Πέτρος ὁ Ἀλεξανδρείας,

608
συνόδου γενομένης ἐν Ῥώμῃ, ἀλλοτρίαν τῆς

καθόλου ἐκκλησίας ἐψηφίσαντο. Λέγεται δὲ καὶ Ἀπολινάριος ὁμοίως ὑπὸ μικροψυχίας νεωτερίσαι περὶ τὸ δόγμα, ἐξ αἰτίας τοιᾶσδε. Ἡνίκα γὰρ Ἀθανάσιος ὁ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας, μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγὴν προσετάχθη ἐπανελθεῖν εἰς Αἴγυπτον, διοδεύοντι τὴν Λαοδίκειαν, συνήθης αὐτῷ ἐγένετο καὶ εἰς τὰ μάλιστα φίλος.

Ἀπωμότου δὲ οὔσης τῆς πρὸς αὐτὸν κοινωνίας τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ὧν ἦν καὶ Γεώργιος ὁ ἐνθάδε ἐπίσκοπος, ὑβριστικῶς ἐκβάλλεται τῆς ἐκκλησίας, ὡς παρὰ κανόνας καὶ τοὺς τῶν ἱερέων νόμους Ἀθανασίῳ συγγενόμενος. Ἐπῃτιᾶτο δὲ αὐτὸν διὰ ταῦτα, καὶ εὐθύνας παλαιῶν ἁμαρτημάτων μεταμελείᾳ λελυμένων,