Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὅνπερ σωτηριώδη ὅρον, καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιάναι ἠθέλησαν. Ἀλλὰ ἐν αὐτῇ τῇ ἀρχῇ, ἀπ̓ αὐτῶν τούτων οἵ τινες τοῦτο ἐν Ἀριμίνῳ

600
ἀνανεώσασθαι, ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη ὡς ὁμολογεῖν αὐτοὺς ἑτέρᾳ τινι διαλέξει ὑφηρπᾶσθαι, ὅτι οὐκ ἐνενόησαν τῇ τῶν πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι.

Οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμίνῳ συναχθέντων, ὁπότε συνέστηκε, μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Βικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων: ὁπότε μάλιστα, καθὼς προειρήκαμεν, αὐτοὶ οὗτοι οἵ τινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οὗτοι καλλίονι γνώμῃ χρησάμενοι, ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.

Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης, ταύτην μόνην τὴν πίστιν, ἣ ἐν Νικαίᾳ κατὰ τὴν αὐθεντίαν

601
τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαιότητι καθεκτέον εἶναι, καὶ μεθ̓ ἡμῶν τοὺς ἀνατολικοὺς οἵ τινες ἑαυτοὺς τῆς καθολικῆς εἶναι ἐπιγινώσκουσι, τοὺς δὲ δυτικοὺς

καυχᾶσθαι. Πιστεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοοῦντας, αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα: ὥστε τοὺς λαοὺς αὐτῶν τῆς πλάνης ἐλευθερωθέντας, ἀναπνεῦσαι. Οὐδενὶ γὰρ τρόπῳ διορθῶσαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται.

Συμφωνείτω οὖν μετὰ πάντων τῶν τοῦ Θεοῦ ἱερέων, καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς ἁγίους καὶ βεβαίους πιστεύομεν. Ὅτι δὲ οὕτως ἡμεῖς μεθ̓ ὑμῶν

602
πιστεύειν ὀφείλομεν, τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης ἐπιδείξασθαι.

Περὶ τοῦ ἁγίου Ἀμβροσίου, ὅπως εἰς ἀρχιερέα προεβλήθη, καὶ εὐσεβεῖν τοὺς λαοὺς ἀνέπεισεν: ἔτι δὲ καὶ περὶ τῶν ἐν Φρυγίᾳ Ναυατιανῶν, καὶ τοῦ Πάσχα.

Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάσαντες τοὺς παῤ αὐτοῖς νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς πίστιν: ὡς κομιδῆ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι, καὶ σχεδὸν μόνους τοὺς ἀμφὶ τὸν Αὐξέντιον.

Οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος ἐκποδὼν ἐγένετο: τελευτήσαντος δὲ αὐτοῦ, ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνων ἐκκλησίαν ἐπισκοπεῖν: καὶ ἡ πόλις ἐκινδύνευεν. Ἕκαστοι γὰρ ἀποτυχόντες, ἠπείλουν ποιεῖν

603
ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις ταραχαῖς. Δείσας δὲ τὴν τοῦ δήμου κίνησιν Ἀμβρόσιος, ὁ τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν, συνεβούλευε παύεσθαι τῆς ἔριδος,