Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ χρόνον δὲ πάλιν εἰς Καππαδοκίαν ἐλθὼν, καταλαμβάνει Βασίλειον τὰς τῇδε ἐκκλησίας ἐπιτραπέντα μετὰ τὴν Εὐσεβίου τελευτήν. Βουλευσάμενος δὲ αὐτὸν ἐξελάσαι,

οὐχ ἑκὼν ἀπέσχετο τῆς ἐπιβουλῆς. Ἅμα γὰρ τῇ ἐπιχειρήσει λέγεται τῆς ἐχομένης νυκτὸς τὴν αὐτοῦ γαμετὴν περιπεσεῖν δείμασι, καὶ Γαλάτην, τὸν υἱὸν ὃν μόνον εἶχε, ταχείᾳ νόσῳ ἀποθανεῖν. Ἐδόκει δὲ πᾶσι, τιμωρὸν γενόμενον τὸν Θεὸν τῶν κατὰ Βασιλείου βεβουλευμένων, ἐπὶ κακώσει τῶν τεκόντων,

ἀπολέσαι τὸν παῖδα. Ταῦτα δὲ καὶ Οὐάλης ὑπελάμβανεν. Ἀμέλει ἀποθανόντος μὲν τοῦ υἱέος, οὐκέτι

575
αὐτὸν ἠνώχλησεν: ἐν ᾧ δὲ περιῆν, καὶ κακῶς ἔχων ἔμελλε τελευτᾷν,

πέπομφε πρὸς αὐτὸν ἀντιβολῶν ὑπὲρ αὐτοῦ τοῦ κάμνοντος εὔξασθαι. Ἅμα γὰρ ἀφίκετο εἰς Καισάρειαν, μετακαλεσάμενος ὁ ὕπαρχος τὸν Βασίλειον, ἐκέλευσε τὰ βασιλέως φρονεῖν: ἀπειθοῦντι δὲ, ἠπειλησε θάνατον. Τὸν δὲ φάναι, πολλοῦ ἄξιον ἔσεσθαι αὐτῷ, καὶ μεγίστην δώσειν χάριν, ὡς ἐν τάχει τῶν δεσμῶν τοῦ σώματος ἀπαλλάξειεν.

Ἐπεὶ δὲ τὴν τότε ἡμέραν καὶ τὴν ἑξῆς νύκτα ἐκέλευσεν αὐτὸν ὁ ὕπαρχος βουλεύεσθαι, καὶ μὴ ἀπερισκέπτως εἰς προῦπτον ἁλέσθαι κίνδυνον, εἰς δὲ τὴν ὑστεραίαν παρεῖναι, καὶ τὴν ἑαυτοῦ γνώμην δήλην ποιεῖν, Ἐμοὶ μὲν, ἔφη, οὐ δεῖ βουλῆς: αὐτὸς γὰρ ἔσομαι καὶ τῇ ὑστεραίᾳ: κτίσμα γὰρ ὢν, οὐκ ἀνέξομαι τὸν ὅμοιον προσκυνεῖν καὶ Θεὸν ὁμολογεῖν, οὐδὲ κοινωνὸς σοί τε καὶ βασιλεῖ τῆς θρησκείας εἶναι.