Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ Ἀστακίου καλουμένου

572
κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ὑπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες. Ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη, ἄχρι Δακιβίζης, χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας, διήρκεσε πρὸς τὸν ἔκπλουν: ἅμα δὲ τῇ γῇ προσέσχε, καὶ διελύθη, σὺν αὐτοῖς ἀνδράσι καταφλεγεῖσα.

Περὶ τῆς διαφορᾶς Εὐσεβίου τοῦ Καισαρείας, καὶ Βασιλείου τοῦ μεγάλου. καὶ ὡς ἐντεῦθεν οἱ Ἀρειανοὶ θάρσος λαβόντες, τῇ Καισαρέων ἐπιφοιτῶσι, καὶ ἀποκρούονται.

Οὐάλης δὲ καταλιπὼν τὴν Νικομήδειαν, ἐπὶ τὴν Ἀντιόχειαν τὴν ὁδὸν ἐποιεῖτο. Ἐν τούτῳ δὲ, Καππαδόκαις ἐνδημήσας, ὅπερ εἰώθει ποιεῖν, ἐσπούδαζε κακοῦν τοὺς ὀρθόφρονας, καὶ τὰς ἐνθάδε ἐκκλησίας παραδιδόναι τοῖς τὰ Ἀρείου φρονοῦσι. Ῥᾳδίως τε τοῦτο κατορθώσειν ᾤετο, ἐκ τοῦ ἐκ διαφορᾶς τινὸς

573
εἰς λύπην καταστῆναι Βασίλειον Εὐσεβίῳ τῷ τότε ἐπιτροπεύοντι τὴν Καισαρέων ἐκκλησίαν: διὸ καὶ πρὸς τὸν Πόντον ὑπεχώρησε, καὶ τοῖς ἐνθάδε φιλοσοφοῦσι μοναχοῖς συνῆν.

Τὸ δὲ πλῆθος, καὶ μάλιστα οἱ κράτιστοι καὶ σοφώτεροι, ἐν ὑπονοίᾳ τὸν Εὐσέβιον εἶχον: καὶ ὡς φυγῆς αἴτιον γενόμενον ἀνδρὸς εὐδοκιμωτάτου ἐν τῷ βιοῦν καὶ λέγειν, ἀπολιπεῖν αὐτὸν ἐβουλεύοντο, καὶ καθ̓ ἑαυτοὺς ἐκκλησιάζειν.

Ἀλλ̓ ὁ μὲν, ἵνα μὴ καὶ τὸ καθ̓ ἑαυτὸν ἐπιτρίψῃ τὴν ἐκκλησίαν, οὐκ ἐνδεᾶ θορύβων διὰ τῆς ἐπαναστάσεις τῶν ἑτεροδόξων, ἐν τοῖς περὶ τὸν Πόντον φροντιστηρίοις ἡσυχίαν ἦγε. Βασιλέα δὲ καὶ τοὺς ἀμφ̓ αὐτὸν ἐπισκόπους, ἀεὶ γὰρ αὐτῷ συνῆσαν τῆς Ἀρείου αἱρέσεως, προθυμοτέρους εἰς τὴν ἐπιχείρησιν ἐποίει ἡ Βασιλείου ἀπουσία,

καὶ τὸ περὶ Εὐσέβιον τοῦ λαοῦ μῖσος. Ἀπέβη δὲ παρὰ γνώμην αὐτοῖς. Ἅμα γὰρ ἠγγέλθησαν ἐπὶ Καππαδοκίαν ἐλαύνειν, καταλιπὼν τὸν Πόντον Βασίλειος, ἐθελοντὴς εἰς Καισάρειαν ἧκε: καὶ Εὐσεβίῳ σπεισάμενος, εὔνους ἦν: τῇ δὲ ἐκκλησίᾳ

574
εἰς καιρὸν τοῖς λόγοις ἐπήμυνεν. Ὁ δὲ Οὐάλης ἀποτυχὼν τῆς σπουδῆς, ἄπρακτος ἅμα τοῖς σὺν αὐτῷ ἐπισκόποις ἀπεχώρησε τότε.

Ὡς μετὰ Εὐσέβιον Βασίλειος τὴν Καππαδοκῶν ἐπετράπη, καὶ περὶ τῆς πρὸς Οὐάλεντα παρρησίας αὐτοῦ.

Μετὰ χρόνον δὲ πάλιν εἰς Καππαδοκίαν ἐλθὼν, καταλαμβάνει Βασίλειον τὰς τῇδε ἐκκλησίας ἐπιτραπέντα μετὰ τὴν Εὐσεβίου τελευτήν. Βουλευσάμενος δὲ αὐτὸν ἐξελάσαι,

οὐχ ἑκὼν ἀπέσχετο τῆς ἐπιβουλῆς. Ἅμα γὰρ τῇ ἐπιχειρήσει λέγεται τῆς ἐχομένης νυκτὸς τὴν αὐτοῦ γαμετὴν περιπεσεῖν δείμασι, καὶ Γαλάτην, τὸν υἱὸν ὃν μόνον εἶχε, ταχείᾳ νόσῳ ἀποθανεῖν. Ἐδόκει δὲ πᾶσι, τιμωρὸν γενόμενον τὸν Θεὸν τῶν κατὰ Βασιλείου βεβουλευμένων, ἐπὶ κακώσει τῶν τεκόντων,

ἀπολέσαι τὸν παῖδα. Ταῦτα δὲ καὶ Οὐάλης ὑπελάμβανεν. Ἀμέλει ἀποθανόντος μὲν τοῦ υἱέος, οὐκέτι

575
αὐτὸν ἠνώχλησεν: ἐν ᾧ δὲ περιῆν, καὶ κακῶς ἔχων ἔμελλε τελευτᾷν,

πέπομφε πρὸς αὐτὸν ἀντιβολῶν ὑπὲρ αὐτοῦ τοῦ κάμνοντος εὔξασθαι. Ἅμα γὰρ ἀφίκετο εἰς Καισάρειαν, μετακαλεσάμενος ὁ ὕπαρχος τὸν Βασίλειον, ἐκέλευσε τὰ βασιλέως φρονεῖν: ἀπειθοῦντι δὲ, ἠπειλησε θάνατον. Τὸν δὲ φάναι, πολλοῦ ἄξιον ἔσεσθαι αὐτῷ, καὶ μεγίστην δώσειν χάριν, ὡς ἐν τάχει τῶν δεσμῶν τοῦ σώματος ἀπαλλάξειεν.

Ἐπεὶ δὲ τὴν τότε ἡμέραν καὶ τὴν ἑξῆς νύκτα ἐκέλευσεν αὐτὸν ὁ ὕπαρχος βουλεύεσθαι, καὶ μὴ ἀπερισκέπτως εἰς προῦπτον ἁλέσθαι κίνδυνον, εἰς δὲ τὴν ὑστεραίαν παρεῖναι, καὶ τὴν ἑαυτοῦ γνώμην δήλην ποιεῖν, Ἐμοὶ μὲν, ἔφη, οὐ δεῖ βουλῆς: αὐτὸς γὰρ ἔσομαι καὶ τῇ ὑστεραίᾳ: κτίσμα γὰρ ὢν, οὐκ ἀνέξομαι τὸν ὅμοιον προσκυνεῖν καὶ Θεὸν ὁμολογεῖν, οὐδὲ κοινωνὸς σοί τε καὶ βασιλεῖ τῆς θρησκείας εἶναι.

Εἰ γὰρ καὶ λίαν ἐπίσημοι τυγχάνετε, καὶ οὐκ ὀλίγης

576
ἡγεῖσθε τῆς οἰκουμένης μοίρας, οὐ παρὰ τοῦτο τοῖς ἀνθρώποις χαριστέον, ὀλιγωρῆσαι δὲ τῆς εἰς τὸ θεῖον πίστεως, ἣν οὐκ ἄν ποτε προδοίην, οὔτε δήμευσιν οὐσίας, οὔτε ὑπερορίαν φυγὴν, οὔτε θάνατον καταδικασθείς. Ἐπεὶ τούτων οὐδέν με ἀνιᾷν δυνήσεται: εἴγε οὐσίαν μὲν οὐκ ἔχω, ῥάκη τε καὶ βιβλία ὀλίγα: οἰκῶ δὲ τὴν γῆν, ὡς ἀεὶ παροδεύων: σῶμα δὲ δἰ ἀσθένειαν, μετὰ τὴν πρώτην πληγὴν, αἰσθήσεως καὶ βασάνων κρεῖττον.