Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κυρίῳ ἀδελφῷ, καὶ συλλειτουργῷ Λιβερίῳ, Εὐστάθιος, Σιλβανὸς, Θεόφιλος, ἐν Κυρίῳ χαίρειν. Διὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπισπείρειν, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες, ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ, καὶ

561
Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων:

ἧς συνόδου πρεσβείαν ποιούμενοι, πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλοὺς καὶ Δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν πίστιν τὴν καθολικὴν κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων βεβαιωθεῖσα, ἀκεραίᾳ καὶ ἀσαλεύτῳ τῇ καταστάσει ἕως νῦν καὶ διηνεκῶς μένει, ἐν ᾗ τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται, ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς:

ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι τε καὶ κρατεῖν, καὶ ἄχρι τέλους φυλάσσειν, ἰδίᾳ χειρὶ ὁμολογοῦμεν: κατακρίνοντες Ἄρειον καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ σὺν τοῖς μαθηταῖς αὐτοῦ, καὶ πᾶσαν αἵρεσιν Πατροπασιανοῦ, Μαρκίωνος, Φωτινοῦ, Μαρκέλλου, καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν: καὶ πάσας δὲ τὰς αἱρέσεις τὰς ἐναντιουμένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς ἐξετέθη ὑπὸ τῶν

562
ἁγίων πατέρων ἐν Νικαίᾳ, ἀναθεματίζομεν: ἀναθεματίζοντες Ἄρειον ἐξαιρέτως, καὶ τὰ ἐν τῇ Ἀριμίνῳ συνόδῳ, ὅσα ὑπεναντίως ταύτης τῆς προειρημένης πίστεως τῆς ἁγίας συνόδου Νικαέων ἐπράχθη: οἷς δόλῳ καὶ ἐπιορκίᾳ ὑποπεισθέντες ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς Θρᾴκης, ὑπεγράψαμεν.

Ταῦτα ὁμολογήσαντες, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν αὐτοῖς ῥητοῖς τῇ οἰκείᾳ ὁμολογίᾳ συνῆψαν: καὶ περὶ τῶν πραχθέντων γράμματα Λιβερίου λαβόντες, ἔπλευσαν εἰς Σικελίαν.