Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληΐσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους, ἐπετώθασε: καὶ βλασφημήσας

460
ὅσα γὲ ἠβούλετο τὸν Χριστὸν, ἐκάθισεν ἐπ̓ αὐτῶν, καὶ τὴν ὕβριν ἐπηύξησεν. Αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη: κατασαπεῖσαί τε αἱ τῇδε σάρκες, εἰς σκώληκας μετέβαλον,

καὶ τὸ πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. Καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει, διὰ παντοδαπῶν φαρμάκων πείρας ἐληλύθεισαν: πολυτίμους τε καὶ πλείονας ὄρνεις θύοντες, τὰ τούτων λίπη τὰ διεφθορότα μόρια ἐπέπλαττον, καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. Ἀλλ̓ οὐδὲν ἤνυον: ἐν βάθει γὰρ κατακρυπτόμενοι, πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἕως ὅτου αὐτὸν ἀνεῖλον, οὐ διέλιπον κείροντες.

Ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν

461
ταμιείων φύλαξ, καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες.

Περὶ τοῦ μαρτυρίου τῶν ἁγίων, Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος, ἐν Γάζῃ τῇ πόλει.

Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, καὶ τὴν Γεωργίου καὶ Θεοδωρίτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν: οὓς κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος, οἴκοι κρυπτομένους συνελάβοντο, καὶ δεσμωτηρίῳ τὰ πρῶτα παρέδοσαν,

καὶ ἐμαστίγωσαν. Ἔπειτα συνελθόντες εἰς θέατρον, πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ, καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ Ἑλληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. Ἐν δὲ τῷ

462
κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ̓ αὐτῶν φόνον, ἐνεπλήσθησαν θυμοῦ.