Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος περὶ τὴν θρησκείαν ἀπέχθεια: σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους, οὐδὲν εἶδος παρέλιπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας: χρήματά τε καὶ τὰ ἀναθήματα, καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος: τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν, ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. Ἐκ δὲ τούτων, μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ καὶ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο, καὶ δεσμωτηρίοις ἐνεβάλλοντο.

Ὥστε πανταχόθεν συμβάλλειν ἐστὶν, φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν, μετριώτερον

451
αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν: ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. Φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας: πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν καταδικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο.

Λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι: ἀλλ̓ ὥστε, ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν, καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν: ἢ Κωνστάντιον διαβάλλων. Ὤιετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάζειν, τοὺς μὲν Ἑλληνιστὰς ὡς ὁμόφρονας θεραπεύων: τοὺς δὲ διὰ Χριστὸν ἐπ̓ ἐκείνου κακῶς παθόντας, ὡς ἠδικημένους, ἐλεῶν.

Ἀμέλειτοι καὶ τοὺς εὐνούχους, ὡς αὐτῷ καταθυμίους, τῶν βασιλειῶν ἐξέβαλεν. Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐτῆς θανάτῳ ἐζημίωσε. Καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν.