Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ μὲν δὴ βασιλεὺς τοιάδε ποιῶν καὶ γράφων, ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν

495
τοῦ δόγματος. Καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας, οὔτε πείθειν παντελῶς οἷός τε ἦν, περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. Οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς Ἑλληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικὸν, τὸ μὲν, δἰ ἑαυτοῦ,

τὸ δὲ, διὰ τῶν ἀρχόντων ἐπαγόμενος. Ἀτεχνῶς δὲ διὰ πάντων Ἑλληνίζειν προσεθίζων, μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα, τὸ κορυφαῖον τῶν Ῥωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν.

Ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ, Δία μὲν, οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον, καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα: Ἄρεα δὲ καὶ τὸν Ἑρμῆν εἰς αὐτὸν βλέποντας,

καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. Ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς Ἑλληνικὸν ὁρᾷ σέβας,

496
παραμίγνυσθαι ταῖς εἰκόσιν: ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς, λεληθότως προσκυνεῖν τοῖς συγγεγραμμένοις.

Ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι, πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν: ἐνενόει γὰρ ὡς εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν θέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν: εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν,

ὡς περὶ τὰ ἔθη Ῥωμαίων νεωτερίζοντας, καὶ εἰς πολιτείαν καὶ βασιλέα ἐξαμαρτάνοντας. Ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν λόγον, καὶ ὡς ἔθος ἦν, οὐκ ἠνείχοντο προσκυνεῖν: τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ̓ ἀγνοίας ἢ γνώμης ἀπεριέργου, νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι, καὶ ἁπλούστερον ταῖς εἰκόσι προσῄεσαν. Βασιλεῖ δὲ πλέον

497

οὐδὲν ἠνύετο. Καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης, οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσάγοι τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. Οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου: περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων.

Ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις, γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς Ῥωμαίων ἱερομηνίαις, καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις, λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν, καὶ ὑπὸ συνήθους πλεονεξίας ῥαδίως ἡττᾶται χρημάτων. Τῶν δὲ ἐπὶ ταύτην παριόντων,

498
ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον θυμιᾷν.

Προὔκειτο γὰρ πλησίον λίβανος καὶ πῦρ, ὡς δὴ τοῦτο πάλαι Ῥωμαίοις νενομισμένον. Ἐνταῦθα οἱ μὲν ἀδεῶς τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ οὔτε θυμιάσαι, οὔτε δῶρον παρὰ τοῦ βασιλέως λαβεῖν ἠνέσχοντο: οἱ δὲ, προσχήματι νόμου καὶ ἀρχαιότητος, οὐδὲ εἰς νοῦν ἔλαβον ὃ ἡμάρτανον: οἱ δὲ, τῷ φαινομένῳ κέρδει δελεασθέντες, ἢ δέει καὶ θορύβῳ προκατειλημμένοι ἐκ τῆς παραυτίκα ἀναφανθείσης σκηνῆς, εἰ καὶ συνῆκαν ἑλληνίζοντες, τὸ μὴ τοῦτο παθεῖν οὐ διέφυγον.

Τῶν δ̓ αὖ ἀγνοίᾳ περιπεσόντων ταύτῃ τῇ ἁμαρτίᾳ, λέγονταί τινες τάδε, ὡς εἱστιῶντο φιλοφρονούμενοι, οἷά γε ἐν τοῖς πότοις γίνεσθαι φιλεῖ, καὶ προπίνοντες ἀλλήλοις, Χριστὸν ἐπονομάσαι ταῖς κύλιξιν. Ὑπολαβόντα δέ τινα τῶν δαιτυμόνων, Θαυμαστὸν, ἔφη,

499
ὑπομένετε Χριστὸν ἐπικαλούμενοι, ὃν πρὸ βραχέως ἠρνήσασθε, ἡνίκα τὸ δῶρον παρὰ τοῦ βασιλέως δεξάμενοι τῷ πυρὶ τὸν λιβανωτὸν ἐπιτεθείκατε.

Ἅμα δὲ τοῦτο ἤκουσαν καὶ συνῆκαν ὅπερ εἰργάσαντο, αὐτίκα ἀναπηδήσαντες δημοσίᾳ ἔθεον, βοῶντες καὶ δεδακρυμένοι, καὶ Θεὸν αὐτὸν καὶ πάντας ἀνθρώπους μαρτυρόμενοι Χριστιανοὺς εἶναι σφᾶς καὶ διαμεῖναι: ἐν ἀγνοίᾳ δὲ τοῦ γεγονότος, εἴγε ὅλως εἰπεῖν ἐστὶ, μόνην ἑλληνίσαι τὴν χεῖρα, μὴ συμπραξάσης τῆς διανοίας.

Ἐπεὶ δὲ ὡς βασιλέα ἦλθον, προσρίψαντες ὃν δεδώκει χρυσὸν, εὖ μάλα ἀνδρείως τὸ οἰκεῖον δῶρον ἀπολαβεῖν ᾔτουν, αὐτοὺς δὲ ἀνελεῖν: μὴ μεταμεληθήσεσθαι γὰρ, εἰ ὑπὲρ ὧν προνοίας ἐκτὸς ἥμαρτεν ἡ δεξιὰ τῷ παντὶ σώματι δίκην δοῖεν διὰ Χριστόν. Ὁ δὲ βασιλεὺς καίπερ χαλεπῶς ἐνεγκὼν, κτεῖναι μὲν αὐτοὺς ἐφυλάξατο, μὴ μαρτυρίας γερῶν ἀξιωθεῖεν: ἀφελόμενος δὲ τῆς στρατείας, ἐξεώσατο τῶν βασιλείων.

500